18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἡμέρας ἂν ἐσημειώσατο ὁ μάντις· εἰ δὲ ἐν μέσῳ, μῆνας ἂν εἶπεν.ἐπεὶ δὲ πρὸς τῷ τέλει,

ἐνιαυτοὺς λέγει, τὸ τρίτον καὶ μεῖζον καὶ τέλειον. καὶαὐτὴν δὲ τὴν φωλεὰν ἐν ὑψηλῷ

κειμένην σύμβολον εἶναι τῆς Τροίας φασίν, 1.345 ἣν διὰ τὸ ἐφ' ὕψους ἱδρῦσθαι

ἠνεμόεσσαν καλεῖ ὁ ποιητής. καὶ τὸ τοὺς στρουθοὺςδὲ πετάλοις ὑποκεῖσθαι ἐπ'

ἀκροτάτῳ ὄζῳ τὸ βραχύβιον καὶ ὀλιγοχρόνιον τῶν Τρώων δηλοῖ. ὡς γὰρ ὁ ὑπὸ τοῖς

τοιούτοις φύλλοις φωλεὸς οὐκ ἐπὶ πολὺἐξαρκέσει, ἀλλὰ συγκαταπεσεῖται τοῖς πετάλοις,

οὕτω καὶ ἡ Τροία μετ' οὐ πολὺκατενεχθήσεται, μετὰ τοὺς ἐννέα δηλαδὴ χρόνους, ὧν

εἰσιν, ὡς ἐρρέθη, δηλωτικοὶοἱ ὀκτὼ νεοσσοὶ σὺν τῇ μητρί. ὁ τοίνυν δράκων ὁ τοῖς

Ἕλλησιν οἰκειούμενοςδιὰ τῆς πλατανίστου ἀνελθὼν τήν τε στρουθὸν καὶ τὰ τέκνα

κατέφαγεν, ὅπερἐδήλου, ὅτι οἱ Ἀχαιοὶ τῆς τε ἠνεμοέσσης Τροίας καὶ τῶν περὶ αὐτήν, ὧν

αὐτὴμήτηρ οἷά τις ἦν, διὰ ἐνναετοῦς χρόνου περιγενήσονται. τὰ γὰρ πτηνά, ὡς

ἐρρέθη,οὐ μόνον ἐνιαυτῶν, ἀλλὰ καὶ πόλεων καὶ περιοίκων εἰσὶ δηλωτικά, καθὰ

δηλοῖτὸ κατεσθίεσθαι αὐτὰ καὶ τὸ ἐλεεινὰ τετριγέναι καὶ τὸ τὴν μητέρα

ἀμφιπέτεσθαιὀδυρομένην καὶ τὸ τὸν δράκοντα ἐλελιξάμενον, ἤτοι στραφέντα,

λαβέσθαιαὐτῆς. οὐ γὰρ ἐκ τοῦ εὐθέος, φασίν, ἑάλω ἡ Τροία νόμῳ πολέμου, ἀλλ'

ἐμπρήσαντες ἐν ὑστέρῳ τὰς νῆας οἱ Ἕλληνες καὶ πλασάμενοι ἀναχώρησιν, εἶτα δὴἐξ

ἀναστροφῆς καταχθέντες νυκτὸς εἷλον τὴν Τροίαν. καὶ τούτου σημεῖον ἦν τὸτὸν

δράκοντα ἐλελιχθέντα λαβέσθαι τοῦ στρουθοῦ, ἤτοι τῆς Τροίας, ἥτις οἷαμήτηρ νεοσσῶν

πολλῶν ἄλλων πόλεων προεαλωκυιῶν αὐτὴ ἔτι περιῆν. Σῆμα δὲ καὶ τέρας λέγει τὸ

κατὰ τὸν δράκοντα, τὸ μὲν ὡς μὴ πάνυ παράδοξον,τὸ δὲ ὡς παρὰ φύσιν. τὸ μὲν γὰρ

βωμοῦ ὑπαΐξαι καὶ πάντων βλεπόντωνἀνερπύσαι εἰς τὴν πλατάνιστον καὶ ποιῆσαι, ἃ

πεποίηκε, ταῦτα σῆμα ἤτοισημεῖον ἦν. τὸ δὲ κατελθόντα ὕστερον ἀπολιθωθῆναι, τοῦτο

ἦν τεράστιον.οὕτω δέ, φασί, καὶ τὸ μὲν ἐπ' ἀκροτάτῳ ὄζῳ ὑπὸ τοῖς φύλλοις εἶναι

τὴννεοττιὰν σημεῖον ἦν ὡς παρὰ τὸ σύνηθες γεγονός, τέρας δὲ τὸ ὀκτὼ τετοκέναι.ἑπτὰ

γάρ φασι τίκτειν τὴν στρουθόν, ὧν τὸ ἓν οὔριον εἶναι. Ἔστι δὲ κατὰ τοὺςπαλαιοὺς

σημεῖον μὲν τὸ παρὰ τόπον ἢ παρὰ τὸ ὡς ἐπὶ πολὺ γινόμενον, οἷον τὸσιμβλοποιήσασθαι

μελίσσας ἐν οἴκῳ ἢ ἐν χείλεσι βρέφους, οἷον Πινδάρου, ἢπτηνοὺς μύρμηκας ἐν οἰκίᾳ

γενέσθαι ἢ νεοττεῦσαι χελιδόνα πρὸς τῇ κλίνῃ ἢἀστράψαι ἢ βροντῆσαι τοιῶσδε οἷον

παρὰ καιρόν. ταῦτα γὰρ σπάνια καὶοὐ συνήθη. τέρας δὲ τὸ παντελῶς παρὰ φύσιν, ὁποία

καὶ ἡ τοῦ δράκοντοςἀπολίθωσις, ἥτις ἐδήλου τὸ δυσδιεξόδευτον τοῦ ἀγῶνος καὶ οὐ

ταχὺ τελεσθησόμενον, ἀλλὰ κατὰ τὸν λόγον τοῦ Κάλχαντος ὀψιτέλεστον, ἢ καὶ τὴν τοῦ

πολέμουσκληρότητα ἢ τὴν μετὰ ταῦτα ἀπραξίαν καὶ ἀργίαν τοῦ ἐκ Τρώων πολέμου

1.346 εἰς ἄμυναν· ἀβοήθητοι γὰρ μεμενήκασιν οἱ Τρῶες καὶ οὐδεμία τις αὐτοῖς, ἐφ'οἷς

ἔπαθον, γέγονεν ἄμυνα· ἢ καὶ τὸ ἔνδοξον καὶ ἀειφανὲς τοῦ πολέμουἐσήμαινε καὶ τὸ τῆς

εὐκλείας ἀμετακίνητον καὶ μόνιμον καὶ πρόοπτον–διὸκαὶ ὁ Κάλχας ἔφη· «οὗ κλέος οὔ

ποτε ὀλεῖται»–ἢ τὴν ἁπλῶς μετὰ ἐννέαἔτη ἅλωσιν τῆς Ἰλίου καὶ ἡσυχίαν καὶ

κατάπαυσιν τοῦ πολέμου· ἐννέα γάρ,φησίν, ἔτη πολεμήσομεν, τῷ δεκάτῳ δὲ πόλιν

αἱρήσομεν· ἢ καὶ ὅτι ἀκερδὲς τοῖςἝλλησι τὸ τοῦ πολέμου τέλος ἔσται· αὐτοὶ γὰρ ἦσαν ὁ

δράκων· δηλοῦσι γὰρ αἱἱστορίαι παντελῶς ἀκερδὲς γενέσθαι τὸ τοῦ πολέμου πέρας τοῖς

Ἕλλησιν,ὅθεν καὶ διὰ τὸ πένεσθαι εἰς λῃστείαν αὐτοὺς τραπῆναι κατὰ τὴν ἐπάνοδον

καὶπλανᾶσθαι ἄλλους ἀλλαχοῦ πειρατεύοντας καὶ πολλαχοῦ διασπαρῆναι

καὶκαταμεῖναι μέχρι τέλους, πολλοὺς δὲ καὶ ἀπολέσθαι. ἔοικε δὲ καὶ δράκοντα, ὡςεἰκός,

τηνικαῦτα ἐκ λίθου ὑπὸ τῶν Ἑλλήνων γλυφῆναι ἢ τῶν μετ' αὐτοὺς εἰςμνήμην τοῦ τότε

συμβεβηκότος καὶ ἐκκεῖσθαι πᾶσιν εἰς θέαν καὶ λόγον περιφέρεσθαι τοῦτον ἐκεῖνον

εἶναι τὸν καταφαγόντα ποτὲ τοὺς στρουθοὺς καὶ τὴνμητέρα, οὗ δὴ καὶ τὸν Κάλχαντα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

221

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!