18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

διαστολὴν εἴρηνται ἑτεροίων, ὁποῖοι καὶ οἱ τῆς ἁρματοθεσίας καὶ οἱ ἐνὈδυσσείᾳ

φωτοφανεῖς.] (ῃ. 306) Τοῦ δὲ ἔρδειν προϋπάρχει τὸ ῥέζειν· «ἄλλοςδ' ἄλλῳ ἔρεζεν», ἐξ οὗ

μεταθέσει καὶ τροπῇ συνήθει τοῦ ˉζ εἰς ˉδ τὸ ἔρδειν γίνεται. ∆ωριεῖς δὲ ῥέδδειν τὸ

τοιοῦτόν φασιν. (ῃ. 307) Τὴν δὲ πλάτανον, ἤτοι κατὰπαραγωγὴν πλατάνιστον, καλὴν

λέγει, ὡς ἂν εἴπῃ τις εὐειδῆ. τοιοῦτον γὰρ τὸφυτόν, ἄκαρπον μέν, καλὸν δὲ τοῖς

σκιατραφουμένοις. διὸ καὶ τὸν Ξέρξηνπλάτανος ἔσχεν ἐραστήν, ἣν καὶ κοσμήσας

νυμφικῶς ἐνηγλαΐζετο, ὑπὸ ταύτῃσκιατραφούμενος ὅτε ἦγεν ἐκεχειρίαν, ὅσγε καὶ

ἀντίμιμον πλάτανον τῆςἐρωμένης πλατάνου ἐχρυσοχόησεν, ἵνα συνοδεύουσαν ἔχων

ἀναπολῇ τὴν φιλτάτην ἐκείνην, καὶ ὅτε μὴ τὸ στερέμνιον ἔχει, ἀρκοῖτο βλέπων σκιάν.

Χαίρει δὲὕδασι τὸ φυτὸν καί, ὥς φασιν οἱ παλαιοί, διυδατίζεσθαι θέλει. [διὸ καὶ

μεγεθυνομένη διὰ τὸ πλατὺ καὶ ἀνώφορον αὐτῆς πλάτανος λέγεται.] Ἔστι δὲ

καὶἐπιτηδεία πρὸς γένεσιν στρουθῶν· ἃ δὴ καὶ ὁ ποιητὴς εἰδώς, ὅπου τε ἀγλαὸνὕδωρ

ἔρρεε, φυτεύει αὐτὴν καὶ στρουθοὺς αὐτῇ τοὺς αὐτῷ χρησίμους ἐννεοττεύεινποιεῖ. [(ῃ.

308) Τοῦ δὲ ἐφάνη οὐκ ἔστι καιριωτέραν λέξιν εὑρέσθαι· κεκρυμμένοςγὰρ ὁ δράκων ὑπὸ

τῷ βωμῷ, εἶτα ἐκεῖθεν ἀΐξας καὶ εἰς τὴν πλάτανον ὀρούσαςἐξεφαάνθη. ∆ῆλον δὲ ὡς ὁ

ῥηθεὶς βωμὸς αἴθριος ἦν αὐτὸς καθ' αὑτὸν καὶ οὐκἔσω ναοῦ, ὁποίους πολλοὺς

ἐσχεδίαζον τοῖς παροδεύουσιν οἱ παλαιοί. Τὸ δὲμέγα σῆμα προϊὼν δεινὰ πέλωρα λέγει

θεῶν πληθύνας τὸ πρᾶγμα σεμνότερον. Τοῦ δὲ ῥηθέντος «ἐφάνη» διασαφητικὰ καὶ τὸ

«ὃν αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε» καὶ τὸ «ἡμῖν τόδ' ἔφηνε τέρας Ζεύς».] (ῃ. 308–20) Τὰ

δὲ κατὰ τὸν δράκοντα καὶτοὺς στρουθοὺς καὶ τὴν πλάτανον ὁ μὲν ποιητὴς οὐκ

ἰσχνολογεῖ. ἔθος γὰρ αὐτῷ ἐν 1.344 ταῖς τῶν σημείων λύσεσι τὰ καιριώτερα μόνα

ἐπιλέγεσθαι, τὰ δὲ πολλὰπαρεᾶν, ὥσπερ δὴ καὶ ἐνταῦθα ἓν σχεδὸν μόνον σημειοῦται ὁ

Κάλχας διὰ τοῦφανέντος, τὸ ὄψιμον τοῦ πολέμου ἤγουν τὸ μετὰ ἐννέα ἔτη τὰ

δαπανηθέντα τῷδράκοντι, ὅ ἐστι τὰ παροιχόμενα τοῖς Ἕλλησι, τὴν Τροίαν ἁλῶναι, τοῦ

λοιποῦδὲ ἀπρακτῆσαι καὶ ἀκινητίσαι τοὺς Ἕλληνας, ὡς καὶ ὁ δράκων ἤργησε τὰ

ἐννέατέκνα φαγών. Κατὰ δὲ τοὺς παλαιοὺς ὁ δράκων, οὗπερ ἐνταῦθα μέμνηται

ὁποιητής, ἔτι δὲ καὶ ἡ στρουθὸς καὶ οἱ νεοσσοὶ ταύτης καὶ ἡ τούτων ἀπώλεια καὶἡ τοῦ

δράκοντος ἀπολίθωσις τοιαύτην τινὰ ἔχουσι διάθεσιν. ὁ μὲν δράκωνἈθηνᾶς, φασίν,

ἱερός, ὡς ἐν τῇ ἄλφα ῥαψῳδίᾳ εἴρηται. διὸ καὶ εἰς τοὺς Ἕλληνας ἐκλαμβάνεται, οἷς

ἐπίκουρός ἐστιν ἡ Ἀθηνᾶ. ὅθεν καὶ ὁ Ζεὺς αὐτὸν εἰς φῶςπροάγει σύμβολον ὁ ξένιος, εἰς

ὃν ὁ Πάρις ἠδίκησεν ἐξ Ἑλλάδος ἁρπάσας τὴνἙλένην. καὶ ὁ Κάλχας δέ φησιν· «ὡς ὁ

δράκων ἐποίησε τάδε, οὕτω καὶἡμεῖς πολεμήσομεν», ὡς εἶναι τὸν δράκοντα ὅπερ οἱ

Ἕλληνες. Νοεῖται δὲ καὶἄλλως χρησμῳδικῶς ὁ τοιοῦτος δράκων εἰς αὐτὸν τὸν πλοῦν

τὸν Ἑλληνικόν·ἕρπουσι γὰρ, ὥσπερ ὁ δράκων, οὕτω δὲ καὶ αἱ νῆες. Ἡ δὲ στρουθὸς

ἀνάκειταιμὲν τῇ Ἀφροδίτῃ διὰ τὸ πολύγονον, [ἔτι δὲ καὶ θερμὸν εἰς μίξιν· ᾧ δὴ λόγῳ

καὶἡ περιστερὰ οἰκειοῦται τῇ τοῦ μύθου Ἀφροδίτῃ.] Τίθεται δὲ εἰς τοὺς Τρῶας,οἷς ἡ

Ἀφροδίτη ἐπεκούρει, μᾶλλον μὲν οὖν εἰς αὐτὴν τὴν Τροίαν, ὥσπερ καὶοἱ στρουθοὶ

αὐτῆς εἰς τὰς περιοικίδας πόλεις. μάλιστα δὲ χρόνου δηλωτικοὶνοοῦνται αὐτοί τε οἱ

ὀκτὼ νεοσσοὶ καὶ ἡ μήτηρ ἐνάτη οὖσα. πτηνὸν γὰρ ὁ χρόνοςκαὶ διὰ τοῦτο καὶ τὰ πτηνὰ

εἰς σημεῖον χρόνου λαμβάνονται. ἐνιαυτοῦ δὲσύμβολά εἰσι καὶ οὐκ ἀλλοίου τινός,

εὐλόγως ὡς ἐπ' ἀκροτάτῳ ὄζῳ ὄντες. εἰμὲν γὰρ πρὸς τῇ ἀρχῇ τοῦ ὄζου ἦσαν, τυχὸν ἂν

ἡμέρας ἐδήλουν· εἰ δὲ πρὸς τῷμέσῳ, μῆνας· πρὸς δὲ ἀκροτάτῳ ὄζῳ ὄντες ἐνιαυτῶν εἰσι

δηλωτικοί, τοῦμείζονος μέτρου. Φασὶ γὰρ οἱ παλαιοί, ὅτι τρεῖς εἰσι χρόνοι, δι' ὧν ὁ πᾶς

αἰὼνἀριθμεῖται· ἡμέρα, μήν, ἐνιαυτός. ὧν ἡμέρα μὲν οὐρανοῦ ἐστιν ἀποκατάστασις,ὁ δὲ

μὴν σελήνης, ὁ δὲ ἐνιαυτὸς ἡλίου. εἰ μὲν οὖν ἦσαν οἱ νεοσσοὶ ἐν ἀρχῇ τοῦστελέχους,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

220

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!