18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

οὐ πάντες ἱστοροῦσιν. Ἡσίοδος γὰρ καὶ ἕτεροι Πλεισθένους αὐτὸν γενεαλογοῦσιν.[ὡς δὲ

τὸ Ἀτρεΐδης Πινδαρικῶς κατὰ διάστασιν ∆ωρικόν ἐστι, δηλοῦσιν οἱπαλαιοί.] Σημείωσαι

δὲ ὅτι ἄνακτας ἐκάλουν τοὺς βασιλεῖς οἱ παλαιοὶ διὰ τὸἀνακῶς ἤγουν ἐπιμελῶς ἔχειν

τῶν ὑποτεταγμένων λέγοντες, ὡς καὶ Πλούταρχος,ὅτι πρῶτον οἱ ∆ιόσκουροι οὕτως

ἐπεκλήθησαν, ὡς τῶν πλεόντων ἐπιμελούμενοι.δῆλον οὖν ὅτι θεία τις λέξις τὸ ἄναξ.

διὸ καὶ ἐπὶ ὑπεροχῆς κεῖται, οἷον ἐπὶ βασιλέων καὶ ἐπὶ οἰκοδεσποτῶν, ὡς καὶ τοῦτο οἱ

παλαιοὶ λέγουσι. δηλοῖ δὲ καὶ Εὐριπίδης τὴν τῆς λέξεως θειότητα εἰπών «ἄναξ· θεοὺς

γὰρ δεσπότας καλεῖν 1.35 χρεών». [καὶ ἡ τοῦ Αἴαντος δὲ εἰρωνεία παρὰ τῷ Σοφοκλεῖ τὸ

«μαθησόμεθα δ'Ἀτρείδας σέβειν». θεία γὰρ λέξις καὶ τὸ σέβειν.] ἡ δὲ χρῆσις τοῦ ἀνακῶς

καὶπαρὰ τῷ Ἡροδότῳ. ἐν δὲ τῇ τῶν Ἐθνικῶν καταγραφῇ καὶ κύριον ὄνομα φέρεται

Ἄναξ, υἱὸς Γῆς καὶ Οὐρανοῦ, ἀφ' οὗ καὶ ἡ Μίλητος Ἀνακτορία ἐκλήθη ποτέ. ὥσπερ δὲ τὸ

ἄναξ, οὕτω καὶ τὸ δῖος, ὅ ἐστιν ἔνδοξος, ἐπὶ ἀνθρώπων ὑπερεχόντων λέγεται καθ'

ὁμοιότητα τοῦ ∆ιός, ἐξ οὗ δίϊος καὶ κράσειδῖος, ὡς Χίος νῆσος καὶ ἀπ' αὐτῆς Χίϊος καὶ

Χῖος ἀνήρ. φέρουσι δὲ κατὰ τοὺςπαλαιοὺς οἱ δῖοι τὰς ὑπεροχὰς οὕτως· οἷον Ἀχιλλεὺς

δῖος χάριν ἀνδρείας,Ὀδυσσεὺς χάριν συνέσεως, Ἀλέξανδρος καὶ Κλυταιμνήστρα δῖοι διὰ

κάλλος,Εὔμαιος δι' εὔνοιαν, θάλασσα καὶ Χάρυβδις διὰ μέγεθος· τὸν δὲ Ἀχιλλέα καὶ

διογενῆ λέγει, ὥστε πολλοὶ δῖοι καὶ δι' εὐγένειαν. ἐν τούτοις δ' ἔστιν ἰδεῖν καὶὡς

φιλέλλην ὁ ποιητὴς ὢν θεοῖς ἐπικαλεῖ τὴν στάσιν τῶν Ἑλληνικῶν ἀριστέων,Ἀπόλλωνι

δηλαδὴ καὶ ∆ιΐ, ὡς οὐκ ἂν ἀθεεὶ τῶν τοιούτων ἡξόντων πρὸςἅμιλλαν στασιώδη. ἅμα δὲ

καὶ μεγεθύνει τὸ πρᾶγμα ὡς οὐ μικρὸν ἐσόμενον,εἴ γε θεοκίνητόν ἐστιν. Ὅτι διάστασις

ἡ μέν ἐστι φιλούντων, ὡς ὅτε ἀλλήλοιςσυνταξάμενοι ἄλλην ἄλλος τράπωνται, ἡ δὲ ἐπὶ

ἔχθρᾳ, ὡς ὅτε τὸν τῆς φιλίαςζυγόν τινες ἀποφορτισάμενοι καὶ τὸν σύνδεσμον λύσαντες

διαστῶσιν. οὕτωδὲ καὶ συμπλοκὴ ἡ μέν τίς ἐστιν ἐπὶ φιλίᾳ καὶ ἑνώσει, ὅπερ καὶ εἰρήνη

λέγεταιπαρὰ τὸ εἰς ἓν εἴρεσθαι, ἡ δὲ ἐπὶ ἐχθραινόντων, ὅπερ καὶ ἐρίζειν ἐστί.

καὶσημείωσαι ὅπως ἐκ τοῦ εἴρειν καὶ τὸ ἐρίζειν καὶ ἡ εἰρήνη λέγεται, ὥσπερ καὶ

τὸσυμβάλλειν ποτὲ μὲν ποιεῖ τὴν ἐπὶ κακῷ συμβολήν, ποτὲ δὲ τὸ ἀνάπαλιν. ταῦταεἰδὼς

ὁ ποιητής φησι διαστῆναι τοὺς βασιλεῖς ἐρίσαντας, πρὸς διαστολὴνεἰπὼν τοῦτο τῆς

φιλικῆς διαστάσεως. καὶ πάλιν, ὅτι θεὸς αὐτοὺς ἔριδι ξυνέηκεμάχεσθαι ἤτοι συνέβαλε,

συνέπλεξε πρὸς ἔριν, ἵνα διαστείλῃ τὴν τοιαύτηνσυμπλοκὴν τῆς φιλικῆς. Ἰστέον δὲ ὡς

τὸ διαστήτην καὶ ἐπὶ ζυγιτῶν ἵππωνταραχθέντων ἐν τῇ πʹ ῥαψῳδίᾳ κεῖται καὶ ὅτι

περιέργως τινὲς ἐπιβαλόντες Θεοκρίτου στήτην τὴν γυναῖκα εἰπόντος γράφουσιν

ἐνταῦθα «διὰ στήτηνἐρίσαντο», ἵνα λέγῃ ὁ ποιητής, ὡς διὰ γυναῖκα ἤρισαν. ὁ δὲ τούτοις

προσέχωνεἴη ἂν φιλόκαινος.

(ῃ. 8) Ὅρα δὲ καὶ ὅτι Ὅμηρος μὲν τὸ συνέηκεν ἀντὶ τοῦ1.36 συνέβαλεν ἔφη

ἐνταῦθα καὶ σύνεσιν δέ που ποταμῶν λέγει τὴν συμβολήν· οἱ δὲμετὰ τὸν Ὅμηρον ἐπὶ

φρονήσεως καὶ τὸ συνῆκε τιθέασι καὶ τὴν σύνεσιν,λαβόντες ἐξ Ὁμήρου τὴν ἀφορμήν,

ὃς τὴν λέξιν τοῦ ξυνῆκεν ἐν πολλοῖς καὶἐπὶ τοῦ νοεῖν τίθησιν, ὡς τὸ «ξυνέηκε θεᾶς ὄπα

φωνησάσης» καὶ «νῦν δ' ἐμέθενξύνες» καὶ «μέν μευ βουλέων ξύνιον». ὁμώνυμον οὖν

τὸ ξυνέηκεν, [ὃ παρὰ τοῖςὕστερον καὶ ἐπὶ τοῦ ἐν ἀνθρώπῳ συνειδότος τέθειται, καθὰ

δηλοῖ καὶ τὸ «ἡξύνεσις, ὅτι σύνοιδα δείν' εἰργασμένος».] Οὐκ ἄδηλον δὲ ὅτι Ἀττικῶν

ἴδιον τὸτὴν ˉσˉυˉν πρόθεσιν ˉξˉυˉν λέγειν, προστιθέναι δὲ πολλάκις καὶ τὸ ˉε τοῖς

παρῳχημένοις. οὕτω γοῦν τὸ συνώρων ξυνεώρων φασίν. ἐντεῦθεν καὶ τὸ συνῆκεν, ἀντὶ

τοῦἀνέπεισε καὶ συνέβαλε, ξυνέηκέ φησιν ὁ ποιητής. εὕρηται δὲ καὶ ἡ ˉσˉυ

συλλαβὴμεταβάλλουσα τὸ ˉσ εἰς ˉξ ἐν τῷ ἀναξυρίς, ὃ τὸ παρὰ Ῥωμαίοις βρακίον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

22

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!