18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καὶ αὐτήν, ὀκτώ, ἀτὰρμήτηρ ἐνάτη ἦν, [ἣ τέκε τέκνα,] ὣς ἡμεῖς τοσαῦτ' ἔτεα

πτολεμίξομεν αὖθι. τῷδεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν». εἶτα ἐνθυμήσας ὅτι

ἐκεῖνος μὲν οὕτωςἀγόρευε, τὰ δὴ νῦν πάντα τελεῖται, ἐπάγει ἐναντίως τῷ φεύγωμεν

τὴν τοῦλόγου ἀξίωσιν, ἥτις ἐστὶ τὸ «ἀλλ' ἄγε, μίμνετε αὐτοῦ, εἰς ὅ κεν ἄστυ μέγα

Πριάμοιο ἕλωμεν». [Καὶ συνετελέσθη τῷ ποιητῇ ἐν μὲν στίχοις πολλοῖς τὸἀγορήσασθαι

τὸν Ὀδυσσέα ἤγουν δημηγορῆσαι ἀφηγηματικῶς τὰ συντείνονταεἰς ὅπερ ἔμελλεν

ἀξιοῦν· ἐν δὲ δυσὶ καὶ μόνοις ἔπεσιν ἡ ἀξίωσις ἤγουν τὸμετειπεῖν, ὡς καὶ

προσεσημείωται καὶ πανταχοῦ δὲ φαίνεται κατὰ τὸν Πορφύριον. καὶ γίνεται ὡς ἐπὶ

πολὺ οὕτως, ἤγουν πλατύνεται μὲν τὸ ἀγορήσασθαι, 1.342 βραχυλογεῖται δὲ τὸ

μετειπεῖν.] Καὶ ὅρα ὅπως ἐπιδεξίως ὁ ποιητὴς ἐνταῦθατὴν τοῦ δράκοντος καὶ τῶν

νεοσσῶν ἱστορίαν παρενέβαλεν, ἥτις ἐν ἀρχῇ μὲν τοῦἀπόπλου συμβέβηκεν, ἀξία δὲ

οὖσα ἱστορηθῆναι παρέρριπται ἐνταυθοῖ. ἔφαμενγὰρ ἤδη ὅτι, κἂν ἐκ τῆς Ἀχιλλέως

μήνιδος ἤρξατο, ἀλλ' οὐδέν τι οὐδὲ τῶν πρὸτούτου πραχθέντων ἄξιον λόγου

παραλείψει, παρενσπερεῖ δὲ αὐτὰ εὐμεθόδωςπολλαχοῦ τῆς ποιήσεως. (ῃ. 299) Ἰστέον δὲ

ὅτι τὸ «μείνατε ἐπὶ χρόνον» [ἐστὶμὲν διασαφητικὸν τοῦ τλῆτε,] ἀμφιβόλως δὲ ὑπὸ τοῦ

Ὀδυσσέως εἴρηται καὶἀορίστως. ἄδηλον γὰρ εἴτε τὸν πολὺν εἴτε τὸν ὀλίγον χρόνον

ἐνταῦθά φησιν·ἀορισταίνει γὰρ ἡ λέξις τοῦ χρόνου. καὶ ἔοικε τοῦ βασιλέως νοῆσαί τι

σοφώτερον.ὁ μὲν γὰρ τὸ «νῦν γάρ κεν ἕλοις πόλιν» ἐπὶ τῆς αὐτίκα σήμερον ἡμέρας

ἐνόησεν.ὁ δὲ Ὀδυσσεὺς χρόνον ἐνταῦθα θεὶς τὸν ἀόριστον μέσως χωρεῖ. χρόνος γὰρ

καὶἡ σήμερον ἡμέρα καὶ αἱ μετ' αὐτήν. ὅπερ οὖν ὁ ὄνειρος εἶπε, τοῦτο καὶ Ὀδυσσεύς. τὸ

γὰρ νῦν ἑλεῖν τὴν Τροίαν καὶ τὸ μεῖναι χρόνον, ἕως ἄστυ Πριάμουἕλωμεν, τὸ αὐτὸ

βούλεται. [Τὸ δὲ δαῶμεν ταὐτὸν τῷ γνῶμεν, μάθωμεν,μετακλιθὲν ἐκ τοῦ ἐδάην πρὸς

ὁμοιότητα τοῦ ἐτύφθην, τυφθῶμεν καὶ τῶνὁμοίων.] (ῃ. 300) Τοῦ δὲ Κάλχαντος αὐτοὺς

ἀναμιμνήσκει ψυχαγωγῶν τε τῇδιοσημίᾳ καὶ ἀπὸ τοῦ ἔναγχος εὐδοκιμήσαντος εἰς τὰ

κατὰ τὸν λοιμὸν καὶπιστοῦ εἰς ἀλήθειαν τὸν ὄχλον παραμυθούμενος. [Τὸ δὲ μαντεύεται

ἀντὶ παρῳχημένου κεῖται τοῦ ἐμαντεύετο, ὡς δηλοῖ μετ' ὀλίγα καὶ τὸ «θεοπροπέων

ἀγόρευε»καὶ «κεῖνός θ' ὣς ἀγόρευε». Τὸ δέ «ἠὲ καὶ οὐκί» ταὐτόν ἐστι τῷ εἴτε καὶ μή.](ῃ.

303) Τὸ δέ «χθιζά τε καὶ πρωϊζά» ἀντὶ τοῦ χθὲς καὶ πρωΐ καί, ὡς εἰπεῖν,ἔναγχος.

συντέμνει δέ, φασί, τοὺς τοσούτους χρόνους εἰς βραχὺ κομιδῇ, ὅπωςτὸν

προσδοκώμενον μηδὲν εἶναι νομίσωσι, καὶ ἅμα ἐξευτελίζων τὸ καύχηματῶν Ἑλλήνων,

ὡς εἰς μάτην τοὺς τοσούτους χρόνους ἀνυσάντων. Φθάσαςμέντοι ἔφη καὶ αὐτὸ τὸ

ἀληθές, τὸ πολὺν δηλαδὴ χρόνον ἐνταῦθα πολεμῆσαιαὐτούς, ἐν τῷ «αἰσχρόν τοι δηρόν

τε μένειν», ὅπερ καὶ ὁ Νέστωρ ἐρεῖ ἐν τῷ»πολὺν χρόνον ἐνθάδ' ἐόντες». καὶ ἄλλως δέ,

ἐν μὲν τῷ ὀνειδισμῷ δηρὸνμένειν αὐτοὺς εἶπεν, ἐν δὲ τῇ παραμυθίᾳ χθιζὰ καὶ πρωϊζὰ

φανῆναι τὸ σημεῖόνφησιν ἐπιτέμνων παραμυθητικῶς τὸν καιρόν. [Ἰστέον δὲ ὅτι τε

ταὐτὸν τὸὉμηρικῶς χθιζὰ καὶ πρωϊζὰ καὶ ἑνικῶς εἰπεῖν χθιζὸν καὶ πρωϊζόν· καὶ ὅτι

καὶπρῳζὸν δισυλλάβως οἴδασιν οἱ παλαιοὶ ἐν προσγραφῇ τοῦ ˉι κατὰ συναίρεσινκαὶ ὅτι

ἐκ τοῦ πρωΐ παρῆκται καὶ ἡ παρὰ Σελεύκῳ ἱστορουμένη πρῳτερικὴσυκῆ, ἣ φέρει πρώϊον

καρπόν· καὶ ὅτι χθιζὸν κατὰ τοὺς παλαιοὺς τὸ χθεσινὸνκαὶ τὸ ὑπόγυον.] Ἡ δὲ Αὐλὶς

τόπος ἐστὶν ἐκ πλαγίου τῆς Εὐβοίας συνάπτων 1.343 τῷ Ἑλικῶνι ὄρει, οὕτω λεγόμενος

παρὰ τὸ αὐτόθι συναχθείσας ἁλισθῆναι ἢαὐλισθῆναι πρὸ τοῦ εἰς Τροίαν ἀπόπλου τὰς

νῆας τῶν Ἀχαιῶν. [(ῃ. 304) Τὸ δέ»κακὰ φέρουσαι» ἀλλοῖόν ἐστι πρὸς τὰς τοῦ Πάριδος

νῆας. αὗται μὲν γάρ, ὡςοἷον εἰπεῖν, φερέκακοι· ἐκεῖναι δὲ ἀληθῶς ἀρχέκακοι κατὰ τὸν

ποιητήν.](ῃ. 305) Ἐν δὲ τῷ «ἀμφὶ περὶ κρήνην» αἱ δύο προθέσεις τὴν περὶ τὸν

αὐτὸντόπον συναγωγὴν ὁμοῦ δηλοῦσι παντὸς τοῦ στρατοῦ. [Οἱ δὲ ἱεροὶ βωμοὶπρὸς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

219

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!