18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

εἰρήσεται.(ῃ. 289) Παισὶ δὲ καὶ χήραις ἀπεικάζει τοὺς Ἕλληνας ὀνειδίζων αὐτοὺς

καὶκωμῳδῶν διὰ μὲν τῶν γυναικῶν εἰς μικροψυχίαν, διὰ δὲ τῶν παίδων

εἰςἀφερεπονίαν καὶ εἰς μαλακότητα· γυναιξὶ μέν, ἐὰν οὕτω τῶν οἴκοι φροντίζωσι,καθὰ

καί τινες οἰκουροὶ γυναῖκες· παισὶ δέ, ἐὰν κάμνειν οὐ βούλωνται· καὶ οὐχ'ἁπλῶς παισίν,

ἀλλὰ νεαροῖς, οἳ μικρόν τι τοῦ οἴκου ἀπολειφθέντες νόστουμέμνηνται· καὶ οὐδὲ

γυναιξὶν ἁπλῶς, ἀλλὰ χήραις, αἵτινες κηδεμόνα τοῦ οἴκουμὴ ἔχουσαι τάχιον

ἐπαναλύειν θέλουσιν, ἐπειδὰν βραχύ τι ἀποδημήσωσι. καὶἔστι τοῦτο οἷον παράφρασις

τοῦ «Ἀχαιΐδες οὐκέτ' Ἀχαιοί». δῆλον δὲ ὅτι σεμνότερον τοῦτο πάνυ ἐκείνου. ποῦ γὰρ

ταὐτὸν γυναῖκας εἰπεῖν τοὺς ἥρωαςἈχαιούς, ὃ δὴ Θερσίτης ἔσκωψε, καὶ κατὰ γυναῖκας

χήρας δακρύειν αὐτούς,τὸ τοῦ Ὀδυσσέως ἀστέϊσμα. (ῃ. 291) Ὅτι πικράνας τοὺς

Ἕλληνας ὁ Ὀδυσσεὺὀνειδισμοῖς, ὡς προείρηται, ἀνίησιν ὕστερον τὴν ἐπιτίμησιν τῇ

συγγνώμῃ καὶὑπεραπολογεῖται λέγων ἐπίπονον εἶναι τὸν τοσαετῆ πόλεμον, ὥστε

εὐλόγωςἄν τινα ἀνιαθέντα καὶ ἀκηδιάσαντα ἐφίεσθαι τοῦ νόστου. [Ὅτι δὲ ἐκ τοῦ

πένω,τοῦ σπουδαίως ἐνεργῶ, καθὰ ὁ πένης, οὕτω καὶ πόνος διχῶς, ἥ τε καματηρὰ 1.339

ἐνέργεια καὶ ἡ ἁπλῶς, ὅθεν καὶ τὸ πονεῖσθαι καὶ γηπόνος καὶ γεωπείνης, οἱπερὶ γῆν

πονούμενοι, πρόδηλόν ἐστι. καὶ τοῦτο μὲν τοιοῦτον.] (ῃ. 292–7)Ὀδυσσεὺς δὲ χρᾶται καὶ

νοήματι κατασκευαστικῷ τούτου τοιούτῳ, λεγομένῳπλαστῷ· «καὶ γάρ τίς θ' ἕνα μῆνα

μένων ἄπο ἧς ἀλόχου ἀσχαλάᾳ σὺν νηῒπολυζύγῳ, ὅν περ ἄελλαι χειμέριαι εἰλέωσιν

ὀρινομένη τε θάλασσα. ἡμῖν δ'εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς ἐνθάδε μιμνόντεσσι.

τῷ», ἤγουν διό, «οὐ νεμεσίζομαι Ἀχαιοὺς ἀσχαλάαν». ἔστι δὲ τὸ νόημα ἀπὸ χρόνου μέν,

ὡς ἐπιχείρημα·ὡς δὲ ἐργασία, ἐκ τοῦ ὁμοίου καὶ τοῦ μικροτέρου· ἐκ τοῦ μικροτέρου μέν,

κατὰτὸν μῆνα· μικρότερον γάρ τι ὁ μὴν ὁ εἷς τῶν ἐννέα ἐνιαυτῶν· ἐκ τοῦ ὁμοίου

δέ,κατὰ τὴν νῆα· σὺν ναυσὶ γὰρ καὶ οἱ Ἕλληνες μένουσιν ἐν τῇ Τροίᾳ. εἶτα

πάλινἐπανατρέχων εἰς τὸ ἐξ ἀρχῆς καὶ κωλύων τὸν νόστον φησίν· (ῃ. 297 ς.) «ἀλλὰκαὶ

ἔμπης αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι», οἱονεὶ λέγων ὅτι,εἴπερ ἔδει

φυγεῖν, πρὸ τοῦ δεκάτου ἔτους ἔδει τοῦτο ποιῆσαι, ὡς νῦν γε αἴσχουςπεριποιητικὸν

τοῦτο τοῖς Ἀχαιοῖς. (ῃ. 293) Ναῦς δὲ πολύζυγος ἢ ἡ πολύεδρος, ἣν καὶ πολυκλήϊδα λέγει

ἀλλαχοῦ, ὡς ζυγοῦ τῆς καθέδρας λεγομένου, ἢ ἡπολύδεσμος, ὡς ζυγῶν λεγομένων τῶν

μεγάλων ξύλων τῶν τοὺς τοίχουςδεσμούντων καὶ συναγόντων δίκην ζυγοῦ· τῶν δ'

αὐτῶν καὶ κληΐδων λεγομένων,ὡς δίκην κλειδὸς τὰ ἑκατέρωθεν συνεχόντων, ὡς εἶναι

οὕτω ταὐτὸν τὴν πολύζυγον νῆα καὶ τὴν πολυκλήϊδα. τὴν δὲ πολύζυγον νῆα ἐν ἄλλοις

ἑκατόνζυγονλέγει καὶ χρησιμεύει ἡ λέξις εἰς τὴν ἑκατόμβην ἐν τῇ αʹ ῥαψῳδίᾳ. τὸ

μέντοιεὔζυγον ἅρματός ἐστιν ἐπίθετον. [Ἰστέον δὲ ὅτι, καθὰ ἐν τῷ ἑκατόνζυγοςκαὶ

πολύζυγος μετελήφθη ὁ ὡρισμένος ἀριθμὸς εἰς ἀόριστον, οὕτω γίνεται καὶἐν τῷ τὸν

ὀκτάποδα πολύπουν καλεῖν καὶ τὴν τρίαιναν «πολυγλώχινα σίδηρον».](ῃ. 294) Τὸ δέ

«ἄελλαι εἰλέωσι» τρόπος ἐστὶν ἐτυμολογίας· παρὰ τὸ εἰλεῖν γὰρἐτυμολογεῖται ἡ ἄελλα.

[Ὀρινομένη δὲ θάλασσα ἡ ταρασσομένη, ὥστε καὶ τὸθυμὸς ὀρίνεται ἢ ἦτορ κύμανσίν

τινα δηλοῖ ταραχώδη.] (ῃ. 295) Τὸ δὲ εἴνατοςἀπὸ τοῦ ἔνατός ἐστι προσλήψει τοῦ ˉι, ἵνα

μὴ ὁ ποὺς εἴη τρίβραχυς· καίτοιδυνατὸν ἦν καὶ ἄλλως ἐκτεῖναι τὴν ἄρχουσαν

διπλώσαντα τὸ ἀμετάβολον.ἀλλ' ἔοικε μὴ ποιῆσαι οὕτω, ἵνα μὴ δόξῃ τὸ ἔννατος φύσει

ἔχειν τὰ δύο νῦ ὡςἀπὸ τοῦ ἐννέα, ὅπερ οὐκ ἀρέσκειν δοκεῖ πολλοῖς τῶν παλαιῶν. ὡς

γὰρ ἀπὸτοῦ τέτταρα τέταρτος δι' ἑνὸς ταῦ, οὕτω καὶ ἀπὸ τοῦ ἐννέα ἔνατος δι' ἑνὸς

νῦ.καὶ ὁ ποιητὴς οὖν παρακατιὼν ἐν τῷ «ἀτὰρ μήτηρ ἐνάτη ἦν» δι' ἑνὸς νῦ γράφει 1.340

αὐτό. διό τινες καὶ ἀπὸ τοῦ νέατος κατὰ μετάθεσιν ἐτυμολογοῦσιν αὐτό·σχεδὸν γὰρ

νέατός ἐστιν, ἤγουν ἔσχατος, ὁ ἔνατος ὡς οἷα παρὰ μονάδα δέκατοςὤν. ἐπεὶ τοίνυν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

217

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!