18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

περ ὑπέσταν ἐνθάδ' ἔτι στείχοντες ἀπ' Ἄργεοςἱπποβότοιο», ὅπερ ἐστὶ τὸ τὴν Ἴλιον

ἐκπέρσαντα ἀπονέεσθαι. εἶτα λέγει καί,ὅτι «ὡς ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες

ἀλλήλοισιν ὀδύρονται οἶκόνδενέεσθαι». Ποιεῖ δὲ ὁ Ὀδυσσεὺς τοῦτο καὶ οὐ πρὸς τοὺς

Ἕλληνας τοιαῦτα λαλεῖ λεαίνων τεχνικῶς τὸν λόγον καὶ τὸ πάνυ πικρὸν ἀφαιρῶν·

ἐλύπει γὰρ τοὺςἝλληνας, εἰ πρὸς ἐκείνους αὐτοὺς ἀπέτεινεν, ὅτι θέλετε τὸν βασιλέα

ἐλέγχιστονθεῖναι. ἐκωμῴδει δὲ καὶ ὅτι ὡς γυναῖκες ὀδύρεσθε. νῦν δὲ πρὸς τὸν

βασιλέαταῦτα λέγων αὐτόν τε θεραπεύει, ὡς οἷον συναχθόμενος τῷ βασιλεῖ ἐπὶ τῇ

τῶνἙλλήνων φυγῇ, καὶ οὐδὲ τοὺς Ἕλληνας τοσαῦτα λυπεῖ, ἅμα δὲ καὶ ἐμφαίνει, ὅτι

θέλοντος τοῦ βασιλέως κατέσχεν αὐτοὺς μὴ ἀποπλεῦσαι. εἶτα τὴν ἐπιτίμησινταύτην τὴν

κατὰ τῶν Ἑλλήνων λεάνας τῇ συγγνώμῃ ἐν τῷ εἰπεῖν μηδὲν καινὸναὐτοὺς πάσχειν, εἰ

μετὰ πολυετῆ πόνον νόστου ἐφίενται, τότε δὴ στρέφει τὸνλόγον καὶ πρὸς αὐτοὺς καὶ

«τλῆτε φίλοι» λέγει καὶ τὰ ἑξῆς· λεῖον καὶ οὕτωποιῶν τὸν λόγον καὶ τὸ ἁπαλὸν

συναναμιγνὺς τῷ σκληρῷ ἐν τῷ λέγειν αὐτοὺςφίλους καὶ παρακαλεῖν τλῆναι. (ῃ. 284)

Ἰστέον δὲ ὅτι τὸ «ἐθέλουσιν Ἀχαιοί» ψόγον τινὰ ἔχει τῶν Ἑλλήνων, ὡς ἁπλῶς οὕτω

θελόντων ἐλέγχιστον θεῖναι τὸνβασιλέα, οὐ μὴν εὐλόγως καὶ μετὰ προαιρέσεως

ἀγαθῆς. καὶ ἄλλως δὲ καὶ ὡςἐναντιουμένων τῷ βασιλεῖ, εἴπερ θέλουσιν, ὅπερ οὐ θέλει ὁ

βασιλεύς. (ῃ. 285) Τὸ δέ «πᾶσι βροτοῖς» αὔξησίς ἐστι τοῦ κακοῦ. οὐ γὰρ τοῖς Ἕλλησιν

ἐλέγχιστον θήσουσι τὸν βασιλέα οὐδὲ τοῖς Τρωσὶ μόνοις, ἀλλὰ πᾶσι βροτοῖς, τοῖς τε

νῦνδηλαδὴ καὶ τοῖς ἐπιγόνοις. ἐνταῦθα δὲ φανερῶς διαδείκνυσι τὴν ἀπόπειραν· πῶςγὰρ

ἂν φεύγειν ἐκείνους προτρέποι ὁ βασιλεύς, ὁ διὰ τοῦτο πᾶσιν ἐσόμενοςἐλέγχιστος; [Ὡς

δὲ Αἰολικὸν ὁ βροτός, δηλοῦσιν οἱ παλαιοὶ φάμενοι, ὅτιπροστιθέασιν οἱ Αἰολεῖς τὸ βῆτα

τῷ ῥῶ, ἡνίκα ἡ ἐφεξῆς συλλαβὴ ἔχει ἢ τὸ ˉκ,οἷον ῥάκος βράκος, ἢ τὸ ˉδ, οἷον ῥόδον

βρόδον, ἢ τὸ ˉζ, οἷον ῥίζα βρίζα, ἢ τὸ ˉτ,οἷον ῥυτήρ βρυτήρ, ὁ χαλινός. οὕτως οὖν καὶ

ῥοτός βροτός, ὁ ῥευστὸς ἄνθρωπος.ἔχει δ' ἂν ἴσως ὅμοιον πλεονασμὸν τοῦ ˉβ καὶ ὁ

αἱματηρὸς βρότος, ὅ ἐστιμολυσμός.] (ῃ. 286) Τὸ δέ «οὔ σοι ἐκτελέουσιν ὑπόσχεσιν»

ψεῦδος κατηγορεῖτῶν Ἑλλήνων, ὅπερ οὐκ ἂν αὐτοὶ ἕλοιντο. Τὸ δέ «ὑπέσταν», ἤγουν

ὑπέστησαν,ἀντὶ τοῦ ὑπέσχοντο, ὑπέμειναν. Ἡ δὲ λέξις μετήνεκται ἀπὸ τῶν κιόνων,

οἷςβάρη ἐπίκεινται· ὡς γὰρ οὗτοι τοῖς ἐπικειμένοις ὑφίστανται, οὕτω καὶ ὁ ὑποσχόμενος

βάρει τινὶ ἑαυτὸν ὑπέθετο. Ἰωνικὴ δὲ καὶ αὕτη λέξις κειμένη καὶ παρ' 1.338 ἄλλοις, ἐν

οἷς καὶ Ἡρόδοτος, ὅς πού φησι· «τίς ἄν μοι ὑποστὰς τελέσειεν;»εἰρήσεται δὲ περὶ τῆς

τοιαύτης λέξεως καὶ μετ' ὀλίγα, ὅπου περὶ ὑποσχέσεως.ῥῆμα δὲ ἁπλοῦν πρωτότυπον

θέμα τοῦ ὑποστῆναι τὸ στέω, ἐξ οὗ, ὡς ἐν τοῖςἑξῆς που φανήσεται, τὸ στεῦται ἀντὶ τοῦ

ὑπισχνεῖται. ὅτι δὲ καὶ ταὐτὸν παρὰτῷ ποιητῇ ὑπόσχεσις καὶ ὑποστῆναι, εἰρήσεται

ὁμοίως καὶ αὐτό· [Ὑποδηλοῖδὲ τοῦτο κἀνταῦθα ὁ ποιητὴς ἐν τῷ «ὑπόσχεσιν ἥν περ

ὑπέσταν». πάντωςγὰρ ταὐτὸν ἀκολούθως εἰπεῖν ὑπόσχεσιν ἣν ὑπέστησαν καὶ ὑπόσχεσιν

ἣν ὑπέσχοντο.] (ῃ. 287) Ἱππόβοτον δὲ Ἄργος τὴν Πελοπόννησον λέγει. Ἄργος μὲν

ἀπὸτοῦ πανόπτου Ἄργου, ὡς προγέγραπται· ἱππόβοτον δέ, διότι εὐφόρησέ ποτεἵππων

πολλῶν τε καὶ ἀγαθῶν, ὡς αἱ ἱστορίαι δηλοῦσι. [Πρὸς δὲ τὸ ἱππόβοτονσύγκειται καὶ ὁ

βούβοτος λειμών.] κατ' αὐτὰ δέ πως καὶ τὸ θερείβοτον συντέθειται, ὃ δηλοῖ τόπον κατὰ

τοὺς παλαιοὺς ἔχοντα καὶ ἐν θέρει νομάς. γενικώτερονδὲ τὸ εὔβοτος. (ῃ. 288) Τὸ δὲ

ἀπονέεσθαι ταὐτόν ἐστι τῷ ἀπονοστῆσαι. ἀπὸγὰρ τοῦ νέω τούτου ῥήματος ὁ νόστος

γίνεται. οὕτω δὲ καιρία ἡ λέξις ὡς ἐνποιήσει, ὥστε ἐν τῷ χωρίῳ τούτῳ τετράκις ὁ

ποιητὴς αὐτῇ ἐχρήσατο θεὶςαὐτὴν ἀπαρεμφάτως ἐν τέλει στίχων, ὧν οἱ δύο καὶ κάλλος

ποιοῦσι συνεχεῖςκείμενοι. φησὶ γάρ· «ἀλλήλοισιν ὀδύρονται οἶκόνδε νέεσθαι». «ἦ μὴν

καὶ πόνοςἐστὶν ἀνιηθέντα νέεσθαι». τούτου δὲ τοῦ στίχου ὁ νοῦς μετ' ὀλίγα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

216

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!