18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Θερσίτην ἐκαθέσθη, ἐσιώπησεν Ὅμηρος· ἀναστῆναι δὲ νῦν λέγων αὐτὸν δηλοῖ, ὅτι

προσεχῶς ἐκάθητο. (ῃ. 281) Τὸ δέ «ὡς ἂν ἅμα οἱπρῶτοι καὶ ὕστατοι ἀκούσειαν»

εὐρύφωνον ἐμφαίνει τὸν Ὀδυσσέα εἶναι καὶβοὴν ἀγαθόν, ὃ καὶ ἀλλαχοῦ δηλοῦται, ὅτε

ὄπα μεγάλην αὐτὸς ἐκ στήθεος ἵησι.διὸ καὶ πρὸ τοῦ Νέστορος δημηγορεῖ ἔτι

τεταραγμένου τοῦ δήμου, ὅτε καὶγεγωνοτέρας ἔδει βοῆς τῷ δημηγορήσοντι. ὁ δέ, ὡς

εἰκός, τρομαλεόφωνοςγέρων Νέστωρ μετὰ τὸν Ὀδυσσέα δημηγορήσει ἀγόντων ἡσυχίαν

τῶν Ἀχαιῶν. (ῃ. 284 σς.) Ὅτι ποικίλη μὲν ἡ τοῦ Ὀδυσσέως δημηγορία καὶ

πολυειδὴς1.336 τοῖς ἤθεσιν, ἁπαλωτέρα δέ. πῇ μὲν γὰρ ἀποτείνεται πρὸς τὸν βασιλέα,

πῇ δὲστρέφεται πρὸς τὸν λαόν. καὶ νῦν μὲν ὀνειδίζει τοῖς Ἕλλησι τὸ μὴ θέλειν τὴντοῦ

βασιλέως τιμήν, ἀλλὰ σπεύδειν φυγεῖν ἀγεννῶς· νῦν δὲ παραμυθεῖται καὶοἷον

ὑπεραπολογεῖται αὐτῶν ὡς μὴ φύσει ἀγεννῶς ἐχόντων, ἀλλὰ κεκμηκότωντῷ πολυετεῖ

τοῦ πολέμου. καὶ οὕτω ταλαντεύσας ἐν ἰσότητι τὰ νοήματα καὶοἱονεὶ δείξας τοὺς

Ἀχαιοὺς οὔτε ἐπαινετοὺς οὔτ' αὖ πάλιν ψεκτούς, εἴπερνόστου μέμνηνται, ὕστερον

ἐπάγει παράκλησιν καὶ ἀξιοῖ μένειν, ὡς ἤδη παρὰβραχὺ ἐλθόντας τοῦ Τροίαν ἑλεῖν

κατὰ τοὺς παλαιοὺς χρησμούς, οἷς οὐδ'αὐτοὶ ἔχουσιν ἀντειπεῖν. καὶ οὕτω μὲν Ὀδυσσεὺς

δημοχαριστικώτερον. Ὁ δὲΝέστωρ καταφορικῶς τὸν λόγον ἐν τοῖς ἑξῆς

μεταχειριζόμενος καὶ ὑψηλότεροντήν τε τοῦ Ὀδυσσέως δημηγορίαν μέμφεται καὶ

πολλὰ τῶν ἐκείνου νοημάτωνἐπανορθοῖ, ὡς δειχθήσεται, καὶ τοὺς Ἕλληνας

κολακεύειν οὐκ ἀνέχεται,ἀλλὰ καὶ ἀσεβείας αὐτοὺς γράφεται, ὡς ἐπιόρκους καὶ

παρασπόνδους, καὶἀναγκαίως αὐτοὺς ἀπαιτεῖ πολεμεῖν καὶ τὸν βασιλέα θυμὸν δίκαιον

κατ' αὐτῶνἀναλαβέσθαι κελεύει, ἐὰν μὴ πείθοιντο, καὶ θάνατον ἀπειλεῖται τῷ

λειποτακτοῦντι, καὶ ὅπως δεῖ ἐκτάξαι τὸν πόλεμον, ὑποτίθεται. καὶ ὅλως ἡ μὲν τοῦ

Ὀδυσσέωςδημηγορία φιλόδημος μᾶλλόν ἐστι καὶ δημοτικωτέρα καὶ πραϋντικὴ

τοῦπλήθους, ὅθεν καὶ δημοχαριστὴς εἶναι δοκεῖ Ὀδυσσεύς· ἡ δὲ τοῦ Νέστοροςἀρχικὴ καὶ

παρρησιαστικὴ τὸ πᾶν ἐπιτρέπουσα τῷ βασιλεῖ. διὸ καὶ τὸν μὲνὈδυσσέα οἱ Ἀχαιοὶ

ἐπαινοῦσιν ὡς αὐτοῖς τὰ πολλὰ χαρισάμενον, ὁ δὲ βασιλεὺς ὡς φιλοβασιλέα τὸν

Νέστορα. Ἔνθα καὶ θαυμάσῃ ἄν τις εἰκότως τὸν ποιητήν,ὅπως τῶν ἐπὶ τῇ ὑποθέσει

ταύτῃ νοημάτων, ὅσα μὲν ἱλαρὰ τῷ δήμῳ καὶ ἠρέμασεμνά, τῷ Ὀδυσσεῖ ἀνατέθεικεν ὡς

ὑφειμένῳ πρὸς τὸν Νέστορα· ὅσα δὲὑψηλότατα καὶ βασιλεῖ μὲν ἡδέα, τῷ δὲ δήμῳ

σφοδρά, τὰ τοιαῦτα τῷ μεγάλῳῥήτορι ᾠκείωσε τῷ Νέστορι· ὥστε δύο τούτων ὄντων

ῥητόρων τοῖς Ἕλλησι,τὸν μὲν Ὀδυσσέα καλὸν εἶναι, ἄριστον δὲ τὸν Νέστορα, ὅσγε καὶ

πολλὰ τῶντοῦ Ὀδυσσέως νοημάτων, ὡς εἴρηται, διορθώσεται ἐπισκευάζων καὶ

ἐκταπεινοῦ ἀνάγων εἰς τὸ σεμνότερον, καθὰ δειχθήσεται, Ὁμήρου κἀνταῦθαφιλοτίμως

δεικνύντος, ὡς τὸ αὐτὸ νόημα οὕτω μὲν ῥηθὲν οὐ πάνυ καλὸν ἔσται,οὕτω δὲ λεχθὲν

ἔσται ἄριστον. Ἰστέον δὲ καὶ ὅτι τὸ συμβουλευτικὸν τῆςῥητορικῆς εἶδος τὸ ἐκ

προτροπῆς καὶ ἀποτροπῆς, ὡς καὶ ἐν τῇ αʹ, οὕτω καὶἐνταῦθα ἐκφανέστατα ὁ ποιητὴς

ἐνδείκνυται ἐν οἷς ὁ Ὀδυσσεὺς καὶ ὁ Νέστωρσυμβουλεύουσι. δείκνυσι δὲ καὶ τὸ

δικανικὸν εἰδέναι τὸ ἐκ κατηγορίας καὶἀπολογίας, ἐν οἷς λέγει ὅτι δύο ἄνδρες ἐνείκεον

εἵνεκα ποινῆς, περὶ φόνουδικαζόμενοι. τοῦ δὲ πανηγυρικοῦ, ὅπερ ἐξ ἐγκωμίου καὶ

ψόγου σύγκειται,μυρία καὶ αὐτοῦ μάλιστα παρὰ τῷ ποιητῇ κεῖνται παραδείγματα,

[ὅσγε,καθὸ ποιητής, τῷ πανηγυρικῷ ὑποκρέκει τῆς ῥητορικῆς εἴδει καὶ κατ'

αὐτὸεὐδοκιμεῖ μάλιστα, εἰ καὶ ἄλλως τοῖς ὅλοις ῥητορικοῖς ἡδύσμασιν ἐξαρτύεται 1.337

κατ' ἐπιστήμην ἄκραν.] Ἰστέον δὲ καὶ ὅτι ἐξ ἀρχῆς μὲν ὁ Ὀδυσσεύς οὐ προσφθέγγεται

τοὺς Ἕλληνας, ἀλλὰ τὸν βασιλέα λέγων· «Ἀτρείδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ

πᾶσιν ἐλέγχιστον θέμεναι [μερόπεσσι] βροτοῖσιν, οὐδέτοι ἐκτελέουσιν ὑπόσχεσιν, ἥν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

215

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!