18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τοῦ ἔργω βαρυτόνου ῥήματος ἢ ἐργῶ περισπωμένου,ὡς ἀπὸ τοῦ ἔλπω τὸ ἔολπεν. [Εἰ δέ

ἐστιν ὑποδύσκολον ἐκ τοῦ ἔργω δισυλλάβουγίνεσθαι τὸ ἔοργα, ἐξ οὗ τὸ ἔοργε, νοητέον

ὡς πλεονασμῷ τοῦ ˉε γενόμενονἐκεῖνο ἐέργω ἀπετέλεσε μέσον παρακείμενον ἤοργα

καὶ Ἰωνικῶς ἔοργα.] Ζητητέον δέ, εἴπερ ἡ ἐόργη, τουτέστιν ἡ τορύνη, καὶ τὸ ἐοργίζεται,

ἤγουντορυνᾶται, τὰ παρὰ Αἰλίῳ ∆ιονυσίῳ καὶ Παυσανίᾳ, ἐκ τοιούτου ἔοργα

γίνεται.ἴσως δὲ καλὸν εἰπεῖν, ὅτι οὐχί, ἀλλ' ἐκ τοῦ ὀργάζω, οὗ κεῖται ἡ χρῆσις παρὰ τῷ

Κωμικῷ. ὡς γὰρ ὀργάζεταί τις πηλὸν κυκῶν καὶ ἀναταράττων, οὕτω τρόποντινὰ καὶ

ἐοργίζεται, ὅ ἐστι τορυνᾶται. (ῃ. 273) Τὸ δέ «βουλὰς ἐξάρχωνἀγαθάς» ἔλλειψιν ἔχει

προθέσεως, ἵνα ᾖ «εἰς βουλὰς ἐξάρχων ἀγαθάς». ἄλλωςγὰρ τὸ ἐξάρχειν γενικῇ

συντάσσεται· ἔφη γοῦν πρὸ μικροῦ «βουλῆς ἐξῆρχενέεσθαι». ὁμοίως δὲ ἐλλιπὲς καὶ τὸ

«κορύσσων πόλεμον». οὐ γὰρ κυρίως ἂν λέγοιτις κορύσσειν μάχην, ἀλλὰ κορύσσειν

τινὰς εἰς μάχην, εἰ μή τις σωματοειδῶςνοεῖ τὸν πόλεμον· τότε γὰρ κορύσσει Ὀδυσσεὺς

αὐτὸν δὴ τὸν πόλεμον. [Κατὰδὲ τὸ «βουλὰς ἐξάρχων» ἐλλέλειπται καὶ τὸ «στρόμβῳ τὸν

αἱματηρὸν ἐξάρχωννόμον». τὸ δ' αὐτὸ γίνεται καὶ ἐπὶ τοῦ κατάρχειν ἐν τῇ τραγῳδία.

ἴσως δὲ καὶ τὸ»ψαύων τὸν θεόν» παρὰ Σοφοκλεῖ.] (ῃ. 275) Λωβητῆρα δὲ τὸν Θερσίτην

λέγειοὐκ ἔργοις, ἀλλὰ λόγοις. τί γὰρ εἶχε βλάπτειν ἔργοις ὁ οὐτιδανός; διὸ

ἐφερμηνεύων ἐπεσβόλον αὐτὸν λέγει, τουτέστιν, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν

κάλλιονκεῖται, ἔπεσιν ὡς βέλεσι βάλλοντα, ὃ ταὐτόν ἐστι τῷ βλάσφημον·

βλάσφημοςγὰρ ὁ βάλλων ταῖς φήμαις λέγεται. Ὅρα δὲ καὶ ὅτι διεξοδικῶς τὸν

Θερσίτηνὁ ποιητὴς πρὸ μικροῦ κακολογήσας, ἐνταῦθα διὰ βραχέων αὐτὰ λέγει

λωβητῆραεἰπὼν καὶ ἐπεσβόλον καὶ ἔχοντα θυμὸν ἀγήνορα ἤγουν θρασύν· καὶ

δείκνυσικαὶ ἐνταῦθα, ὅπως καὶ ἐπὶ τοῖς αὐτοῖς καὶ εὐρυλογεῖν δύναται καὶ

στενολεσχεῖν, 1.335 δι' ὧν καὶ τοὺς ἀκροατὰς παιδεύει οὕτω ποιεῖν. (ῃ. 276) Τὸ δὲ

ἀγήνωρ, εἰ καὶνῦν ἐπὶ ψόγῳ εἴληπται, ἀλλὰ τὸν ἀνδρεῖον ἐν ἄλλοις δηλοῖ, ὡς ἐν

καιρῷδειχθήσεται· (ῃ. 278) Ὅτι τὰ συλληπτικὰ ὀνόματα, οἷον τὸ δῆμος, ὄχλος,πλῆθος,

χορός, ὡς μὲν ἑνικὰ ἑνικοῖς συντάσσεται ῥήμασιν, ὡς δὲ πλῆθοςδηλοῦντα δύνανται καὶ

πληθύνεσθαι τῷ ῥήματι, οἷον ὁ δῆμος ἐστασίασαν, ὁὄχλος ἐξεβόησαν, τὸ πλῆθος

ἠλάλαξαν, ὁ χορὸς ἔμελψαν. οὕτω καὶ ἐνταῦθαἐσχημάτισται τὸ «ὣς φάσαν ἡ πληθύς».

καὶ ἔστιν Ἀττικὸν τὸ σχῆμα· καίτοιεἶχεν ὁ ποιητὴς εἰπεῖν «ὣς ἔφαθ' ἡ πληθύς», ἀλλ'

οὐκ ἠθέλησεν. Ὅτι τὸνὈδυσσέα μὲν καὶ ἐνταῦθα καὶ ἀλλαχοῦ, ὡς καὶ προερρέθη,

πτολίπορθον λέγειὁ ποιητὴς διὰ μίαν πόλιν τὴν Τροίαν, τὸ τοῦ πολέμου κεφάλαιον.

φησὶ γάρπου· «σῇ δ' ἥλω βουλῇ Πριάμοιο πόλις». Ἀχιλλέα δὲ τὸν πολλὰς

πόλειςπαραστησάμενον Ἕλλησιν ἅπαξ που πτολίπορθον ὀνομάσαι ἠξίωσεν,

ὡςδειχθήσεται. [Ὡς δὲ ὁ πτολίπορθος καὶ πτολιπόρθιος λέγεται

πεντασυλλάβως,ἑτέρωθι φανεῖται παρὰ τῷ ποιητῇ. οὕτω δὲ καὶ οἱ ∆άρδανοι ∆αρδάνιοί

πουλέγονται παρ' αὐτῷ, ἔνθα σημειωτέον ὡς ∆αρδάνιος μὲν τὸ τοπικὸν διὰ τοῦ

ˉιγράφεται, ∆αρδάνειος δὲ ποταμὸς ἐν διφθόγγῳ.] (ῃ. 280 ς.) Ὅτι ἔργονκηρύκων οὐ

μόνον κηρύσσειν ἐλθεῖν εἰς ἀγορὰν τὸν λαόν, ἀλλὰ καὶ κελεύεινἐν ἀγορᾷ τὸν λαὸν

σιωπᾶν, ὃ δὴ ἐνταῦθα ἡ Ἀθηνᾶ ποιεῖ ὁμοιωθεῖσα κήρυκιδιὰ τὸν Ὀδυσσέα καὶ κελεύουσα

σιωπᾶν, ὡς ἂν ἅμα οἱ πρῶτοί τε καὶ ὕστατοιμῦθον ἀκούσειαν καὶ ἐπιφρασαίατο βουλήν.

∆ῆλον δὲ ὅτι Ἀθηνᾶ νῦν ἡ τοῦὈδυσσέως ἐστὶ σύνεσις, δι' ἣν σιωπῶσιν οἱ Ἕλληνες

καραδοκοῦντες τὴν ἐκείνου, ὡς εἰκός, δημηγορίαν, ὅτε μετὰ τὴν τοῦ Θερσίτου πληγὴν

καθεσθεὶςεἶτα ἀνέστη. καὶ ἤρκει αὐτῷ ἀντὶ κήρυκος ἡ φρόνησις, δι' ἣν σιωπῶσιν

οἱἈχαιοὶ ἐκκρεμάμενοι τῆς ἐκείνου γλώσσης καὶ τοιούτου ἀκούειν ἐφιέμενοιῥήτορος.

Σχῆμα δέ ἐστι κἀνταῦθα τὸ κατὰ τὸ σιωπώμενον. ὅτι μὲν γὰρ πλήξαςὈδυσσεὺς τὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

214

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!