18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

κατὰ ἐναλλαγὴν ἀμεταβόλου τοῦ ˉρ εἰς ἀμετάβολοντὸ ˉλ, ὡς ποδαργία ποδαλγία,

κεφαλαργία κεφαλαλγία. εἴη ἂν οὖν ἀπομόργεσθαικαὶ ἀπομόργνυσθαι κυρίως τὸ

ἐκπιέζειν, ὅθεν ἀπεμόρξατο δάκρυον ἀντὶ τοῦἐξέθλιψε καὶ οἷον ἐκπιέσας ἀπήγαγε τοῦ

ὀφθαλμοῦ. τοῦ δὲ μόργω καὶ μόργνυμικοινότερον ἐκ πλεονασμοῦ τοῦ ˉο παρὰ τοῖς μεθ'

Ὅμηρον τὸ ὀμόργω καὶὀμόργνυμι. Ὡς δὲ πλεονάζει τὸ ˉο ἐν πολλοῖς, οὐκ ἄδηλον. οὕτω

γὰρ ἐκ τοῦνύσσω νύξω ὁ ὄνυξ, καὶ ἐκ τοῦ τλῶ ὄτλος, ἡ κακοπάθεια, καὶ ὀδύνη παρὰ

τὸδύνω. εὑρίσκεται δὲ καὶ τὸ ὀδύρεσθαι δύρεσθαι. [Εὕρηται δὲ καὶ ὁ Ὀβριάρεως καθ'

ὅμοιον πλεονασμόν. δοκεῖ δέ τισι τοιοῦτον εἶναι καὶ τὸ Ἰλεύς, Ὀϊλεύς,1.333 καὶ τὸ ὀδάξ,

ὅ ἐστι δηκτικῶς. εἰ δέ τῳ δόξειε ταὐτὸν εἶναι εἰπεῖν ὀμόργειν καὶἀμέργειν, ἔχεται λόγου

καὶ αὐτό· οὕτω γὰρ τὰς ἀσταφίδας καὶ ὀσταφίδαςφαμὲν καὶ τὸν ἀστακὸν ὀστακόν.] (ῃ.

270) Τὸ δέ «οἳ δὲ καὶ ἀχνύμενοί περἐπ' αὐτῷ ἡδὺ γέλασαν» σχῆμά ἐστιν ἀμφιβολίας. οἱ

μὲν γάρ φασιν, ὅτι ἀχνύμενοίπερ ἐπ' αὐτῷ ὡς πληγέντι, ὅμως διὰ τὸ ἀχρεῖον τοῦ

βλέμματος γαληνιάσαντεςἡδὺ ἐγέλασαν, ὅπερ οὐκ ἂν εὖ ἔχοι. πῶς γὰρ ἄχθονται δι'

αὐτόν, οἳ αὐτῷἐκπάγλως κοτεόντο καὶ ἐνεμέσων, ὡς εἶπεν ὁ ποιητής. Ἕτεροι δέ φασι

κάλλιον,ὅτι καίτοι ἀχνύμενοι ἐπὶ τῇ ἀναβολῇ τῆς ἀνακομιδῆς, ἤγουν ἐπὶ τῇ ἀργίᾳ

τοῦνόστου, ὅμως ἐπ' αὐτῷ ἡδὺ ἐγέλασαν· ἐπ' αὐτῷ δέ, ἢ τῷ Θερσίτῃ ἢ τῷ ἀχρείῳτοῦ

βλέμματος. [(ῃ. 271) Ὅτι καθὰ ἐξ ἀφορμῆς ἀορίστου τοῦ ἔθρεξα καὶὁμόκλησα καὶ τῶν

ὁμοίων γίνεται τὸ θρέξασκε καὶ ὁμοκλήσασκε καὶ ἄλλαὅμοια, οὕτω καὶ ἀπὸ τρίτων

ἑνικῶν τοῦ εἶπεν, ἔρεζεν, ἦρδεν, ὅ ἐστιν ἔθυε,παράγεται τὸ εἴπεσκε, ῥέζεσκεν, ἔρδεσκε

καὶ ἕτερα τοιαῦτα, ὧν αἱ θεματικαὶπαραγωγαὶ διὰ τοῦ ˉεˉσˉκˉω εἰσιν] (ῃ. 271–3) Ὅτι

ἔθος ἔχει ὁ ποιητὴς καὶ ἠθοποιΐας παρενσπείρειν τῇ ποιήσει καὶ αὐτὰς πῇ μὲν ἀπό τινος

ὡρισμένουπροσώπου γυμνάζων, ποίους ἂν εἴποι λόγους τόδε ἢ ἐκεῖνο τὸ πρόσωπον,πῇ

δὲ ἐπὶ πλήθους ἀορίστως, ὅτε καὶ εἴωθεν οὔτε πολυλογεῖν καὶ τὴν εἰσβολὴνδὲ οὕτω

ποιεῖν· «ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων» ἤ «ὧδε δέ τιςεἴπεσκεν Ἀχαιῶν τε

Τρώων τε» ἤ «ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον»,ὥσπερ δὴ καὶ ἐνταῦθα ἐπὶ

τῶν Ἑλλήνων εἰπὼν ἐπάγει κατὰ λόγον συντομίαςἐκεῖνα εἰπεῖν τοὺς Ἕλληνας· «ὢ

πόποι, ἦ δὴ μυρία Ὀδυσσεὺς ἐσθλὰ ἔοργε βουλάς τ' ἐξάρχων ἀγαθὰς πόλεμόν τε

κορύσσων». Τοῦτο δὲ πρέποι ἂν εἰςἐγκώμιον παντὸς ἀνδρὸς φρονίμου τε καὶ ἀνδρείου.

καὶ σημείωσαι καὶ νῦν ὅτιτοῦτο ἦν, ᾧ διέφερεν Ὀδυσσεὺς τοῦ Νέστορος, βουλευτὴς μὲν

γὰρ ἀγαθὸς καὶ ὁ Νέστωρ, οὐ μὴν ἄρτι καὶ πολεμιστής. (ῃ. 274 ς.) Εἶτά φασιν οἱ Ἀχαιοὶ

καὶ ὅτι «νῦν δὲ τόδε μέγ' ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν, ὃς τὸν λωβητῆρα ἐπεσβόλον

ἔσχεν ἀγοράων». καὶ ὅρα ὅπως μισοῦσι μὲν τὸν Θερσίτην οἱ Ἕλληνες,φιλοῦσι δὲ τὸν

Ὀδυσσέα, καὶ ὅπως φιλαλήθεις εἰσίν, οἳ καὶ ἀχνύμενοι ὅμως οὐκἀποκρύπτουσι τὸν τοῦ

Ὀδυσσέως ἔπαινον. λέγουσι δὲ καὶ ὅτι οὐκ ἂν εἰσαῦθιςτὸν Θερσίτην ἀναπείσῃ θυμὸς

ἀγήνωρ νεικεῖν τοὺς βασιλεῖς. τοῦτο δὲ λέγει ὁ 1.334 ποιητὴς ἀναφωνῶν, ὡς οὐκέτι

οὐδαμοῦ μεμνήσεται τοῦ Θερσίτου, ἀχρείουἀνθρώπου καὶ οὐδὲν τῇ αὐτοῦ ποιήσει

προσήκοντος, ἐπεὶ μηδὲ παίζειν ἐθέλεικαὶ συχνὰ γελωτοποιεῖν. οὐ γὰρ κόσμου χάριν

οὐδὲ ὕψους τοῦ ἐν λόγῳ τὸ τοῦ Θερσίτου παρενέθετο ἐπεισόδιον ὁ ποιητής, ὁποῖα

πολλὰ ποιεῖ, ἀλλὰ χάρινἱστορικῆς τινος μεθόδου, ἣν ἀνύσας οὐκέτι δεύτερον αὐτῇ

χρήσεται. καὶ ἴσωςδιὰ τοῦτο ἐποίησε τὸν Ὀδυσσέα πληγὴν ἐπεντρίψαντα τῷ Θερσίτῃ

αὐτίκα νῦν.εἰ γὰρ καὶ ὑπέσχετο ἄλλοτε τοῦτο ποιήσειν, ἀλλ' ὁ Θερσίτης οὐκέτι

λαλήσει·οὐκοῦν οὐδὲ πληγήσεται. πληκτέον ἄρα τὸν ἀδόλεσχον πρὸς τὸ παρόν, ἵνα

μηδέντι ἀτιμίας ἐλλείπῃ αὐτῷ μήτε τῆς ἐν λόγοις μήτε τῆς ἐν ἔργοις. (ῃ. 272) Τὸδέ «ὢ

πόποι» φανερῶς ἐνταῦθα ἐπὶ θαύματος κεῖται· θαυμάζοντες γὰρ Ἕλληνεςτὸν Ὀδυσσέα

τὸ «ὢ πόποι» φασί. Τὸ δέ «ἔοργε», καθὰ καὶ προεγράφη, μέσοςπαρακείμενός ἐστιν ἀπὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

213

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!