Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ὄγκωσις. φησὶ γοῦν· «σμῶδιγξ ἐξυπανέστη», ἤγουν κάτωθενεἰς εὐθὺ ὑψώθη. δηλοῖ γάρ, φασίν, ἐνταῦθα ἡ μὲν ὑπό πρόθεσις τὸ κάτωθεν, ἡ δὲ 1.331 ἔξ τὸ εἰς εὐθύ, ἡ δὲ ἀνά τὸ ὕψος, ὡς καὶ ἐν τῷ ὑπεξαναδύς καὶ τοῖς ὁμοίοις.Ἰστέον γὰρ ὅτι οὐδαμοῦ στοιβὴν προθέσεων μάτην οὕτω τίθησιν ὁ ποιητής, ἀλλ'ἑκάστη τῶν συγκειμένων προθέσεων σημαίνει τι, ὡς καὶ ὅτε εἴπῃ ἡμιόνουςὑπεκπρολυθῆναι ἀπήνης. καὶ ἐκεῖ γὰρ ἡ μὲν ὑπό πρόθεσις τὴν κάτω σχέσινδηλοῖ, ἡ δὲ ἔξ τὴν ἐκτός, ἡ δὲ πρό τὴν ἐπὶ τὰ ἔμπροσθεν, ἵνα λέγῃ ὅτι κάτωθεντοῦ ζυγοῦ ὄντας ἔξω ποιήσαντες ζυγοῦ προελθεῖν εἰς νομὴν ἐποίησαν. ὡς δὲ τὸσιμόν καὶ ἐπὶ ταπεινότητος τίθεται τῆς κατὰ κοιλότητα, δηλωθήσεται, ὅπουνῆες πρόκροσσαι λέγονται. ὅτι δὲ τὸ σμῶδιγξ, καθὰ καὶ τὸ σμερδαλέον καὶ τὸσμικρόν, διὰ τοῦ ˉζ εἶχον τὴν προφορικὴν ἀρχὴν πάλαι ποτὲ διὰ τὸ παρεοικὸς τοῦἤχου, δηλοῦσιν οἱ παλαιοί, ὧν ἐν ῥητορικοῖς Λεξικοῖς τοῖς κατὰ στοιχεῖονκεῖται καὶ ταῦτα ἐν τῷ ˉζ στοιχείῳ· ζμινύη ὁτὲ τὸ σκαφεῖον, ὁτὲ ἀξινάριον·οἱ δὲ δίκελλαν. καὶ ζβέσαι τὸ παῦσαι, λῆξαι, κοιμίσαι. καὶ ζβεννυμενάων αἰγῶν,ληγουσῶν. καὶ ζμῶσαι τὸ πατάξαι. Αἴλιος δὲ ∆ιονύσιός φησιν, ὅτι ζμικρὸν καὶμικρὸν οἱ Ἀττικοί, μικκὸν δὲ Ἴωνες. οὕτω δὲ γράφουσι καὶ τὸ ζμῆγμα καὶ τὴν ζμινύην, ἣν καὶ αὐτὸς ἀξινάριον λέγει φέρων καὶ χρῆσιν Ἀριστοφάνους ταύτην·»ἀλλ' ἱμάντα μοι δὸς καὶ σμινύην, ἐγὼ γὰρ εἶμ' ἐπὶ ξύλα». Εἰς δὲ τὴν τοῦ Θερσίτου πληγὴν καὶ τοιοῦτόν τι γράφουσιν οἱ παλαιοί· ὅτι ὁ μὲν εὐφυὴςνουθεσίαις ῥυθμίζεται· ὁ δὲ ἄκοσμος μέν, εὖ δὲ ἔχων τὰ εἰς σῶμα, βασάνοιςκολάζεται καὶ χρημάτων εἰσφοραῖς· ὁ δὲ λελωβημένος, οἷος ὁ Θερσίτης,βραχείᾳ πληγῇ καὶ μεθ' ὅρκων ἀπειλῇ σωφρονίζεται. (ῃ. 269) Τὸ δέ «ἀχρεῖονἰδών» οὐχ' ὅμοιον τῷ τὴν Πηνελόπην ἀχρεῖον γελάσαι, ἀλλ' ἐκεῖ μὲν ἀχρεῖοντὸ ἐπίπλαστον καὶ ὑποκεκριμένον, ἐνταῦθα δὲ ἀχρεῖον ἰδεῖν τὸ ἀκαίρωςὑποβλέψαι καὶ ἐπ' οὐδεμιᾷ χρείᾳ, ἢ ἀντὶ τοῦ μιμοειδὲς καὶ ἀχρειοποιόν, ὡςἀμορφωθέντος τοῦ προσώπου τοῖς δάκρυσι. Τὸ δὲ ἀχρεῖόν φασιν οἱ παλαιοὶ παρὰμὲν τοῖς Ἀττικοῖς προπαροξύνεσθαι ἀναβιβασμῷ τόνου ὡς σύνθετον, παρὰ δὲτῷ ποιητῇ προπερισπᾶσθαι κανόνι τοιούτῳ. Τὰ ἔχοντα τὸ ˉα ἐν τῇ πρώτῃσυλλαβῇ ἐπιφερομένων δύο συμφώνων μετὰ διφθόγγου προπερισπᾶται, οἷονἀνδρεῖος, Ἀργεῖος, ἀχρεῖος. [Τοὺς δέ γε ἄλλως προπερισπῶντας τὸ ἀχρεῖος, ἐπεὶἀχρήϊος λέγεται παρ' Ἡσιόδῳ–ἡ δὲ ὀξεῖα, φασί, καὶ ἡ περισπωμένη συνίζουσαι περισπωμένην ποιοῦσιν–αἰτιᾶται Ἡρωδιανὸς λέγων, ὡς οὐκ ἀεὶ τοῦτο, 1.332 καθὰ δῆλον ἐκ τοῦ Ἀρήϊος Ἄρειος, βασιλήϊος βασίλειος, αὐλιζομενάων αὐλιζομένων. διό, φησί, τὸ ἀχρεῖος εἴτε παρὰ τὴν χρείαν εἴτε παρὰ τὸ χρέοςπροπαροξύνεσθαι ὀφείλει. ὃ δηλαδὴ καὶ ἐποίουν οἱ Ἀττικοί, ὡς καὶ ἐν τῷἐρῆμον καὶ ἑτοῖμον, τοῖς Ὁμηρικοῖς· καὶ αὐτὰ γὰρ οἱ νεώτεροι Ἀττικοὶ ἀναλόγως παρώξυναν, ὥς φησιν Ἡρωδιανός. ὅτι δὲ οὐδὲ τὸ αἰζήϊος συντελεῖ τι εἰςτὸ προπερισπᾶσθαι τὸ αἰζηός, ὀξύνεται γὰρ πρὸς ἀναλογίαν τοῦ νηός καὶ πηόςκαὶ τῶν ὁμοίων, δηλοῦται ἀλλαχοῦ. εἰ δὲ καὶ Ζεὺς Ἄθῳος προπαροξυτόνως ὁ ἐντῷ Ἄθῳ τιμώμενος μετὰ προσγραφῆς τοῦ ἰῶτα πρὸς διαστολὴν τοῦ ἀθῷος ὁἀζήμιος, οὐδὲ ἐκεῖ ἄρα ἡ διάλυσις τοῦ ἀθώϊος συνετέλεσεν εἰς προπερισπασμόν,ὁποῖος γίνεται ἐν τῷ πατρώϊος πατρῷος, Μινώϊος Μινῷος καὶ τοῖς ὁμοίοις.] Σημείωσαι δὲ ὅτι τοῦ ἀχρεῖος τὸ ἁπλοῦν εὕρηται παρὰ τῷ εἰπόντι τὸ «ἀνὴρεἰς οὐδὲν χρεῖος», ἤτοι χρειώδης εἰς οὐδέν. εἰ γοῦν χρεῖος ὁ χρειώδης, δῆλονὡς ἀχρεῖος ὁ μὴ χρειώδης. Τὸ δὲ ἀπομόρξατο ἐκ τοῦ μόργω γίνεται ῥήματος,ὅπερ κατὰ ὁμοιότητα τοῦ ἄχνυμαι προσλήψει τοῦ ˉν γίνεται μόργνω, ἐξ οὗμοργνύω, ἀφ' οὗ μόργνυμι· ἐξ οὗ τὸ ἀπομόργνυται καὶ τὰ ὅμοια. ἐκ δὲ τοῦμόργω γίνεται σύνθετον τὸ ἀπομόργω, ἐξ οὗ τὸ ἀπόμοργμα. τὸ δὲ μόργω ἐκ τοῦἀμέργω, τὸ ἐκπιέζω, κατὰ τοὺς παλαιούς, ἐξ οὗ καὶ ἀμόργη, ἡ τοῦ ἐλαίουὑποστάθμη, καὶ τὸ ἀμέλγω Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 212

κατὰ ἐναλλαγὴν ἀμεταβόλου τοῦ ˉρ εἰς ἀμετάβολοντὸ ˉλ, ὡς ποδαργία ποδαλγία, κεφαλαργία κεφαλαλγία. εἴη ἂν οὖν ἀπομόργεσθαικαὶ ἀπομόργνυσθαι κυρίως τὸ ἐκπιέζειν, ὅθεν ἀπεμόρξατο δάκρυον ἀντὶ τοῦἐξέθλιψε καὶ οἷον ἐκπιέσας ἀπήγαγε τοῦ ὀφθαλμοῦ. τοῦ δὲ μόργω καὶ μόργνυμικοινότερον ἐκ πλεονασμοῦ τοῦ ˉο παρὰ τοῖς μεθ' Ὅμηρον τὸ ὀμόργω καὶὀμόργνυμι. Ὡς δὲ πλεονάζει τὸ ˉο ἐν πολλοῖς, οὐκ ἄδηλον. οὕτω γὰρ ἐκ τοῦνύσσω νύξω ὁ ὄνυξ, καὶ ἐκ τοῦ τλῶ ὄτλος, ἡ κακοπάθεια, καὶ ὀδύνη παρὰ τὸδύνω. εὑρίσκεται δὲ καὶ τὸ ὀδύρεσθαι δύρεσθαι. [Εὕρηται δὲ καὶ ὁ Ὀβριάρεως καθ' ὅμοιον πλεονασμόν. δοκεῖ δέ τισι τοιοῦτον εἶναι καὶ τὸ Ἰλεύς, Ὀϊλεύς,1.333 καὶ τὸ ὀδάξ, ὅ ἐστι δηκτικῶς. εἰ δέ τῳ δόξειε ταὐτὸν εἶναι εἰπεῖν ὀμόργειν καὶἀμέργειν, ἔχεται λόγου καὶ αὐτό· οὕτω γὰρ τὰς ἀσταφίδας καὶ ὀσταφίδαςφαμὲν καὶ τὸν ἀστακὸν ὀστακόν.] (ῃ. 270) Τὸ δέ «οἳ δὲ καὶ ἀχνύμενοί περἐπ' αὐτῷ ἡδὺ γέλασαν» σχῆμά ἐστιν ἀμφιβολίας. οἱ μὲν γάρ φασιν, ὅτι ἀχνύμενοίπερ ἐπ' αὐτῷ ὡς πληγέντι, ὅμως διὰ τὸ ἀχρεῖον τοῦ βλέμματος γαληνιάσαντεςἡδὺ ἐγέλασαν, ὅπερ οὐκ ἂν εὖ ἔχοι. πῶς γὰρ ἄχθονται δι' αὐτόν, οἳ αὐτῷἐκπάγλως κοτεόντο καὶ ἐνεμέσων, ὡς εἶπεν ὁ ποιητής. Ἕτεροι δέ φασι κάλλιον,ὅτι καίτοι ἀχνύμενοι ἐπὶ τῇ ἀναβολῇ τῆς ἀνακομιδῆς, ἤγουν ἐπὶ τῇ ἀργίᾳ τοῦνόστου, ὅμως ἐπ' αὐτῷ ἡδὺ ἐγέλασαν· ἐπ' αὐτῷ δέ, ἢ τῷ Θερσίτῃ ἢ τῷ ἀχρείῳτοῦ βλέμματος. [(ῃ. 271) Ὅτι καθὰ ἐξ ἀφορμῆς ἀορίστου τοῦ ἔθρεξα καὶὁμόκλησα καὶ τῶν ὁμοίων γίνεται τὸ θρέξασκε καὶ ὁμοκλήσασκε καὶ ἄλλαὅμοια, οὕτω καὶ ἀπὸ τρίτων ἑνικῶν τοῦ εἶπεν, ἔρεζεν, ἦρδεν, ὅ ἐστιν ἔθυε,παράγεται τὸ εἴπεσκε, ῥέζεσκεν, ἔρδεσκε καὶ ἕτερα τοιαῦτα, ὧν αἱ θεματικαὶπαραγωγαὶ διὰ τοῦ ˉεˉσˉκˉω εἰσιν] (ῃ. 271–3) Ὅτι ἔθος ἔχει ὁ ποιητὴς καὶ ἠθοποιΐας παρενσπείρειν τῇ ποιήσει καὶ αὐτὰς πῇ μὲν ἀπό τινος ὡρισμένουπροσώπου γυμνάζων, ποίους ἂν εἴποι λόγους τόδε ἢ ἐκεῖνο τὸ πρόσωπον,πῇ δὲ ἐπὶ πλήθους ἀορίστως, ὅτε καὶ εἴωθεν οὔτε πολυλογεῖν καὶ τὴν εἰσβολὴνδὲ οὕτω ποιεῖν· «ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων» ἤ «ὧδε δέ τιςεἴπεσκεν Ἀχαιῶν τε Τρώων τε» ἤ «ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον»,ὥσπερ δὴ καὶ ἐνταῦθα ἐπὶ τῶν Ἑλλήνων εἰπὼν ἐπάγει κατὰ λόγον συντομίαςἐκεῖνα εἰπεῖν τοὺς Ἕλληνας· «ὢ πόποι, ἦ δὴ μυρία Ὀδυσσεὺς ἐσθλὰ ἔοργε βουλάς τ' ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων». Τοῦτο δὲ πρέποι ἂν εἰςἐγκώμιον παντὸς ἀνδρὸς φρονίμου τε καὶ ἀνδρείου. καὶ σημείωσαι καὶ νῦν ὅτιτοῦτο ἦν, ᾧ διέφερεν Ὀδυσσεὺς τοῦ Νέστορος, βουλευτὴς μὲν γὰρ ἀγαθὸς καὶ ὁ Νέστωρ, οὐ μὴν ἄρτι καὶ πολεμιστής. (ῃ. 274 ς.) Εἶτά φασιν οἱ Ἀχαιοὶ καὶ ὅτι «νῦν δὲ τόδε μέγ' ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν, ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχεν ἀγοράων». καὶ ὅρα ὅπως μισοῦσι μὲν τὸν Θερσίτην οἱ Ἕλληνες,φιλοῦσι δὲ τὸν Ὀδυσσέα, καὶ ὅπως φιλαλήθεις εἰσίν, οἳ καὶ ἀχνύμενοι ὅμως οὐκἀποκρύπτουσι τὸν τοῦ Ὀδυσσέως ἔπαινον. λέγουσι δὲ καὶ ὅτι οὐκ ἂν εἰσαῦθιςτὸν Θερσίτην ἀναπείσῃ θυμὸς ἀγήνωρ νεικεῖν τοὺς βασιλεῖς. τοῦτο δὲ λέγει ὁ 1.334 ποιητὴς ἀναφωνῶν, ὡς οὐκέτι οὐδαμοῦ μεμνήσεται τοῦ Θερσίτου, ἀχρείουἀνθρώπου καὶ οὐδὲν τῇ αὐτοῦ ποιήσει προσήκοντος, ἐπεὶ μηδὲ παίζειν ἐθέλεικαὶ συχνὰ γελωτοποιεῖν. οὐ γὰρ κόσμου χάριν οὐδὲ ὕψους τοῦ ἐν λόγῳ τὸ τοῦ Θερσίτου παρενέθετο ἐπεισόδιον ὁ ποιητής, ὁποῖα πολλὰ ποιεῖ, ἀλλὰ χάρινἱστορικῆς τινος μεθόδου, ἣν ἀνύσας οὐκέτι δεύτερον αὐτῇ χρήσεται. καὶ ἴσωςδιὰ τοῦτο ἐποίησε τὸν Ὀδυσσέα πληγὴν ἐπεντρίψαντα τῷ Θερσίτῃ αὐτίκα νῦν.εἰ γὰρ καὶ ὑπέσχετο ἄλλοτε τοῦτο ποιήσειν, ἀλλ' ὁ Θερσίτης οὐκέτι λαλήσει·οὐκοῦν οὐδὲ πληγήσεται. πληκτέον ἄρα τὸν ἀδόλεσχον πρὸς τὸ παρόν, ἵνα μηδέντι ἀτιμίας ἐλλείπῃ αὐτῷ μήτε τῆς ἐν λόγοις μήτε τῆς ἐν ἔργοις. (ῃ. 272) Τὸδέ «ὢ πόποι» φανερῶς ἐνταῦθα ἐπὶ θαύματος κεῖται· θαυμάζοντες γὰρ Ἕλληνεςτὸν Ὀδυσσέα τὸ «ὢ πόποι» φασί. Τὸ δέ «ἔοργε», καθὰ καὶ προεγράφη, μέσοςπαρακείμενός ἐστιν ἀπὸ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 213

ὄγκωσις. φησὶ γοῦν· «σμῶδιγξ ἐξυπανέστη», ἤγουν κάτωθενεἰς εὐθὺ ὑψώθη. δηλοῖ γάρ,

φασίν, ἐνταῦθα ἡ μὲν ὑπό πρόθεσις τὸ κάτωθεν, ἡ δὲ 1.331 ἔξ τὸ εἰς εὐθύ, ἡ δὲ ἀνά τὸ

ὕψος, ὡς καὶ ἐν τῷ ὑπεξαναδύς καὶ τοῖς ὁμοίοις.Ἰστέον γὰρ ὅτι οὐδαμοῦ στοιβὴν

προθέσεων μάτην οὕτω τίθησιν ὁ ποιητής, ἀλλ'ἑκάστη τῶν συγκειμένων προθέσεων

σημαίνει τι, ὡς καὶ ὅτε εἴπῃ ἡμιόνουςὑπεκπρολυθῆναι ἀπήνης. καὶ ἐκεῖ γὰρ ἡ μὲν ὑπό

πρόθεσις τὴν κάτω σχέσινδηλοῖ, ἡ δὲ ἔξ τὴν ἐκτός, ἡ δὲ πρό τὴν ἐπὶ τὰ ἔμπροσθεν, ἵνα

λέγῃ ὅτι κάτωθεντοῦ ζυγοῦ ὄντας ἔξω ποιήσαντες ζυγοῦ προελθεῖν εἰς νομὴν ἐποίησαν.

ὡς δὲ τὸσιμόν καὶ ἐπὶ ταπεινότητος τίθεται τῆς κατὰ κοιλότητα, δηλωθήσεται,

ὅπουνῆες πρόκροσσαι λέγονται. ὅτι δὲ τὸ σμῶδιγξ, καθὰ καὶ τὸ σμερδαλέον καὶ

τὸσμικρόν, διὰ τοῦ ˉζ εἶχον τὴν προφορικὴν ἀρχὴν πάλαι ποτὲ διὰ τὸ παρεοικὸς

τοῦἤχου, δηλοῦσιν οἱ παλαιοί, ὧν ἐν ῥητορικοῖς Λεξικοῖς τοῖς κατὰ στοιχεῖονκεῖται καὶ

ταῦτα ἐν τῷ ˉζ στοιχείῳ· ζμινύη ὁτὲ τὸ σκαφεῖον, ὁτὲ ἀξινάριον·οἱ δὲ δίκελλαν. καὶ

ζβέσαι τὸ παῦσαι, λῆξαι, κοιμίσαι. καὶ ζβεννυμενάων αἰγῶν,ληγουσῶν. καὶ ζμῶσαι τὸ

πατάξαι. Αἴλιος δὲ ∆ιονύσιός φησιν, ὅτι ζμικρὸν καὶμικρὸν οἱ Ἀττικοί, μικκὸν δὲ Ἴωνες.

οὕτω δὲ γράφουσι καὶ τὸ ζμῆγμα καὶ τὴν ζμινύην, ἣν καὶ αὐτὸς ἀξινάριον λέγει φέρων

καὶ χρῆσιν Ἀριστοφάνους ταύτην·»ἀλλ' ἱμάντα μοι δὸς καὶ σμινύην, ἐγὼ γὰρ εἶμ' ἐπὶ

ξύλα». Εἰς δὲ τὴν τοῦ Θερσίτου πληγὴν καὶ τοιοῦτόν τι γράφουσιν οἱ παλαιοί· ὅτι ὁ μὲν

εὐφυὴςνουθεσίαις ῥυθμίζεται· ὁ δὲ ἄκοσμος μέν, εὖ δὲ ἔχων τὰ εἰς σῶμα,

βασάνοιςκολάζεται καὶ χρημάτων εἰσφοραῖς· ὁ δὲ λελωβημένος, οἷος ὁ

Θερσίτης,βραχείᾳ πληγῇ καὶ μεθ' ὅρκων ἀπειλῇ σωφρονίζεται. (ῃ. 269) Τὸ δέ

«ἀχρεῖονἰδών» οὐχ' ὅμοιον τῷ τὴν Πηνελόπην ἀχρεῖον γελάσαι, ἀλλ' ἐκεῖ μὲν

ἀχρεῖοντὸ ἐπίπλαστον καὶ ὑποκεκριμένον, ἐνταῦθα δὲ ἀχρεῖον ἰδεῖν τὸ

ἀκαίρωςὑποβλέψαι καὶ ἐπ' οὐδεμιᾷ χρείᾳ, ἢ ἀντὶ τοῦ μιμοειδὲς καὶ ἀχρειοποιόν,

ὡςἀμορφωθέντος τοῦ προσώπου τοῖς δάκρυσι. Τὸ δὲ ἀχρεῖόν φασιν οἱ παλαιοὶ παρὰμὲν

τοῖς Ἀττικοῖς προπαροξύνεσθαι ἀναβιβασμῷ τόνου ὡς σύνθετον, παρὰ δὲτῷ ποιητῇ

προπερισπᾶσθαι κανόνι τοιούτῳ. Τὰ ἔχοντα τὸ ˉα ἐν τῇ πρώτῃσυλλαβῇ ἐπιφερομένων

δύο συμφώνων μετὰ διφθόγγου προπερισπᾶται, οἷονἀνδρεῖος, Ἀργεῖος, ἀχρεῖος. [Τοὺς

δέ γε ἄλλως προπερισπῶντας τὸ ἀχρεῖος, ἐπεὶἀχρήϊος λέγεται παρ' Ἡσιόδῳ–ἡ δὲ ὀξεῖα,

φασί, καὶ ἡ περισπωμένη συνίζουσαι περισπωμένην ποιοῦσιν–αἰτιᾶται Ἡρωδιανὸς

λέγων, ὡς οὐκ ἀεὶ τοῦτο, 1.332 καθὰ δῆλον ἐκ τοῦ Ἀρήϊος Ἄρειος, βασιλήϊος βασίλειος,

αὐλιζομενάων αὐλιζομένων. διό, φησί, τὸ ἀχρεῖος εἴτε παρὰ τὴν χρείαν εἴτε παρὰ τὸ

χρέοςπροπαροξύνεσθαι ὀφείλει. ὃ δηλαδὴ καὶ ἐποίουν οἱ Ἀττικοί, ὡς καὶ ἐν τῷἐρῆμον

καὶ ἑτοῖμον, τοῖς Ὁμηρικοῖς· καὶ αὐτὰ γὰρ οἱ νεώτεροι Ἀττικοὶ ἀναλόγως παρώξυναν,

ὥς φησιν Ἡρωδιανός. ὅτι δὲ οὐδὲ τὸ αἰζήϊος συντελεῖ τι εἰςτὸ προπερισπᾶσθαι τὸ

αἰζηός, ὀξύνεται γὰρ πρὸς ἀναλογίαν τοῦ νηός καὶ πηόςκαὶ τῶν ὁμοίων, δηλοῦται

ἀλλαχοῦ. εἰ δὲ καὶ Ζεὺς Ἄθῳος προπαροξυτόνως ὁ ἐντῷ Ἄθῳ τιμώμενος μετὰ

προσγραφῆς τοῦ ἰῶτα πρὸς διαστολὴν τοῦ ἀθῷος ὁἀζήμιος, οὐδὲ ἐκεῖ ἄρα ἡ διάλυσις

τοῦ ἀθώϊος συνετέλεσεν εἰς προπερισπασμόν,ὁποῖος γίνεται ἐν τῷ πατρώϊος πατρῷος,

Μινώϊος Μινῷος καὶ τοῖς ὁμοίοις.] Σημείωσαι δὲ ὅτι τοῦ ἀχρεῖος τὸ ἁπλοῦν εὕρηται

παρὰ τῷ εἰπόντι τὸ «ἀνὴρεἰς οὐδὲν χρεῖος», ἤτοι χρειώδης εἰς οὐδέν. εἰ γοῦν χρεῖος ὁ

χρειώδης, δῆλονὡς ἀχρεῖος ὁ μὴ χρειώδης. Τὸ δὲ ἀπομόρξατο ἐκ τοῦ μόργω γίνεται

ῥήματος,ὅπερ κατὰ ὁμοιότητα τοῦ ἄχνυμαι προσλήψει τοῦ ˉν γίνεται μόργνω, ἐξ

οὗμοργνύω, ἀφ' οὗ μόργνυμι· ἐξ οὗ τὸ ἀπομόργνυται καὶ τὰ ὅμοια. ἐκ δὲ τοῦμόργω

γίνεται σύνθετον τὸ ἀπομόργω, ἐξ οὗ τὸ ἀπόμοργμα. τὸ δὲ μόργω ἐκ τοῦἀμέργω, τὸ

ἐκπιέζω, κατὰ τοὺς παλαιούς, ἐξ οὗ καὶ ἀμόργη, ἡ τοῦ ἐλαίουὑποστάθμη, καὶ τὸ ἀμέλγω

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

212

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!