Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ὑπερθέσεως καταβιβασμὸς εἰς σύγκρισιν, ὡς δῆλον ἐκ τοῦ λαλίστερος,ὃ παρειλκῦσθαι δοκεῖ ἐκ τοῦ λάλιστος. ἔτι δὲ καὶ ἐπίτασις ὑπερθέσεως ἐν τῷκλέπτιστος κλεπτίστατος, λάλιστος λαλίστατος, κύδιστος κυδίστατος παρὰ Νικάνδρῳ, οἷς συντακτέον καὶ τὸ κορυφαῖος κορυφαιότατος. διπλῆς δὲ συγκρίσεως παράδειγμα, κωμικὸν μέντοι, καὶ τὸ προτεραίτερος, ὅ ἐστι πρότερος. 1.328 ὥσπερ δὲ διπλοῦται ὁ σχηματισμὸς ἐν τοῖς εἰρημένοις, οὕτω ποτὲ πάσχει καὶἐν κτητικοῖς. ∆ημήτρειος γοῦν φαμεν καὶ ∆ημητρειακὸς καὶ Σάμιος καὶ Σαμιακὸς καὶ Ῥόδιος καὶ Ῥοδιακὸς καὶ ἕτερα ὁμοίως.] (ῃ. 258) Ὅτι πολλάκιοἱ ῥήτορες τὸ «ὡς» οἷα παρέλκον τίθενται, οἷον πρᾶγμα εὖ τε καὶ ὡς ἑτέρωςἔχον ἀντὶ τοῦ καὶ ἑτέρως ἔχον. δέδωκε δὲ καὶ τούτου Ὅμηρος τὴν ἀρχὴνεἰπών· «εἴ σε ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε», ἀντὶ τοῦ «ἐάν σε εὕρωοὕτως ἀφραίνοντα» εἰ μὴ ἄρα τὸ ὡς ἀντὶ τοῦ λίαν ἐστί. καὶ ἐπὶ ἄλλων δὲτοῦτο γίνεται λέξεων, ὡς πρὸ ὀλίγου δεδήλωται. (ῃ. 259 ς.) Ὅτι μέλλωνεἰπεῖν ὁ Ὀδυσσεύς, ὡς ἐὰν μὴ τόδε ποιήσω, μηκέτι ζῴην μήτ' ἐγὼ μήτε ὁυἱός μου Τηλέμαχος, οὕτω περιφράζει· «μηκέτ' ἔπειτ' Ὀδυσῆϊ κάρη ὤμοισινἐπείη, μηδέ τι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην». τούτων γὰρ τὸ μὲνπρῶτον ἐπαρᾶται στρατιωτικώτερον τὸν ἐκ πολέμου θάνατον, τὸ δὲ ἐφεξῆςτὸν τοῦ υἱοῦ θάνατον δηλοῖ· Τηλεμάχου γὰρ θανόντος οὐκέτι πατὴρ ὁ Ὀδυσσεύς. Κάρη δὲ ἐνταῦθα τὴν κεφαλὴν ἔφη σὺν τῷ αὐχένι· οὕτω γὰρ τοῖς ὤμοιςἐπεῖναι ἡ κεφαλὴ λεχθήσεται. (ῃ. 261–4) Ὅτι καὶ πάλιν ὁ Θερσίτης φαίνεταιμὴ βασιλεὺς εἶναι, ἀφ' ὧν ὁ Ὀδυσσεὺς λέγει. φησὶ γάρ· «τάδε πάθοιμι», ὡςπροεγράφη, «εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω, χλαῖνάν τ' ἠδὲχιτῶνα, τά τ' αἰδῶ ἀμφικαλύπτει, σὲ δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω πεπληγώς». ∆ῆλον γὰρ ὅτι οὐκ ἂν οὕτως ἀπρεπῶς ἀπεκδῦσαι καὶ πλῆξαι ἔνδοξονἄνδρα ἠπειλήσατο. (ῃ. 262) Ἰστέον δὲ ὅτι τὸ «χλαῖνάν τε καὶ χιτῶνα» ἐφερμηνευτικόν ἐστι τοῦ εἵματα, ἅπερ φίλα λέγει, ὡς ἄν τις εἴποι οἰκεῖα. Ὡς ἐπὶπολὺ δὲ συγγενικῆς καὶ ἑταιρικῆς οἰκειότητος ἡ λέξις δηλωτική, ὡς μυριαχοῦφανήσεται. Αἰδῶ δὲ ὀνομάζει, ὥς που καὶ ἐπὶ Πριάμου, τὰ παρὰ τοῖς ὕστεροναἰδοῖα. Καὶ ὅρα ὅτι ὁμώνυμος λέξις καὶ ἡ αἰδώς· οὐ γὰρ μόνον τὸ ἐπαινετὸνπάθος τῆς ψυχῆς, ὃ καὶ αἰσχύνη λέγεται κοινότερον κατὰ τὸ «αἰσχύνομαί σεπροσβλέπειν ἐναντίον», ἤγουν αἰδοῦμαι, ἀλλ' ἰδοὺ καὶ σώματος μόριον. Τὸ δέ»ἃ αἰδῶ ἀμφικαλύπτει» περιφραστικῶς εἶπεν· οὐ γὰρ ἔκειτο ἴσως μία λέξιςδηλωτικὴ τοῦ καλύμματος τῆς αἰδοῦς, ὅπερ οἱ Ῥωμαῖοι μὲν βράκαν φασίν,ἕτεροι δὲ ἀναξυρίδα ἐκ τοῦ ἀνασύρεσθαι. Τὸ δὲ ἀμφικαλύπτει δηλοῖ μὲν τὸπάντοθεν καλύπτει· ἑρμηνεύεται δὲ ἢ παραφράζεται ὑπὸ Εὐριπίδου ἐν τῷ»κρύπτουσα, ἃ κρύπτειν ὄμματα χρεών», τὰ τῶν ἀρσένων, ὡς ἐκεῖνός φησιν·ὡς δέ τις ὕστερον παρῴδησε, τὰ τῶν ἀνθρώπων. Σημείωσαι δὲ ὅτι ἀπειλησάμενος Ὀδυσσεὺς πλῆξαι τὸν Θερσίτην καὶ μηδένα ἰδὼν δυσχεράναντα εὐθὺς 1.329 ἐπιτίθησι καὶ πληγὴν καὶ ποιεῖ οὐχ' ὅλον αὐτὸ ἐκεῖνο τὸ ἀπειληθέν, ἀλλὰμικρόν τι καὶ φορητότερον· οὐ γὰρ ἀπεκδύει, ὡς ἠπειλήσατο, φοροῦντα δὲ τὰεἵματα πλήττει. φησὶν οὖν ὁ ποιητής· (ῃ. 265 ς.) «ὣς ἂρ ἔφη· σκήπτρῳ δὲμετάφρενον ἠδὲ καὶ ὤμω ἔπληξεν», ὡς οἷά τινα μαστιγίαν· ἐπεὶ καὶ νωτοπλῆγαοἱ παλαιοὶ ῥήτορες τὸν μαστιγίαν φασί. καὶ οὐδὲ πληγὰς πολλάς, ἀλλὰ μίανἐπιτίθησιν. εἶτα διασκευάζων τὸν λόγον πρὸς τὸ γελοιῶδες καὶ κωμικώτερον,οὕτω διαγράφει τὰ κατὰ τὸν Θερσίτην· (ῃ. 266–70) «ὃ δ' ἰδνώθη, θαλερὸν δέοἱ ἔκπεσε δάκρυ». μεθὸ εἰπών, ὅτι «σμῶδιγξ δ' αἱματόεσσα μεταφρένουἐξυπανέστη σκήπτρου ὑπὸ χρυσέου», θρασύδειλον χαρακτηρίζει τὸν Θερσίτηνἐπαγαγών· «ὃ δ' ἂρ ἕζετο τάρβησέν τε». εἶτα πάλιν τὸ γελοῖον ἐπάγων φησίν·»ἀλγήσας δέ, ἀχρεῖον ἰδών, ἀπεμόρξατο δάκρυ», ὅπερ ἰδόντες Ἕλληνεςδιεχέθησαν γελάσαντες ἐφ' οἷς ἐκεῖνος ἐδάκρυε. λέγει οὖν· «Οἳ δὲ καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 210

ἀχνύμενοίπερ ἐπ' αὐτῷ ἡδὺ γέλασαν». κατὰ γὰρ τοὺς παλαιοὺς καλὸν μὲν πρόσωπονοὐκ ἀχρειοῦται δάκρυσι, τὸ δὲ μὴ καλὸν αἴσχιον ἐν τῷ δακρύειν γίνεται. διόπερὁ Θερσίτης παναισχὴς ὢν καὶ αὐτόθεν γέλωτα προκαλούμενος ἔτι μᾶλλονγελοῖος ἐν τῷ δακρύειν ἄρτι γίνεται καὶ ὥσπερ τὰ παρ' αὐτῷ σπουδαῖα γελοῖαἦσαν τοῖς Ἀχαιοῖς, οὕτω καὶ τὸ δάκρυον αὐτοῦ προκαλεῖται τοῖς Ἕλλησι γέλωτα. καὶ αὐτὸς μὲν ἐμβλέπει τοῖς Ἕλλησιν, ἵνα τε γνοίη, πῶς ἐπ' αὐτῷδιάκεινται, καὶ ἅμα καὶ βοήθειαν προκαλέσηται. οἱ δὲ τοσοῦτον ἀπέχουσιν,ὧν ἐκεῖνος ἐθέλει, ὥστε ἐπεγγελῶσιν. οὔτε δὲ ἂν ἐπλήγη οὔτε κατεγελάσθη,ἐὰν μὴ τῶν τυχόντων ἦν, ὡς προείρηται. Σημείωσαι δὲ καὶ ὅτι, εἰ μὴ ἐνέβλεψετρανές, ἀλλ' ὑπέκρυπτε τὸ πρόσωπον, οὐκ ἂν ἐγελάσθη. νῦν δὲ ἀφ' οὗ ἐσπούδασεν, ἐξ ἐκείνου γελοῖος ἔδοξε. Σκοπητέον δὲ ἐξ οἵων εἰς οἷα τὰ τῆς περιπετείαςκατήντησαν. οἱ γὰρ διὰ τὴν τοῦ νόστου ἔφεσιν πρὸ μικροῦ σκυθρωπάζοντεςοὐ μόνον παύονται τῆς λύπης ἄρτι καὶ τοῦ νόστου λανθάνονται, ἀλλὰ καὶγελῶσι, καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ ἡδὺ γελῶσιν. Ὅρα δὲ καὶ ὅπως ἐν μεγάλῳκινδύνῳ καὶ στάσει σφοδρᾷ καὶ δυσμεταχειρίστῳ πολλαῖς ὁ ποιητὴς ἐχρήσατολύσεσιν, Ἀθηνᾶς παρουσίᾳ, δημηγορίαις ἀνδρὸς λογίου, ἀπειλαῖς, πληγαῖς, ἤδηδὲ καὶ γέλωτι. γέλωτος δὲ μεσολαβοῦντος οὐδαμοῦ σκυθρωπότης, εἰ μή τιςγελῴη σαρδάνιον, ὡς ἐν Ὀδυσσείᾳ εὕρηται, οὗ πρὸς ἀντιδιαστολὴν ἐνταῦθακεῖται τὸ «ἡδὺ ἐγέλασαν». (ῃ. 265) Μετάφρενον δὲ λέγεται τὸ ἀπὸ αὐχένος ἕωςὀσφύος, μᾶλλον δὲ τὸ ἀντικρὺ ὄπισθεν τῶν φρενῶν, ὡς ἀλλαχοῦ φανήσεται.(ῃ. 266) Ἰδνωθῆναι δέ ἐστι τὸ συγκαμφθῆναι καὶ γίνεται ἀπὸ τοῦ τὸ ἰνίονδονηθῆναι μετατεθέντος τοῦ ˉδ ὀπίσω τοῦ ˉν. ἔστι δὲ ἰνίον τὸ ὀπίσω τῆς κεφαλῆς, 1.330 οὗ συμπίπτοντος ἐπὶ τὸ κάτω καὶ συσπωμένου πρὸς τοῖς ὤμοις ἰδνοῦσθαιλέγεται ὁ τοῦτο πάσχων. Τινὲς δὲ ἰδνωθῆναι τὸ ἀνακλασθῆναι νοοῦσιν ἀπὸ τῆςαὐτῆς ἐτυμολογίας, ἵνα πλέον, φασί, προκύψῃ τὸ τοῦ στήθους κυρτὸν καὶσυμπράξῃ τι πρὸς γέλωτα. καὶ ἄλλως δὲ τὸ ἰδνώθη ἀντὶ τοῦ οἷον συνίζησίντινα ἔπαθεν, ἀπὸ τοῦ ἵζω τραπέντος τοῦ ˉζ εἰς ˉδ κατὰ τὴν ἤδη προρρηθεῖσανσυγγένειαν τῶν τοιούτων στοιχείων καὶ πλεονάσαντος καὶ τοῦ νῦ, ὡς ἐπὶ τοῦοἰχνῶ καὶ ἰκνῶ καὶ τῶν ὁμοίων. τὸ δὲ ἰδνώθη εὑρεθήσεται καὶ ἐν τοῖς ἑξῆς, ὅτεπου δράκοντα ἐρεῖ ἰδνωθέντα δακεῖν τὸν ἀετόν. Τὸ δέ «ἔκπεσε δάκρυ» δαψίλειαν δηλοῖ τοῦ ὑγροῦ. τινὲς δὲ γράφουσιν «ἔκφυγε δάκρυ», ἤτοι ταχέωςἐξέδραμε. Θαλερὸν δὲ δάκρυον ἢ τὸ ἀκμαῖον ἢ τὸ ἔνικμον ἐκ μεταφορᾶς τῶνθαλλόντων φυτῶν. Ἰστέον δὲ ὅτι, ἐπεὶ τὰ κυρίως θάλλοντα καὶ ἁπαλά εἰσι, διὰτοῦτο καὶ τέρεν δάκρυόν που λέγεται τὸ ἁπαλόν. ἐπεὶ δὲ καὶ χλωρά εἰσι τὰθάλλοντα καὶ ὑγρότητα ἔχει πλείω, διὰ τοῦτο καὶ ὑγρὸν δάκρυον καὶ χλωρὸν ὁ Εὐριπίδης φησί. Σοφοκλῆς δὲ ἐν Τραχινίαις χλωρὰν ἄχνην δακρύων ἔφη.[̓Ιστέον δὲ ὅτι τὸ δάκρυ ἀποκοπὴν παθὸν ἐκ τοῦ δάκρυον οὐκέτι κινεῖται εἰςκλίσιν, ὡς οὐδὲ τὸ δῶ ἤτοι δῶμα, οὐδὲ τὸ κρῖ, ὅ ἐστι κρίμνον, οὐδὲ τὸ ἧλ, ὅπερἐστὶν ἧλος, οὐδ' ὅσα ἕτερα τοιαῦτα. ὡς γὰρ οὐκ ἂν ὑπόπουν ζῷον βαδίζοι τῶνποδῶν αὐτῷ ἀποκοπέντων, οὕτω πως οὐδὲ λέξις ἀποβαλοῦσα τὴν λήγουσανἔχοι ἂν κινεῖσθαι εἰς κλίσιν. δῆλον δὲ ὡς ἐκ τοῦ δάκνειν γίνεται τὸ δάκρυον.](ῃ. 267) Σμῶδιγξ δὲ ὁ ὕφαιμος μώλωψ. ὑποτρέχοντος γάρ, φασίν, αἵματοςκατ' ὀλίγον ἐξῴδηκεν, ὅπερ διὰ τοῦ ἐξυπανέστη δηλοῦται, ὡς μετ' ὀλίγαεἰρήσεται. καὶ γίνεται ἀπὸ τοῦ σμῶξαι, ὥς φασιν οἱ παλαιοί, ὅπερ κατὰ διάλεκτοντὸ πλῆξαι δηλοῖ, ἢ ἀπὸ τοῦ μῶλος, ἡ κακοπάθεια, τροπῇ τοῦ ˉλ εἰς ˉδ, ἢ οἱονεὶαἱμῶδιγξ ἤγουν ὕφαιμος οἴδησις, ὃ τάχα καὶ ὁ ποιητὴς ὑπεμφαίνει ἐν τῷ»αἱματόεσσα ἐξυπανέστη», ὅ ἐστιν οἴδησε. δύναται δὲ καὶ ἀπὸ τοῦ σιμοῦγενέσθαι καὶ τῆς οἰδήσεως συγκοπῇ καὶ ἐκτάσει τοῦ ˉο τῆς διφθόγγου, ἵναεἴη σιμῶδιγξ, ἤγουν σιμοῦ καὶ κοίλου τινὸς σωματικοῦ μέρους καὶ ταπεινοῦοἴδησις, ὅ ἐστιν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 211

ἀχνύμενοίπερ ἐπ' αὐτῷ ἡδὺ γέλασαν». κατὰ γὰρ τοὺς παλαιοὺς καλὸν μὲν

πρόσωπονοὐκ ἀχρειοῦται δάκρυσι, τὸ δὲ μὴ καλὸν αἴσχιον ἐν τῷ δακρύειν γίνεται.

διόπερὁ Θερσίτης παναισχὴς ὢν καὶ αὐτόθεν γέλωτα προκαλούμενος ἔτι μᾶλλονγελοῖος

ἐν τῷ δακρύειν ἄρτι γίνεται καὶ ὥσπερ τὰ παρ' αὐτῷ σπουδαῖα γελοῖαἦσαν τοῖς Ἀχαιοῖς,

οὕτω καὶ τὸ δάκρυον αὐτοῦ προκαλεῖται τοῖς Ἕλλησι γέλωτα. καὶ αὐτὸς μὲν ἐμβλέπει

τοῖς Ἕλλησιν, ἵνα τε γνοίη, πῶς ἐπ' αὐτῷδιάκεινται, καὶ ἅμα καὶ βοήθειαν

προκαλέσηται. οἱ δὲ τοσοῦτον ἀπέχουσιν,ὧν ἐκεῖνος ἐθέλει, ὥστε ἐπεγγελῶσιν. οὔτε δὲ

ἂν ἐπλήγη οὔτε κατεγελάσθη,ἐὰν μὴ τῶν τυχόντων ἦν, ὡς προείρηται. Σημείωσαι δὲ καὶ

ὅτι, εἰ μὴ ἐνέβλεψετρανές, ἀλλ' ὑπέκρυπτε τὸ πρόσωπον, οὐκ ἂν ἐγελάσθη. νῦν δὲ ἀφ'

οὗ ἐσπούδασεν, ἐξ ἐκείνου γελοῖος ἔδοξε. Σκοπητέον δὲ ἐξ οἵων εἰς οἷα τὰ τῆς

περιπετείαςκατήντησαν. οἱ γὰρ διὰ τὴν τοῦ νόστου ἔφεσιν πρὸ μικροῦ

σκυθρωπάζοντεςοὐ μόνον παύονται τῆς λύπης ἄρτι καὶ τοῦ νόστου λανθάνονται, ἀλλὰ

καὶγελῶσι, καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ ἡδὺ γελῶσιν. Ὅρα δὲ καὶ ὅπως ἐν

μεγάλῳκινδύνῳ καὶ στάσει σφοδρᾷ καὶ δυσμεταχειρίστῳ πολλαῖς ὁ ποιητὴς

ἐχρήσατολύσεσιν, Ἀθηνᾶς παρουσίᾳ, δημηγορίαις ἀνδρὸς λογίου, ἀπειλαῖς, πληγαῖς,

ἤδηδὲ καὶ γέλωτι. γέλωτος δὲ μεσολαβοῦντος οὐδαμοῦ σκυθρωπότης, εἰ μή τιςγελῴη

σαρδάνιον, ὡς ἐν Ὀδυσσείᾳ εὕρηται, οὗ πρὸς ἀντιδιαστολὴν ἐνταῦθακεῖται τὸ «ἡδὺ

ἐγέλασαν». (ῃ. 265) Μετάφρενον δὲ λέγεται τὸ ἀπὸ αὐχένος ἕωςὀσφύος, μᾶλλον δὲ τὸ

ἀντικρὺ ὄπισθεν τῶν φρενῶν, ὡς ἀλλαχοῦ φανήσεται.(ῃ. 266) Ἰδνωθῆναι δέ ἐστι τὸ

συγκαμφθῆναι καὶ γίνεται ἀπὸ τοῦ τὸ ἰνίονδονηθῆναι μετατεθέντος τοῦ ˉδ ὀπίσω τοῦ

ˉν. ἔστι δὲ ἰνίον τὸ ὀπίσω τῆς κεφαλῆς, 1.330 οὗ συμπίπτοντος ἐπὶ τὸ κάτω καὶ

συσπωμένου πρὸς τοῖς ὤμοις ἰδνοῦσθαιλέγεται ὁ τοῦτο πάσχων. Τινὲς δὲ ἰδνωθῆναι τὸ

ἀνακλασθῆναι νοοῦσιν ἀπὸ τῆςαὐτῆς ἐτυμολογίας, ἵνα πλέον, φασί, προκύψῃ τὸ τοῦ

στήθους κυρτὸν καὶσυμπράξῃ τι πρὸς γέλωτα. καὶ ἄλλως δὲ τὸ ἰδνώθη ἀντὶ τοῦ οἷον

συνίζησίντινα ἔπαθεν, ἀπὸ τοῦ ἵζω τραπέντος τοῦ ˉζ εἰς ˉδ κατὰ τὴν ἤδη

προρρηθεῖσανσυγγένειαν τῶν τοιούτων στοιχείων καὶ πλεονάσαντος καὶ τοῦ νῦ, ὡς ἐπὶ

τοῦοἰχνῶ καὶ ἰκνῶ καὶ τῶν ὁμοίων. τὸ δὲ ἰδνώθη εὑρεθήσεται καὶ ἐν τοῖς ἑξῆς, ὅτεπου

δράκοντα ἐρεῖ ἰδνωθέντα δακεῖν τὸν ἀετόν. Τὸ δέ «ἔκπεσε δάκρυ» δαψίλειαν δηλοῖ τοῦ

ὑγροῦ. τινὲς δὲ γράφουσιν «ἔκφυγε δάκρυ», ἤτοι ταχέωςἐξέδραμε. Θαλερὸν δὲ δάκρυον

ἢ τὸ ἀκμαῖον ἢ τὸ ἔνικμον ἐκ μεταφορᾶς τῶνθαλλόντων φυτῶν. Ἰστέον δὲ ὅτι, ἐπεὶ τὰ

κυρίως θάλλοντα καὶ ἁπαλά εἰσι, διὰτοῦτο καὶ τέρεν δάκρυόν που λέγεται τὸ ἁπαλόν.

ἐπεὶ δὲ καὶ χλωρά εἰσι τὰθάλλοντα καὶ ὑγρότητα ἔχει πλείω, διὰ τοῦτο καὶ ὑγρὸν

δάκρυον καὶ χλωρὸν ὁ Εὐριπίδης φησί. Σοφοκλῆς δὲ ἐν Τραχινίαις χλωρὰν ἄχνην

δακρύων ἔφη.[̓Ιστέον δὲ ὅτι τὸ δάκρυ ἀποκοπὴν παθὸν ἐκ τοῦ δάκρυον οὐκέτι κινεῖται

εἰςκλίσιν, ὡς οὐδὲ τὸ δῶ ἤτοι δῶμα, οὐδὲ τὸ κρῖ, ὅ ἐστι κρίμνον, οὐδὲ τὸ ἧλ, ὅπερἐστὶν

ἧλος, οὐδ' ὅσα ἕτερα τοιαῦτα. ὡς γὰρ οὐκ ἂν ὑπόπουν ζῷον βαδίζοι τῶνποδῶν αὐτῷ

ἀποκοπέντων, οὕτω πως οὐδὲ λέξις ἀποβαλοῦσα τὴν λήγουσανἔχοι ἂν κινεῖσθαι εἰς

κλίσιν. δῆλον δὲ ὡς ἐκ τοῦ δάκνειν γίνεται τὸ δάκρυον.](ῃ. 267) Σμῶδιγξ δὲ ὁ ὕφαιμος

μώλωψ. ὑποτρέχοντος γάρ, φασίν, αἵματοςκατ' ὀλίγον ἐξῴδηκεν, ὅπερ διὰ τοῦ

ἐξυπανέστη δηλοῦται, ὡς μετ' ὀλίγαεἰρήσεται. καὶ γίνεται ἀπὸ τοῦ σμῶξαι, ὥς φασιν οἱ

παλαιοί, ὅπερ κατὰ διάλεκτοντὸ πλῆξαι δηλοῖ, ἢ ἀπὸ τοῦ μῶλος, ἡ κακοπάθεια, τροπῇ

τοῦ ˉλ εἰς ˉδ, ἢ οἱονεὶαἱμῶδιγξ ἤγουν ὕφαιμος οἴδησις, ὃ τάχα καὶ ὁ ποιητὴς

ὑπεμφαίνει ἐν τῷ»αἱματόεσσα ἐξυπανέστη», ὅ ἐστιν οἴδησε. δύναται δὲ καὶ ἀπὸ τοῦ

σιμοῦγενέσθαι καὶ τῆς οἰδήσεως συγκοπῇ καὶ ἐκτάσει τοῦ ˉο τῆς διφθόγγου, ἵναεἴη

σιμῶδιγξ, ἤγουν σιμοῦ καὶ κοίλου τινὸς σωματικοῦ μέρους καὶ ταπεινοῦοἴδησις, ὅ ἐστιν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

211

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!