18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὑπερθέσεως καταβιβασμὸς εἰς σύγκρισιν, ὡς δῆλον ἐκ τοῦ λαλίστερος,ὃ παρειλκῦσθαι

δοκεῖ ἐκ τοῦ λάλιστος. ἔτι δὲ καὶ ἐπίτασις ὑπερθέσεως ἐν τῷκλέπτιστος κλεπτίστατος,

λάλιστος λαλίστατος, κύδιστος κυδίστατος παρὰ Νικάνδρῳ, οἷς συντακτέον καὶ τὸ

κορυφαῖος κορυφαιότατος. διπλῆς δὲ συγκρίσεως παράδειγμα, κωμικὸν μέντοι, καὶ τὸ

προτεραίτερος, ὅ ἐστι πρότερος. 1.328 ὥσπερ δὲ διπλοῦται ὁ σχηματισμὸς ἐν τοῖς

εἰρημένοις, οὕτω ποτὲ πάσχει καὶἐν κτητικοῖς. ∆ημήτρειος γοῦν φαμεν καὶ

∆ημητρειακὸς καὶ Σάμιος καὶ Σαμιακὸς καὶ Ῥόδιος καὶ Ῥοδιακὸς καὶ ἕτερα ὁμοίως.] (ῃ.

258) Ὅτι πολλάκιοἱ ῥήτορες τὸ «ὡς» οἷα παρέλκον τίθενται, οἷον πρᾶγμα εὖ τε καὶ ὡς

ἑτέρωςἔχον ἀντὶ τοῦ καὶ ἑτέρως ἔχον. δέδωκε δὲ καὶ τούτου Ὅμηρος τὴν ἀρχὴνεἰπών·

«εἴ σε ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε», ἀντὶ τοῦ «ἐάν σε εὕρωοὕτως

ἀφραίνοντα» εἰ μὴ ἄρα τὸ ὡς ἀντὶ τοῦ λίαν ἐστί. καὶ ἐπὶ ἄλλων δὲτοῦτο γίνεται λέξεων,

ὡς πρὸ ὀλίγου δεδήλωται. (ῃ. 259 ς.) Ὅτι μέλλωνεἰπεῖν ὁ Ὀδυσσεύς, ὡς ἐὰν μὴ τόδε

ποιήσω, μηκέτι ζῴην μήτ' ἐγὼ μήτε ὁυἱός μου Τηλέμαχος, οὕτω περιφράζει· «μηκέτ'

ἔπειτ' Ὀδυσῆϊ κάρη ὤμοισινἐπείη, μηδέ τι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην». τούτων

γὰρ τὸ μὲνπρῶτον ἐπαρᾶται στρατιωτικώτερον τὸν ἐκ πολέμου θάνατον, τὸ δὲ

ἐφεξῆςτὸν τοῦ υἱοῦ θάνατον δηλοῖ· Τηλεμάχου γὰρ θανόντος οὐκέτι πατὴρ ὁ Ὀδυσσεύς.

Κάρη δὲ ἐνταῦθα τὴν κεφαλὴν ἔφη σὺν τῷ αὐχένι· οὕτω γὰρ τοῖς ὤμοιςἐπεῖναι ἡ

κεφαλὴ λεχθήσεται. (ῃ. 261–4) Ὅτι καὶ πάλιν ὁ Θερσίτης φαίνεταιμὴ βασιλεὺς εἶναι, ἀφ'

ὧν ὁ Ὀδυσσεὺς λέγει. φησὶ γάρ· «τάδε πάθοιμι», ὡςπροεγράφη, «εἰ μὴ ἐγώ σε λαβὼν

ἀπὸ μὲν φίλα εἵματα δύσω, χλαῖνάν τ' ἠδὲχιτῶνα, τά τ' αἰδῶ ἀμφικαλύπτει, σὲ δὲ

κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω πεπληγώς». ∆ῆλον γὰρ ὅτι οὐκ ἂν οὕτως ἀπρεπῶς

ἀπεκδῦσαι καὶ πλῆξαι ἔνδοξονἄνδρα ἠπειλήσατο. (ῃ. 262) Ἰστέον δὲ ὅτι τὸ «χλαῖνάν τε

καὶ χιτῶνα» ἐφερμηνευτικόν ἐστι τοῦ εἵματα, ἅπερ φίλα λέγει, ὡς ἄν τις εἴποι οἰκεῖα.

Ὡς ἐπὶπολὺ δὲ συγγενικῆς καὶ ἑταιρικῆς οἰκειότητος ἡ λέξις δηλωτική, ὡς

μυριαχοῦφανήσεται. Αἰδῶ δὲ ὀνομάζει, ὥς που καὶ ἐπὶ Πριάμου, τὰ παρὰ τοῖς

ὕστεροναἰδοῖα. Καὶ ὅρα ὅτι ὁμώνυμος λέξις καὶ ἡ αἰδώς· οὐ γὰρ μόνον τὸ

ἐπαινετὸνπάθος τῆς ψυχῆς, ὃ καὶ αἰσχύνη λέγεται κοινότερον κατὰ τὸ «αἰσχύνομαί

σεπροσβλέπειν ἐναντίον», ἤγουν αἰδοῦμαι, ἀλλ' ἰδοὺ καὶ σώματος μόριον. Τὸ δέ»ἃ αἰδῶ

ἀμφικαλύπτει» περιφραστικῶς εἶπεν· οὐ γὰρ ἔκειτο ἴσως μία λέξιςδηλωτικὴ τοῦ

καλύμματος τῆς αἰδοῦς, ὅπερ οἱ Ῥωμαῖοι μὲν βράκαν φασίν,ἕτεροι δὲ ἀναξυρίδα ἐκ τοῦ

ἀνασύρεσθαι. Τὸ δὲ ἀμφικαλύπτει δηλοῖ μὲν τὸπάντοθεν καλύπτει· ἑρμηνεύεται δὲ ἢ

παραφράζεται ὑπὸ Εὐριπίδου ἐν τῷ»κρύπτουσα, ἃ κρύπτειν ὄμματα χρεών», τὰ τῶν

ἀρσένων, ὡς ἐκεῖνός φησιν·ὡς δέ τις ὕστερον παρῴδησε, τὰ τῶν ἀνθρώπων. Σημείωσαι

δὲ ὅτι ἀπειλησάμενος Ὀδυσσεὺς πλῆξαι τὸν Θερσίτην καὶ μηδένα ἰδὼν δυσχεράναντα

εὐθὺς 1.329 ἐπιτίθησι καὶ πληγὴν καὶ ποιεῖ οὐχ' ὅλον αὐτὸ ἐκεῖνο τὸ ἀπειληθέν,

ἀλλὰμικρόν τι καὶ φορητότερον· οὐ γὰρ ἀπεκδύει, ὡς ἠπειλήσατο, φοροῦντα δὲ

τὰεἵματα πλήττει. φησὶν οὖν ὁ ποιητής· (ῃ. 265 ς.) «ὣς ἂρ ἔφη· σκήπτρῳ δὲμετάφρενον

ἠδὲ καὶ ὤμω ἔπληξεν», ὡς οἷά τινα μαστιγίαν· ἐπεὶ καὶ νωτοπλῆγαοἱ παλαιοὶ ῥήτορες

τὸν μαστιγίαν φασί. καὶ οὐδὲ πληγὰς πολλάς, ἀλλὰ μίανἐπιτίθησιν. εἶτα διασκευάζων

τὸν λόγον πρὸς τὸ γελοιῶδες καὶ κωμικώτερον,οὕτω διαγράφει τὰ κατὰ τὸν Θερσίτην·

(ῃ. 266–70) «ὃ δ' ἰδνώθη, θαλερὸν δέοἱ ἔκπεσε δάκρυ». μεθὸ εἰπών, ὅτι «σμῶδιγξ δ'

αἱματόεσσα μεταφρένουἐξυπανέστη σκήπτρου ὑπὸ χρυσέου», θρασύδειλον χαρακτηρίζει

τὸν Θερσίτηνἐπαγαγών· «ὃ δ' ἂρ ἕζετο τάρβησέν τε». εἶτα πάλιν τὸ γελοῖον ἐπάγων

φησίν·»ἀλγήσας δέ, ἀχρεῖον ἰδών, ἀπεμόρξατο δάκρυ», ὅπερ ἰδόντες

Ἕλληνεςδιεχέθησαν γελάσαντες ἐφ' οἷς ἐκεῖνος ἐδάκρυε. λέγει οὖν· «Οἳ δὲ καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

210

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!