Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

τέχνας ἐκφήναντες ἢ τεχνῶν ὄργανα ἐξευρηκότες ἢ εὐηργετηκότες θεῖον ὄνομα ἐκληρώσαντο. καὶ τοῦτ' ἦν τὸ τὴν Ῥωμαϊκὴνπεῖσαν βουλὴν θεοὺς ψηφίζεσθαι τοὺς ἐκείνοις εὐαρεστοῦντας ἀνθρώπους, ὧν ἦνκαὶ Καῖσαρ ὁ πρῶτος παρ' αὐτοῖς ἐπικληθεὶς ἐν ἀνθρώποις θεός, οὗ υἱὸς ὁ Σεβαστὸς πρῶτος καὶ αὐτὸς θείαν ταύτην κλῆσιν λαχών. Ὅτι τὸ «αὐτός» ἐνταῦθαὍμηρος ἐπὶ νεκροῦ τίθησιν εἰπὼν ὅτι «τὰς μὲν ψυχὰς τῶν ἡρώων Ἄϊδι προΐαψεν, αὐτοὺς δὲ ἑλώρια ἔτευχε κύνεσσί τε καὶ οἰωνοῖς». αὐτοὺς γὰρ λέγει τὰ μετὰτὴν ψυχὴν ἐνταῦθα μείναντα τῶν ἡρώων σώματα. αἴτιον δὲ οὐχ' ὅτι κατάτινας θνητὴν οἰόμενος Ὅμηρος τὴν ψυχὴν τὸ πᾶν τοῦ ἀνθρώπου ἐν σώματιτίθησιν, ἀλλ' ὅτι φύσει οὕτως ἔχει τὸ πρᾶγμα. εἰ γάρ τινος ἐν σωρείᾳ νεκρῶνἐρωτήσαντος, τίς ἂν εἴη ἐξ αὐτῶν Πάτροκλος, ὑποδείξας τις δακτύλῳ τὸν κείμενον ἐρεῖ ὅτι αὐτός ἐστι, πάντως τὸ αὐτός ἐπὶ νεκροῦ σώματος ἀψόγως εἴρηκε.καὶ νῦν μὲν τὸ αὐτός ἐπὶ σώματος κεῖται, δακτύλῳ δείκνυσθαι δυναμένου, ὡςκαὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «αὐτὸν ὥστε σῶμα τυμβεῦσαι τάφῳ». ὅτε μέντοι ἐπὶμόνης κεῖται ψυχῆς, τότε κατ' ἐξοχήν τινα κεῖται τὸ αὐτός, ὡς κυρίως αὐτοῦ,τουτέστιν ἀνθρώπου, τῆς ψυχῆς οὔσης, δι' ἧς τὸ εἶναι τῷ σώματι. Ἰστέονγὰρ ὅτι τὸ αὐτός ποτὲ μὲν ἐπὶ μόνου σώματος, ὡς προείρηται, ποτὲ δὲ ἐπὶμόνης ψυχῆς, ὡς ὅτε φησὶν ἐν Ὀδυσσείᾳ περὶ Ἡρακλέος, ὅτι «αὐτὸς δὲ μετ' ἀθανάτοισι θεοῖσι τερπόμενος ἔχει καλλίσφυρον Ἥβην», ποτὲ δὲ ἐπὶ τοῦσυναμφοτέρου ἤτοι τοῦ συνθέτου ἀνθρώπου. ὅτι δὲ καὶ ἄλλως πολλαχῶς 1.32 λέγεται τὸ αὐτός, ἱκανῶς εἴρηται τοῖς παλαιοῖς. Ὅρα δὲ ὅπως ἐπὶ μὲν ψυχῶνἀπελεύσεως τὸ προΐαψεν εἶπε τὸ ταχὺ τοῦ θανάτου ἐμφαίνων, ἐπὶ δὲ τοῦσπαραγμοῦ τῶν κειμένων τεῦχεν εἶπεν, ὡς τοῦ πράγματος παράτασίν τιναπλείονα ἔχοντος. Ἰωνικὸν δὲ τὸ τεῦχεν, ὥσπερ καὶ τὸ «ὀλέκοντο δὲ λαοί» καὶ»βῆ δ' ἀκέων» καὶ ὅσα ὅμοια ἤτοι ἀναύξητα. καὶ εἰρήσεται μετ' ὀλίγα περὶτούτων. Ὁ δὲ κύων ἀπὸ τοῦ κύω τὸ φιλῶ παράγεται. ὀφείλων δὲ τρισυλλάβωςκλίνεσθαι κύωνος, ἔχει τὴν γενικὴν δισύλλαβον κατὰ πάθος διὰ δύο κανόνωνἐναντιότητα. εἷς μὲν γὰρ κανὼν συστέλλεσθαι θέλει τὸ ˉω τῆς εὐθείας ἐν τῇγενικῇ διὰ τὴν τοῦ γένους κοινότητα· ὁ κύων γὰρ καὶ ἡ κύων φαμέν· ἕτερος δέτις κανὼν φυλάττεσθαι θέλει αὐτὸ διὰ τὸ βραχὺ εἶναι τὸ δίχρονον τῆς παραληγούσης, ὁποῖόν τι καὶ τὸ Ἀμφιτρύων Ἀμφιτρύωνος καὶ τὰ ὅμοια. ἡ γοῦν τῶν δύο κανόνων μάχη περὶ τὴν τοῦ κύωνος παραλήγουσαν διέφθειρεν οἷονκαὶ ἐξώθησε τὸ ὑποκείμενον καὶ τὴν τρισυλλαβίαν εἰς δισυλλαβίαν περιέστησεν.Ἰστέον δὲ ὅτι τὸ «αὐτοὺς δ' ἑλώρια» οὕτω μὲν κατὰ συναλιφὴν ἀναγνωσθὲνἐκτεταμένην ἔχει τὴν ἄρχουσαν τοῦ ἑλώρια λόγῳ σπονδείου κατὰ κοινὴνσυλλαβήν· ἐκτείνεται γὰρ οὐ μόνον διὰ τὴν ἐπικειμένην δασεῖαν, ἀλλὰ καὶ διὰτὴν ἐπαγομένην ὀξεῖαν, ἔτι δὲ καὶ τὴν πρὸ αὐτῆς. εἰ δὲ ἀσυναλείπτως γράφειτις «αὐτοὺς δὲ ἑλώρια τεῦχεν», ἁπλοϊκῶς ὁ τόπος ποδίζεται κατὰ δάκτυλον.δεδιπλῶσθαι δὲ τὸ ˉλ τοῦ ἑλώρια ὀκνητέον εἰπεῖν, εἰ καὶ ἄλλοις τετόλμηται.[Ωσπερ δὲ τοῦ πελώριον προϋπόκειται τὸ πέλωρ, οὕτω καὶ τοῦ ἑλώριον τὸ ἕλωρ,γενόμενον ἢ ἐκ τοῦ ἕλκω ἢ ἐκ τοῦ ἕλω τὸ φονεύω. (ῃ. 6) Ὅτι ἐν τῷ «οἰωνοῖσίτε πᾶσι» διχῶς ἡ στιγμή. ἢ γὰρ ἐν τῷ «πᾶσι» στικτέον τελείαν, ἵνα λέγῃ, ὡςπολλοὶ προὔκειντο ἕλωρ πᾶσι τοῖς ἐπιχωριάζουσι σαρκοφάγοις ὀρνέοις ἢ εἰςτὸ «οἰωνοῖσί τε», ἵνα τὸ πᾶσιν ἐπάγηται τοῖς ἑξῆς καὶ λέγῃ, ὅτι ἐν πᾶσιν ἡτοῦ ∆ιὸς ἐτελεῖτο βουλή. εἰ δὲ Ζηνόδοτος ἀντὶ τοῦ πᾶσι γράφει δαῖτα, σφάλλεται, φασί· δαῖτα γὰρ ἐπὶ μόνων ἀνθρώπων Ὅμηρος τίθησιν. Ὅτι δὲ πολυώνυ1.33 μον ὁ οἰωνὸς καὶ πόθεν γίνεται καὶ ὡς Ἰωνικῆς διαλέκτου ἐστὶν ἡ τοῦ ˉιπροσθήκη ἐν τῷ οἰωνοῖσι καθὰ καὶ ἐν τῷ κύνεσσι καὶ τοῖς ὁμοίοις, ἀλλαχοῦῥηθήσεται. φανεῖται δ' ἐν τοῖς ἑξῆς καὶ ὅθεν ὁ οἰωνὸς καὶ ὡς Αἰολέων ὁ τῶνσυμφώνων διπλασιασμὸς καθὰ ἐν τῷ κύνεσσιν, οὕτω καὶ ἐν τῷ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 20

ὅττι καὶ ὅππωςκαὶ ἐν ἄλλοις μυρίοις.] Ὅτι ἔφθασε μὲν Ὅμηρος μεγεθῦναι τὴν ἑαυτοῦ ποίησιν διὰ τοῦ ὑποσχέσθαι καὶ μυρία τινὰ εἰπεῖν καὶ ἡρωϊκά, ἐνταῦθα δὲκορωνίδα τινὰ ἐπιτιθεὶς αὐξήσεως ἐπάγει «∆ιὸς δ' ἐτελείετο βουλή», ὡς μὴἂν τῆς τοῦ Ἀχιλλέως μήνιδος τοιαῦτα δυνησομένης, εἰ μὴ θεία τις ἦν βουλή.ἐὰν δὲ τοῦτο ἦν, ἄρα μεγάλα τινὰ γενήσονται καὶ ∆ιὸς βουλῇ πρέποντα.ἐνταῦθα δὲ καὶ τοῦ Ἀχιλλέως ὑπεραπολογεῖται, οἱονεὶ λέγων μὴ δι' ἐκεῖνονἀλλὰ διὰ τὸ εἱμαρμένον ἐξ ἀνάγκης ταῦτα γενέσθαι. βουλὴν γὰρ ∆ιὸς τὴνεἱμαρμένην φασίν, ὡς τῆς εἱμαρμένης ∆ιὸς λεγομένης, καθὰ καὶ τοῖς Στωϊκοῖςἔδοξεν. ὅθεν καὶ περιέσπων τινὲς τὸ «βουλῇ», ἐν οἷς καὶ Νικάνωρ ὁ Στιγματίαςἐπικληθείς, διότι ἐπολυλόγησε περὶ στιγμῶν, λέγοντες ὅτι γεγόνασι ταῦτα τῇβουλῇ τοῦ ∆ιός. τινὲς δὲ βουλὴν ∆ιὸς εἶπον τὸ τὴν γῆν, ὡς καὶ ὁ Εὐριπίδηςἐν Ὀρέστῃ μυθολογεῖ, κουφίσαι βαρουμένην τῷ τῶν λαῶν φόρτῳ κατὰ τὴναὐτῆς αἴτησιν. οὗ χάριν, φασί, τόν τε Θηβαϊκὸν τὰ πρῶτα συνεστήσατοπόλεμον καὶ μετ' ἐκεῖνον συνήγαγεν ἐπὶ φθορᾷ Τρῶας καὶ Ἕλληνας, Μώμου,φασί, συμβουλευσαμένου, μὴ κεραυνοῖς ἢ κατακλυσμοῖς πάντα διαφθεῖραι, ἀλλ'εὐμεθόδως ἄλλως, καὶ ὑποθεμένου τήν τε τῆς Θέτιδος θνητογαμίαν, ἀφ' ἧς ὁἈχιλλεύς, καὶ θυγατρὸς καλῆς γέννησιν, τῆς Ἑλένης δηλαδή, δι' ἣν τὰ κατὰΤροίαν ἐγένοντο, πεσόντων πολλῶν, καὶ δι' Ἀχιλλέα τὰ μὲν πολεμοῦντα, τὰ δὲ μηνίοντα. τινὲς μέντοι ∆ιὸς βουλὴν τὴν τοῦ Ἀχιλλέως ἐννοοῦσι τιμήν, ὡςμετὰ ταῦτα φανήσεται. Ὅτι δὲ τὸ Ζεύς ∆ιός ἑτερόκλιτόν ἐστιν, ἐν τοῖς ἑξῆςῥηθήσεται. [ὡς δὲ Ζεὺς οὐ μόνον ὁ κατὰ μῦθον πατὴρ ἀνδρῶν τε θεῶν τε, οὐδὲμόνον ὁ καθ' ἱστορίαν Κρητικὸς βασιλεύς, ἀλλὰ καὶ ὁ κατὰ ἀναγωγὴν ἀὴρ καὶαἰθὴρ καὶ ἥλιος καὶ οὐρανὸς καὶ εἱμαρμένη καὶ ἡ ψυχὴ τοῦ παντὸς ἡ καὶ 1.34 πρόνοια καὶ ὁ νοῦς δὲ ὁ κατὰ ἄνθρωπον, καθωμίληται τοῖς παλαιοῖς. Τοῦ δὲἐτελείετο ἡ παραγωγὴ ἢ ἐκ τοῦ τελῶ τελείω, ὡς χρῶ χρείω, θῶ θείω, ἢ ἐκ τοῦτελέω τελείω, ὡς σέω σείω.] (ῃ. 6 ς.) Ὅτι θέλων ἐνδείξασθαι ὁ ποιητὴς ὡς οὐμόνον δεῖ ἀπὸ τῶν τελευταίων ἀρχόμενόν τινα ἐπὶ τὰ πρεσβύτερα τῶν πραγμάτων ἀνατρέχειν, ὅπερ αὐτὸς ἐπὶ τῆς τοῦ Ἀχιλλέως ἐποίησε μήνιδος, ὡςπροείρηται, ἀλλ' ἔστιν ὅτε δέον ἐστὶ καὶ κατὰ φύσιν χρῆσθαι τοῖς πράγμασινἤγουν ἀπὸ τῶν πρώτων ἄρχεσθαι καὶ οὕτω προβαίνειν τοῖς ἐφεξῆς διὰ σαφήνειαν,φησὶ κἀνταῦθα προεκθετικῷ σχήματι πρὸς τὴν ἐν αὐτῷ Μοῦσαν, ὅτι τὴν τοῦἈχιλλέως μῆνιν ἄειδέ μοι, οὐχὶ ἄλλοθεν, ἀλλὰ ἐξ οὗ δὴ καιροῦ τὰ πρῶταδιέστησαν Ἀτρείδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς, τουτέστι μὴ ὥσπερ τὰ Τρωϊκά, οὕτω καὶ τὴν τοῦ Ἀχιλλέως μῆνιν ἐκ τῶν ἐσχάτων θελήσῃς ἀείδειν,ἀλλ' αὐτὴν ἀρχῆθεν κατὰ φύσιν διεξόδευσον ἀρξαμένη ἐξ αὐτοῦ τοῦ καιροῦτῆς τῶν βασιλέων διαστάσεως καὶ εἰποῦσα καὶ αὐτὸν τὸν τῇ ἔριδι ξυμβαλόνταἐκείνους ἤτοι τὸν δαίμονα τὸν τῆς στάσεως αἴτιον. ὃ δὴ καὶ ποιεῖ καὶ ἀρξάμενοςἀπὸ τῆς τοῦ Χρύσου πρεσβείας περαίνει τὴν ἱστορίαν κατὰ ἀκολουθίαν μέχριτέλους. [Τινὲς δὲ οὐ χρονικὸν εἶπον τὸ «ἐξ οὗ δὴ τὰ πρῶτα» πρὸς ὁμοιότητατοῦ ἀφ' οὗ καὶ ἐξ ὅτου καὶ ἀφ' ὅτου, καιροῦ δηλαδή, ἀλλὰ αἰτιολογικόν, οἷονἐξ οὗ αἰτίου τὰ πρῶτα ἡ ἔρις γέγονεν. οἳ καὶ ἱστῶντες τὴν Ὁμηρικὴν ἐρώτησινεἰς τὸ «διαστήτην ἐρίσαντε» ἐπιφέρουσιν ὡς ἀόριστον ὄνομα τὸ «τίς τ' ἄρσφωε» καὶ ἑξῆς, ὅ ἐστι, τῶν τις, ὡς ἔοικε, δὴ θεῶν αὐτοὺς ἐρίσαι ἀνέπεισε.κρεῖσσον μέντοι ἐρωτηματικὸν εἶναι τὸ «τίς», ἵνα μετὰ τὸ τοιοῦτον πύσμα ἡ Μοῦσα λαλήσῃ. δῆλον δὲ ὡς οὐ μόνον γράφεται «τίς τ' ἂρ σφῶε», ἀλλὰ καὶμάλιστα ἐγκλιτικῶς «τίς τ' ἄρ σφωε» ἤγουν αὐτούς.] Σκόπει δέ, εἰ ἐνδοξότεροντοῦ δῖος Ἀχιλλεύς τὸ ἄναξ ἀνδρῶν, ὅπερ καὶ ὁ ῥήτωρ Νέστωρ γνωματεύσει,ὅπου φέρτερον Ἀχιλλέως τὸν Ἀτρείδην ἐρεῖ ὡς πλεόνεσσιν ἀνάσσοντα. ὅτι δὲ τοὺς δίους καὶ ∆ιῒ φίλους λέγει, [ὅθεν παρὰ τοῖς ὕστερον καὶ ὁ ∆ίφιλος τὸκύριον κέκραται,] πολλαχοῦ φανήσεται. Ἀτρείδην δὲ τὸν Ἀγαμέμνονα Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 21

ὅττι καὶ ὅππωςκαὶ ἐν ἄλλοις μυρίοις.] Ὅτι ἔφθασε μὲν Ὅμηρος μεγεθῦναι τὴν ἑαυτοῦ

ποίησιν διὰ τοῦ ὑποσχέσθαι καὶ μυρία τινὰ εἰπεῖν καὶ ἡρωϊκά, ἐνταῦθα δὲκορωνίδα τινὰ

ἐπιτιθεὶς αὐξήσεως ἐπάγει «∆ιὸς δ' ἐτελείετο βουλή», ὡς μὴἂν τῆς τοῦ Ἀχιλλέως

μήνιδος τοιαῦτα δυνησομένης, εἰ μὴ θεία τις ἦν βουλή.ἐὰν δὲ τοῦτο ἦν, ἄρα μεγάλα τινὰ

γενήσονται καὶ ∆ιὸς βουλῇ πρέποντα.ἐνταῦθα δὲ καὶ τοῦ Ἀχιλλέως ὑπεραπολογεῖται,

οἱονεὶ λέγων μὴ δι' ἐκεῖνονἀλλὰ διὰ τὸ εἱμαρμένον ἐξ ἀνάγκης ταῦτα γενέσθαι. βουλὴν

γὰρ ∆ιὸς τὴνεἱμαρμένην φασίν, ὡς τῆς εἱμαρμένης ∆ιὸς λεγομένης, καθὰ καὶ τοῖς

Στωϊκοῖςἔδοξεν. ὅθεν καὶ περιέσπων τινὲς τὸ «βουλῇ», ἐν οἷς καὶ Νικάνωρ ὁ

Στιγματίαςἐπικληθείς, διότι ἐπολυλόγησε περὶ στιγμῶν, λέγοντες ὅτι γεγόνασι ταῦτα

τῇβουλῇ τοῦ ∆ιός. τινὲς δὲ βουλὴν ∆ιὸς εἶπον τὸ τὴν γῆν, ὡς καὶ ὁ Εὐριπίδηςἐν Ὀρέστῃ

μυθολογεῖ, κουφίσαι βαρουμένην τῷ τῶν λαῶν φόρτῳ κατὰ τὴναὐτῆς αἴτησιν. οὗ

χάριν, φασί, τόν τε Θηβαϊκὸν τὰ πρῶτα συνεστήσατοπόλεμον καὶ μετ' ἐκεῖνον

συνήγαγεν ἐπὶ φθορᾷ Τρῶας καὶ Ἕλληνας, Μώμου,φασί, συμβουλευσαμένου, μὴ

κεραυνοῖς ἢ κατακλυσμοῖς πάντα διαφθεῖραι, ἀλλ'εὐμεθόδως ἄλλως, καὶ ὑποθεμένου

τήν τε τῆς Θέτιδος θνητογαμίαν, ἀφ' ἧς ὁἈχιλλεύς, καὶ θυγατρὸς καλῆς γέννησιν, τῆς

Ἑλένης δηλαδή, δι' ἣν τὰ κατὰΤροίαν ἐγένοντο, πεσόντων πολλῶν, καὶ δι' Ἀχιλλέα τὰ

μὲν πολεμοῦντα, τὰ δὲ μηνίοντα. τινὲς μέντοι ∆ιὸς βουλὴν τὴν τοῦ Ἀχιλλέως ἐννοοῦσι

τιμήν, ὡςμετὰ ταῦτα φανήσεται. Ὅτι δὲ τὸ Ζεύς ∆ιός ἑτερόκλιτόν ἐστιν, ἐν τοῖς

ἑξῆςῥηθήσεται. [ὡς δὲ Ζεὺς οὐ μόνον ὁ κατὰ μῦθον πατὴρ ἀνδρῶν τε θεῶν τε,

οὐδὲμόνον ὁ καθ' ἱστορίαν Κρητικὸς βασιλεύς, ἀλλὰ καὶ ὁ κατὰ ἀναγωγὴν ἀὴρ καὶαἰθὴρ

καὶ ἥλιος καὶ οὐρανὸς καὶ εἱμαρμένη καὶ ἡ ψυχὴ τοῦ παντὸς ἡ καὶ 1.34 πρόνοια καὶ ὁ

νοῦς δὲ ὁ κατὰ ἄνθρωπον, καθωμίληται τοῖς παλαιοῖς. Τοῦ δὲἐτελείετο ἡ παραγωγὴ ἢ

ἐκ τοῦ τελῶ τελείω, ὡς χρῶ χρείω, θῶ θείω, ἢ ἐκ τοῦτελέω τελείω, ὡς σέω σείω.] (ῃ. 6

ς.) Ὅτι θέλων ἐνδείξασθαι ὁ ποιητὴς ὡς οὐμόνον δεῖ ἀπὸ τῶν τελευταίων ἀρχόμενόν

τινα ἐπὶ τὰ πρεσβύτερα τῶν πραγμάτων ἀνατρέχειν, ὅπερ αὐτὸς ἐπὶ τῆς τοῦ Ἀχιλλέως

ἐποίησε μήνιδος, ὡςπροείρηται, ἀλλ' ἔστιν ὅτε δέον ἐστὶ καὶ κατὰ φύσιν χρῆσθαι τοῖς

πράγμασινἤγουν ἀπὸ τῶν πρώτων ἄρχεσθαι καὶ οὕτω προβαίνειν τοῖς ἐφεξῆς διὰ

σαφήνειαν,φησὶ κἀνταῦθα προεκθετικῷ σχήματι πρὸς τὴν ἐν αὐτῷ Μοῦσαν, ὅτι τὴν

τοῦἈχιλλέως μῆνιν ἄειδέ μοι, οὐχὶ ἄλλοθεν, ἀλλὰ ἐξ οὗ δὴ καιροῦ τὰ πρῶταδιέστησαν

Ἀτρείδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς, τουτέστι μὴ ὥσπερ τὰ Τρωϊκά, οὕτω καὶ

τὴν τοῦ Ἀχιλλέως μῆνιν ἐκ τῶν ἐσχάτων θελήσῃς ἀείδειν,ἀλλ' αὐτὴν ἀρχῆθεν κατὰ

φύσιν διεξόδευσον ἀρξαμένη ἐξ αὐτοῦ τοῦ καιροῦτῆς τῶν βασιλέων διαστάσεως καὶ

εἰποῦσα καὶ αὐτὸν τὸν τῇ ἔριδι ξυμβαλόνταἐκείνους ἤτοι τὸν δαίμονα τὸν τῆς στάσεως

αἴτιον. ὃ δὴ καὶ ποιεῖ καὶ ἀρξάμενοςἀπὸ τῆς τοῦ Χρύσου πρεσβείας περαίνει τὴν

ἱστορίαν κατὰ ἀκολουθίαν μέχριτέλους. [Τινὲς δὲ οὐ χρονικὸν εἶπον τὸ «ἐξ οὗ δὴ τὰ

πρῶτα» πρὸς ὁμοιότητατοῦ ἀφ' οὗ καὶ ἐξ ὅτου καὶ ἀφ' ὅτου, καιροῦ δηλαδή, ἀλλὰ

αἰτιολογικόν, οἷονἐξ οὗ αἰτίου τὰ πρῶτα ἡ ἔρις γέγονεν. οἳ καὶ ἱστῶντες τὴν Ὁμηρικὴν

ἐρώτησινεἰς τὸ «διαστήτην ἐρίσαντε» ἐπιφέρουσιν ὡς ἀόριστον ὄνομα τὸ «τίς τ'

ἄρσφωε» καὶ ἑξῆς, ὅ ἐστι, τῶν τις, ὡς ἔοικε, δὴ θεῶν αὐτοὺς ἐρίσαι ἀνέπεισε.κρεῖσσον

μέντοι ἐρωτηματικὸν εἶναι τὸ «τίς», ἵνα μετὰ τὸ τοιοῦτον πύσμα ἡ Μοῦσα λαλήσῃ.

δῆλον δὲ ὡς οὐ μόνον γράφεται «τίς τ' ἂρ σφῶε», ἀλλὰ καὶμάλιστα ἐγκλιτικῶς «τίς τ'

ἄρ σφωε» ἤγουν αὐτούς.] Σκόπει δέ, εἰ ἐνδοξότεροντοῦ δῖος Ἀχιλλεύς τὸ ἄναξ ἀνδρῶν,

ὅπερ καὶ ὁ ῥήτωρ Νέστωρ γνωματεύσει,ὅπου φέρτερον Ἀχιλλέως τὸν Ἀτρείδην ἐρεῖ ὡς

πλεόνεσσιν ἀνάσσοντα. ὅτι δὲ τοὺς δίους καὶ ∆ιῒ φίλους λέγει, [ὅθεν παρὰ τοῖς ὕστερον

καὶ ὁ ∆ίφιλος τὸκύριον κέκραται,] πολλαχοῦ φανήσεται. Ἀτρείδην δὲ τὸν Ἀγαμέμνονα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

21

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!