18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

«νόστον φυλάσσοις» ἀντὶ τοῦ ἐπιτηροίης καὶ παρακατέχοις εἰς ἀφορμὴνστάσεως καὶ

ἀποστάσεως· ἔοικε γὰρ σκοπὸν δημηγορίας καὶ πρὸ τούτουπολλάκις ποιεῖσθαι ὁ

Θερσίτης τὸ νεώμεθα οἴκαδε. Καὶ ὅρα οἷον ἡ δημοτικὴἰσηγορία, εἰ καὶ τῷ γελοιοτάτῳ

Θερσίτῃ μέτεστιν αὐτῆς. Ἰστέον δὲ καὶ ὅτι διὰτὸ ἡδὺ τοῦ τοιούτου νόστου καὶ νόστιμον

ἔδεσμα λέγεται τὸ ἡδύ. Ὅτι δὲ καὶθεός τις ἐπιμύλιος Εὔνοστος ἐκαλεῖτο, ἐν τοῖς εἰς τὴν

Ὀδύσσειαν γέγραπται.(ῃ. 252) Ὅτι Ὁμήρου εἰπόντος, ὡς οὐκ ἴδμεν ὅπως ἔσται τάδε

ἔργα, ἤγουν εἰς οἷον τέλος ἀποβήσονται, φασὶν οἱ παλαιοί, ὅτι τὸ μὲν ἔσται ἐπὶ

ὑπάρχοντοςλέγεται, οἷον «ἔσται γέρων οὗτος», ὁ νῦν δηλαδὴ ὑπάρχων ἐν νεότητι, τὸδὲ

γενήσεται ἐπὶ μὴ ὄντος, ὡς τὸ «γενήσεται παῖς», ὁ μήπω δηλαδὴ ὤν. [Τὸδὲ ἴδμεν

∆ωρικὴν ἔχει τροπὴν τοῦ ˉσ εἰς ˉδ κατὰ τὸ κεκαδμένος, ὅ ἐστι κεκοσμημένος, ἔτι δὲ καὶ

τὸ Κάδμος. θέμα γὰρ αὐτοῦ τὸ ἴσημι, οὗ πληθυντικὸν ἴσαμενκαὶ συγκοπῇ ἴσμεν. τινὲς δὲ

τολμῶσιν ἐκ τοῦ οἴδαμεν συγκόψαι αὐτὸ ἀποβάλλοντες τὸ κατάρχον ˉο. Τοῦ δέ «τάδε

ἔργα» διασαφητικὸν τὸ «ἢ εὖ ἢ κακῶςνοστήσομεν».] (ῃ. 255 ς.) Ὅτι Θερσίτου εἰπόντος

ὡς πολλὰς γυναῖκας δίδομενοἱ Ἀχαιοὶ τῷ βασιλεῖ καὶ οὕτω φίλα μὲν τῷ δήμῳ

λέγοντος, κοινοποιουμένουδὲ τὴν εὐεργεσίαν διὰ τοῦ δίδομεν, ἔτι δὲ εἰπόντος καί, ὅτι

ἐγὼ δήσας ἄγωαἰχμάλωτον, δι' οὗ χρυσὸς προσγίνεται τῷ βασιλεῖ, Ὀδυσσεὺς εἰς

ὑπερβολὴνἀντιδημαγωγῶν καὶ τὴν τοῦ Θερσίτου ὑπὲρ ἑαυτοῦ σεμνολογίαν

ἐξαφανίζωνμέμφεται αὐτὸν λέγων ἐν ἐρωτήσει· «Κάθησαι ὀνειδίζων τῷ βασιλεῖ, ὅτι

οἱμάλα πολλὰ διδοῦσιν ἥρωες ∆αναοί, σὺ δὲ κερτομέων ἀγορεύεις;» οὐ γὰρ λέγειδίδως

ἢ διδόατε τῷ βασιλεῖ, ἀλλὰ διδόασιν οἱ ∆αναοί, καὶ οὐ γυναῖκας μόνον,ὡς σὺ ἔφης,

ἀλλὰ πολλά, καὶ οὐ τοῦτο μόνον ἀλλὰ μάλα πολλά, καὶ οὐχ' 1.327 ἁπλῶς ∆αναοὶ κατὰ

τὸν σὸν λόγον, ἀλλὰ ἥρωες ∆αναοί. σὺ δὲ δίδως μὲν πρᾶγμαοὐδέν, ἀγορεύεις δὲ

κερτομῶν, ὅ ἐστι δακνηροὺς μόνον λόγους δίδως τῷβασιλεῖ. Κέρτομος γὰρ λόγος ὁ κέαρ

τέμνων, ὅ ἐστι δάκνων ψυχὴν καὶθυμοδακής, ἐξ οὗ καὶ τὸ «κερτομίοις ∆ία Κρονίονα

προσηύδα». Τὸ δέ «ἧσαιὀνειδίζων» ἀντὶ τοῦ διατρίβεις, ἀργεῖς· οὐ γὰρ ἐκάθητο ἀληθῶς

ὁ Θερσίτης,ἀλλὰ ἵστατο. μετὰ γοῦν τὴν πληγὴν ταρβήσας καθέζεται· εἰ μὴ ἄρα παίζει

εἰςτὴν τοῦ αὐχένος καὶ τῶν ὤμων καὶ τῶν στηθέων συνίζησιν ὁ ποιητὴς διὰ τὸδοκεῖν

τὸν Θερσίτην οὕτω συνιζάνοντα καθῆσθαί πως καὶ ὅτε ἵστατο. (ῃ. 248 ς.)Ὅτι ἐν πολλοῖς

τὸ φημί ἀξιωματικῶς καὶ ἀποφαντικῶς οἱ παρὰ τῷ ποιητῇδημηγοροῦντες τιθέασιν, ὡς

εὖ εἰδότες καὶ ἐφ' οἷς λέγουσιν ἀληθεύοντες.οὕτως ὁ βασιλεὺς εἶπε· «τόσσον ἐγώ φημι

πλέας εἶναι Ἀχαιούς». ἐρεῖ δὲ καὶὁ Νέστωρ· «φημὶ γὰρ οὖν κατανεῦσαι τὸν ∆ία». οὕτω

καὶ Ὀδυσσεὺς ἐνταῦθάφησιν· «οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον εἶναι,

ὅσοι ἅμα Ἀτρείδαις ὑπὸ Ἴλιον ἦλθον». καὶ ἔστι τοῦτο κρίσις Ὁμηρικὴ καὶ ἐπίκρισις τῆς

τοῦΘερσίτου διαπλάσεως, ὡς μὴ εὐχερὲς ὂν χείρω τοῦ Θερσίτου ῥᾳδίως εὑρεθῆναι,εἴγε

λωβητὸς οὕτως ἦν κατά τε σῶμα καὶ ψυχήν. Ὅρα δὲ τὸ ἀσφαλὲς τοῦ λόγου·οὐ γὰρ εἶπε

χείρονα πάντων ἀνθρώπων, ἀλλὰ τῶν συστρατευσάντων τοῖς Ἀτρείδαις. ἄλλως γὰρ τί

κωλύει ἐν ὅλῳ τῷ κόσμῳ εἶναί τινα τοῦ Θερσίτου χείρονα.[Τὸ δὲ μήτινα τῶν ἐν Τροίᾳ

χείρω εἶναι Θερσίτου ἀμύνει τῷ Ἀχιλλεῖ, ῥηθέντιπρὸς τοῦ αἰσχίστου οὐχ' ἁπλῶς

ἀρίστου, ἀλλὰ μέγα ἀμείνονος φωτὸς ἤπερ ὁβασιλεύς. μονονουχὶ γάρ φησιν, ὡς ὁ μὲν

Ἀχιλλεύς, εἰ καὶ μὴ πάντων, ἀλλὰἑνός τινος γοῦν μέγ' ἀμείνων ἐστί, τοῦ βασιλέως

δηλαδή, ὡς σὺ φῄς, σὺ δὲοὐδενὸς ἀμείνων ἀλλὰ πάντων χείρων, εἴγε μηδεὶς χείρων σου

ἐνταῦθα ἥκει.] Τὸ δὲ χερειότερον οὐ ζηλωτὸν τοῖς πεζὰ ῥητορεύουσιν, ὡς οὐδὲ τὸ

ῥηΐτερον οὐδὲτὸ ῥᾳότερον οὐδὲ τὸ «πλειοτέρῃ σὺν χειρί» οὐδ' ὅσα ἕτερα τοιαῦτα.

ποιηταῖςμέντοι χρηστά εἰσιν, ὡς πολλαχοῦ φαίνεται, [παρ' οἷς οὐ μόνον διπλῆ

κατὰπαραγωγήν ἐστι σύγκρισις ἔν τε τοῖς ῥηθεῖσι καὶ ἐν τῷ λῷον λωΐτερον, ἀλλὰκαὶ ἐξ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

209

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!