18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

δέ, καθὰ δηλοῖ καὶ ὁ Κωμικὸςδιαλελυμένως εἰπών «θερμὸν ἔργον» τὸ ἀναιδές, ἔστι

πολλαχόθεν συναγαγεῖν.(ῃ. 246–51) Ὅτι τοιαύτη τις ἡ κατὰ τοῦ Θερσίτου δημηγορία τῷ

Ὀδυσσεῖ· «Θερσῖτ' ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, ἴσχεο μηδ' ἔθελ' οἶος

ἐριζέμεναιβασιλεῦσιν. οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον ἔμμεναι,

ὅσσοιἅμ' Ἀτρείδῃσ' ὑπὸ Ἴλιον ἦλθον. τῷ οὐκ ἂν βασιλῆας ἀνὰ στόμα ἔχων ἀγορεύοις

καί σφιν ὀνείδεά τε προφέροις νόστον τε φυλάσσοις» καὶ τὰ ἑξῆς. (ῃ. 246)Ἔστι δὲ

ἀκριτόμυθος ἢ ὁ πολύλογος, ὡς καὶ ἄκριτα φῦλα τὰ δυσδιάκριτα διὰπληθυσμόν, ἢ ὁ

ἀδιευκρίνητος ἐν τῷ λέγειν καὶ ἄκοσμος. εἰ γάρ τις τὴν αὐτοῦδημηγορίαν σκέψεται, ἧς

τέλος ἐστὶ τὸ οἴκαδε νεώμεθα, πολυλογίαν μὲν ἔχει 1.325 καὶ τραχύτητα κατὰ τοῦ

βασιλέως, κατασκευὴν δὲ τῆς ἀξιώσεως οὐδεμίαν τῆςἀξιούσης οἴκαδε νέεσθαι. Τί γὰρ

συμβάλλεται τῷ Θερσίτῃ πρὸς τὸ δεῖν ὑποχωρῆσαι τοὺς Ἕλληνας, ἐὰν ὁ βασιλεὺς

πολλὰ ἔχῃ χρήματα καὶ πολλὰς γυναῖκαςκαὶ ἐὰν τὸν Ἀχιλλέα ἠτίμησεν, ὃν αὐτὸς οὐ

πάντων ἀμείνονα κρίνει, ὡς εἴρηται.τοὐναντίον μὲν οὖν καὶ ἐναντιοῦνται τὰ τοιαῦτα

πρὸς τὴν ἀξίωσιν. δύνανταιγὰρ οἱ Ἕλληνες εἰπεῖν, ὅτι ἐὰν ὁ βασιλεὺς πολλὰ ἔχῃ,

μενετέον καὶ ἡμᾶς, ἵναπολλὰ κτησώμεθα, καὶ ὅτι ὁ ἀτιμήσας ἕνα, ὃς οὐ πάντων, ὡς σὺ

φῄς, ἐστὶνἀμείνων, εἰς οὐδὲν μέγα ἐσφάλη. Χρήσιμον δὲ εἰς σαφήνειαν τοῦ

ἀκριτομύθουκαὶ τὸ ἀκριτόφυλλον ὄρος ἐν τοῖς ἑξῆς. Τὸ δέ «λιγὺς εἶναι ἀγορητής» ἢ

εἰρωνικῶςεἴρηται ἢ ὡς καὶ ὀξέα κεκληγότος τοῦ Θερσίτου, καθὰ προείρηται,

γυναικικώτερον ἢ καὶ ὡς ἄλλως λιγέος ἤτοι ὀξέος, ὅ ἐστι θυμικοῦ, κατὰ τρόπον

μεταλήψεως καὶ διὰ τοῦτο καὶ φιλονείκου, εἴγε νεικείων ἦν Ἀγαμέμνονα· Ἄλλως δέ γε

οὐκ ἐπίψογον τὸ λιγύ, εἴγε καὶ ὁ γέρων Νέστωρ λιγὺς Πυλίων ἐρρέθηἀγορητής. διὸ

παρακατιών φησιν, ὡς μακρὰ βοῶν Ἀγαμέμνονα νείκεεφωνῇ τάχα χρώμενος μιαρᾷ,

ὁποίᾳ καὶ ὁ παρὰ τῇ κωμῳδίᾳ Κλέων Κυκλοβόρου,φασίν, φωνὴν ἔχων, Ἀττικοῦ τινος

δηλονότι χειμάρρου θορυβοῦντος ἐν τῷ ῥέειν.(ῃ. 247) Τὸ δέ «μὴ ἔθελε οἶος ἐρίζειν τοῖς

βασιλεῦσι» δημαγωγικόν ἐστιν.οἱονεὶ γὰρ λέγει ὅτι σὺν τῷ δήμῳ λαλῶν οὐκ ἂν τυχὸν

ἐκωλύθης, μόνος δὲ οὐκἂν ἐρίζοις. (ῃ. 249 ς.) Εἶτα καὶ τὸ νόημα αὔξων καὶ παραδεικνὺς

οἷος ὁ Θερσίτης ἐπάγει, ὅτι «οὐ γὰρ ἐγὼ σοῦ φημι χείρονα βροτὸν ἄλλον εἶναι, ὅσοιἐς

Τροίαν ἦλθον», μονονουχὶ λέγων «μὴ θέλε μόνος ἐρίζειν τοῖς βασιλεῦσι καὶταῦτα

πάντων χείρων ὤν». εἰ γὰρ καὶ Ἀχιλλεὺς μόνος ἤρισε χθές που τῷβασιλεῖ, ἀλλ' ἐκεῖνος

ὁ πάντων ἦν ἄριστος. Καὶ σημείωσαι καὶ νῦν, ὅτι ἔχειςπαρὰ τῷ ποιητῇ ἄριστον μὲν καὶ

κάλλιστον τὸν Ἀχιλλέα, χείριστον δὲ καὶ αἴσχιστον τὸν Θερσίτην· καλῶς ἄρα καὶ

ἔχθιστος ἦν τῷ Ἀχιλλεῖ. [Ἐνταῦθα δὲ σημείωσαι εἰς τὸ μήτινα ἐν Ἀχαιοῖς χείρονα τοῦ

Θερσίτου εἶναι, ὅτι οὐ πάνυἀπροσφυὲς εἰπεῖν ὡρμημένον ἐκ τῶν παλαιῶν, ὡς οὔτ' ἂν

δύο Λυσάνδρουςὑπήνεγκεν ἡ Σπάρτη, οὔτ' ἂν δύο Ἀλκιβιάδας αἱ Ἀθῆναι κατὰ τοὺς

παλαιούς, οὕτω δὲ οὐδὲ δύο ἂν τοιούτους Θερσίτας ἴσως τὸ Πανελλήνιον.] (ῃ. 250) Τὸδέ

«ἀνὰ στόμα ἔχων» ἀστείως εἴρηκεν ἀντὶ τοῦ οὐκ ἂν ἀγορεύοις ἀεὶ ἐν στόματιἔχων τοὺς

βασιλεῖς, ὡς εἴπερ τις βασιλικὸν σκῆπτρον ἐν χειρί. καὶ ἄλλωςδὲ οὐ μόνον οὐ χρὴ

ὑβρίζειν, ἀλλ' οὐδὲ ἁπλῶς ἀνὰ στόμα φέρειν τοὺς βασιλεῖςχρὴ τὸν τυχόντα. δῆλον δὲ

καὶ ἐκ τούτου ὅτι πᾶσιν ἤριζε βασιλεῦσι. διὸ καὶ 1.326 πᾶσι μὲν ἐχθρός, ὡς εἰκός, ἦν,

ἔχθιστος δὲ μάλιστα τῷ Ἀχιλλεῖ καὶ τῷὈδυσσεῖ, ὡς προείρηται. [(ῃ. 251) Τὸ δὲ

προφέροις πρωτότυπόν ἐστι τῆςπροφορᾶς, ἀφ' ἧς παρὰ τοῖς ὕστερον ὁ προφορικὸς

παρῆκται λόγος. ὅτι δὲπροφέρειν καὶ τὸ νικᾶν λέγεται, ὅθεν καὶ ὁ προφερέστερος,

δῆλόν ἐστιν.Ἡσίοδος δὲ ἐν τῷ «προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου» ἑτεροῖόν

τισημαινόμενον τοῦ προφέρειν ὑποκρούεται καὶ οὐκ αὐτόχρημα λαμβάνει ἀντὶτοῦ

ὑπερφέρει, ἀλλ' ἀντὶ τοῦ προάγει, προκόπτειν ποιεῖ, προκινεῖ, προβιβάζει.] Τὸ δέ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

208

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!