18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐνταῦθαδὲ λεληθότως καὶ τὴν ἀνδρίαν τοῦ Ἀχιλλέως καταρριπτεῖ ῥωμαλέον μὲν

πάνυαὐτὸν ὑπεμφαίνων, χαῦνον δὲ καὶ οὐ θαρσαλέον οὐδὲ ἐντρεχῆ. (ῃ. 242) Τοῦτογὰρ

δηλοῖ ἐν τῷ «ἦ γὰρ ἂν Ἀτρείδη νῦν ὕστατα λωβήσαιο», ἤγουν ἐὰν χόλονεἶχεν ὁ

Ἀχιλλεὺς καὶ οὐχ' ὑπτίαζεν, ἐφ' οἷς ἠδικήθη, οὐκέτι ἂν σὺ ἐλωβήσωτινά. Ὅτι δὲ οὗτος ὁ

λόγος χαυνότητα μόνην τοῦ Ἀχιλλέως κατηγορεῖ καὶ μεθημοσύνην, ἀνδρίαν δὲ πολλὴν

ὁμολογεῖ, δῆλον ἐκεῖθεν. Ἀχιλλεὺς μὲν γὰρτοῖς Ἕλλησιν ἀνατιθεὶς τὴν ἑαυτοῦ

ἐκδίκησιν ἔφη, ὡς, εἰ μὴ οὐτιδανοῖς ἤνασσεςἀνδράσιν, ὦ βασιλεῦ, ὕστατα ἂν ἐλωβήσω.

Θερσίτης δὲ ἱκανὸν εἶναι δεικνὺςκαὶ μόνον τὸν Ἀχιλλέα ὑπὲρ ἑαυτοῦ ἀμύνεσθαι, φησίν,

ὅτι μεθήμων ὁ Ἀχιλλεύς· ὡς εἰ μὴ τοῦτο ἦν, τὰ ὕστατα νῦν ἐλωβήσω ἄν. οὕτω καὶ μὴ

θέλων ὁ κακὸςἀνδρειότατον τὸν Ἀχιλλέα παραδείκνυσι. Σημείωσαι δὲ ὅτι οὐδὲ ἐνταῦθα

ἐνκαιρῷ τοῦ Ἀχιλλέως ὑπερπαθεῖ ὁ ἀκαιρολόγος. ἐχρῆν γὰρ τότε αὐτὸν ὑπερλαλεῖν

τοιαῦτα τοῦ Ἀχιλλέως, ὅτε ἠτιμοῦτο· ὁ δὲ τότε μὲν φθονῶν τάχα καὶἔχαιρε, νῦν δὲ οὐ

κατὰ καιρὸν λαλεῖ. (ῃ. 243) Ὅτι βαρυνόμενος οἷον ὁποιητὴς κατὰ τοῦ Θερσίτου

βραχυλογίᾳ τινὶ λεληθότως τὴν ἐκείνου ἀπόνοιανἀμύνεται λέγων· «ὣς φάτο νεικείων

Ἀγαμέμνονα ποιμένα λαῶν», οἱονεὶλέγων, ὅτι τοιαῦτα ὁ τοιοῦτος τοῦ ἀγαθοῦ βασιλέως

κατερρητόρευσε. τὸ γὰρποιμένα λαῶν οὐ μάτην ἐνταῦθα παρέρριψεν ὁ ποιητής, ἀλλὰ

τρόπον τινὰ ἔφη,ὅτι πῶς ἂν ὁ τοιοῦτος τὸν εὐπειθέστατον λαὸν ἴσχυσεν ἐκταράξαι καὶ

ἀπεναντίαςἀγαγεῖν τῷ ποιμένι τὸ ποίμνιον; οὐ γὰρ ἁπλῶς ἦρχεν ὁ Ἀγαμέμνων,

ἀλλὰποιμὴν ἦν λαοῦ. Καὶ σημείωσαι ὅτι οὔτε αἰπόλος οὔτε βουκόλος ἀλλὰ

ποιμὴνλέγεται ὁ βασιλεὺς λαῶν, ὅ ἐστιν ἀνθρώπων εὐπειθῶν ὡς οἷα

προβάτωνπροϊστάμενος. οὐδὲν γὰρ τῶν ἄλλων εὐπειθὲς ὡς τὸ πῶϋ τῷ ἄγοντι. Ἔστι

δὲπῶϋ μὲν πλῆθος προβάτων, ποιμὴν δὲ ὁ κατανέμων αὐτά. διὸ καὶ ποιμαίνεινλαὸν ὁ

βασιλεὺς λέγεται, οὐ μὴν αἰπολεῖν, πολλῷ δὲ πλέον οὐδὲ βουκολεῖν.τὸ γὰρ βουκολεῖν

ταὐτόν ἐστι τῷ ἀπατᾶν· πολλάκις καὶ ὡς φαῦλον λαμβάνεται.τὸ δὲ ποιμὴν λαῶν ταὐτὸν

ὂν τῷ «ἀνδρῶν ποιμάνωρ» συνθέτως Αἰσχύλος 1.324 εἴρηκε καὶ τὸ τοιοῦτον ποίμνιον

ποιμανόριον. Σημείωσαι δὲ ὅτι ἐν τοῖς ἑξῆςπαραβολικῶς καὶ αἰπόλῳ εἰκάσει τὸν

βασιλικὸν ἄνδρα κρίνοντα, ἤτοι διακρίνοντα, ἐξ ἑτέρων τοὺς ὑπ' αὐτόν, ἴσως μὲν ὅτι

γενικῶς πάντα τὰ τοιαῦτα τῇκλήσει τοῦ ποιμένος ἐμπεριέχονται, μάλιστα δὲ καί, ἵνα

ἐμφήνῃ ὁ ποιητής,ὅτι ἔστι μὲν καὶ αἰπόλους εἰπεῖν τοὺς βασιλεῖς, ὀνομάζονται δὲ ὅμως

ἐκ τοῦκρείττονος. (ῃ. 244) Ὅτι τὰ μὲν ἄλλα ληρῶν ὁ Θερσίτης φορητὸς ἦν· ὅτε δὲτοὺς

Ἕλληνας τοῦ νόστου ὑπέμνησεν, εἰς ὃν προορμήσαντες μόλις ἀπὸ τοῦὈδυσσέως

κατεσχέθησαν, ἐνταῦθα ὁ Ὀδυσσεύς, ὡς καὶ προείρηται, ὑποπτήξας μήποτε λύσῃ τὴν

ἀγορὰν ὁ Θερσίτης, παρίσταται οὐχ' ἁπλῶς ἀλλὰ ὦκα·ἔδει γὰρ αὐτὸν ἐπιταχῦναι τῷ

πράγματι. καὶ τὸ ἐντεῦθεν ὑπόδρα ἰδὼνχαλεπῷ μύθῳ ἐπέπληξεν, ἔτι δὲ καὶ ἠπειλήσατο

καὶ σκήπτρῳ ἔπληξεν, ἐξ οὗσημειοῦνται οἱ παλαιοὶ μὴ βασιλέα εἶναι τὸν Θερσίτην,

καθὰ καὶ προείρηται.οὐ γὰρ ἂν οὕτως ἀτιμότατα ὁ Ὀδυσσεὺς προσηνέχθη αὐτῷ, οὐ

μόνον ὑβρίσας,ἀλλὰ καὶ ἀπειλὴν αἰσχίστην ἀπειλησάμενος, ὡς μετ' ὀλίγα ῥηθήσεται,

καὶπληγὴν δὲ ἐντρίψας γενναίαν τε καὶ βιαίαν. Ἰστέον δὲ ὅτι τὸ Θερσίτης

ἐκτείνειἀναγκαίως τὸ παραλῆγον δίχρονον, ὡς μὴ ἄλλως εὐχρηστούμενον Ὁμήρῳ

εἰςμέτρον δακτυλικόν. καὶ ὅτι Θερσίτης, φασίν, ὡς καὶ προείρηται, καλεῖται παρὰτὸ

θέρω θέρσω τὸ θερμαίνω· θερμὸς γάρ, φασίν, ἦν καὶ προπετής· καὶ μάρτυςὈδυσσεὺς

ῥάβδῳ τοῦτον, φασί, παύσας τοῦ φρονεῖν ὑπερόρια. Κατὰ δὲ ἑτέρουςπαρὰ τὸ θάρσος, ὃ

Αἰολεῖς θέρσος λέγουσιν, ἡ κλῆσις τῷ ἀνδρί, κατὰ ἀντίφρασινμέντοι· οὐ γὰρ εὔτολμος

φανεῖται, ἀλλὰ θρασύδειλος, ὅσγε καὶ κλαύσεται ἐντοῖς ἑξῆς ἀγεννῶς. Ὡς δὲ ἡ θερμότης

καὶ εἰς ἔπαινον συντελεῖ, καθ' ὃν θερμουργὸς Ἀλέξανδρος ὁ πάνυ λέγεται, καὶ εἰς ψόγον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

207

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!