18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Ἀχαιοὶ οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δ' ἐῶμεν αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν»

καὶ τὰ ἑξῆς. πάνυ δὲ ἀνασειστικὰταῦτα τοῦ ὄχλου. διὸ καὶ Ὀδυσσεὺς δεδιώς, μήποτε, οὓς

αὐτὸς πόνῳ ἤθροισε,ῥᾷον ἀνασοβήσας ὁ Θερσίτης διασκεδάσῃ, ποιεῖ κατ' αὐτοῦ τὰ

ἐφεξῆς δηλωθησόμενα. (ῃ. 235) Εἰσὶ δὲ πέπονες μὲν οἱ ἔκλυτοι ἀπὸ μεταφορᾶς

τῶνπεπόνων καρπῶν, οἳ ἔκλυτοι γίνονται πεπανθέντες, ὥσπερ αὖ πάλιν οἱ ὠμοὶτῶν

καρπῶν σκληροὶ ὄντες ἐπίθετον γεγόνασι τοῖς ἀνενδότοις ἀνθρώποις καὶἀνυπείκτοις,

ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. [∆ῆλον οὖν ὅτι πέπωνκυρίως πᾶς καρπός, φασίν,

ὡραῖος τοῦ φαγεῖν. Χρήσεις δὲ τοιούτων λέξεωνἐν τῷ «τρώγουσι μύρτα καὶ πέπονα

μιμαίκυλα». οὕτω δὲ καὶ μῆλα καὶ μόρα 1.322 πέπονα. ἔτι δὲ καὶ ἐν τῷ «τὰ σφυρὰ ᾤδει

μᾶλλον ἢ σικυὸς πέπων», ὁ καὶσπερματίας· καὶ ἐν τῷ «μαλθακωτέρα πέπονος σικυοῦ

μοι γέγονας»· καὶ ἐν τῷ»ἑώρακας πώποτε κοκκυμήλων σπυρίδα πεπόνων; τοιοῦτον ἔχει

τὸ πρόσωπον». Τοιούτου δὲ στοίχου καὶ τὸ πεπαίτερον, ὅπερ ἐστὶ ὡριμώτερον.

Αἰσχύλος·»ἀνὴρ δ' ἐκεῖνος ἦν πεπαίτερος μόρων». ἔτι δὲ καὶ ἡ δρυπεπής ποτὲ μὲνκατὰ

μόνας ἁπλῶς προφερομένη, ποτὲ δὲ κατὰ παράθεσιν, οἷον δρυπεπὴςἐλαία ἢ Ἀττικῶς

ἐλάα.] Τὸ δὲ κάκα ἐλέγχεα τοὺς ἀξιεπαίνους Ἕλληνας ὑπὸ τοῦ ἐπονειδίστου καὶ

μωμητοῦ Θερσίτου λέγεσθαι γέλωτός ἐστι κινητικόν. Τὸδέ «Ἀχαιΐδες, οὐκέτ' Ἀχαιοί»

δηλοῖ μὲν τὸ «γυναῖκες, οὐκέτ' ἄνδρες». λέγεται δὲ παρονομασία ὑπὸ τῶν παλαιῶν,

ὅμοιον τῷ «οὐ Φίλιππος, ἀλλὰ Φιλίππιον, κεκράτηκε τῆς Ἑλλάδος». ἔχει δέ τινα

ὁμοιότητα πρὸς τὸν τοῦΘερσίτου λόγον καὶ τὸ παρ' Ἡροδότῳ ἐν τοῖς περὶ Ἀρτεμισίας,

ὡς οἱ μὲνἄνδρες γυναῖκες, αἱ δὲ γυναῖκες ἄνδρες γεγόνασι. ῥηθήσεται δέ τι περὶ

τούτουκαὶ ἐν τοῖς ἑξῆς. (ῃ. 236) Τὸ δέ «οἴκαδε νεώμεθα», διόρθωσις οἷόν ἐστι

τοῦ»φεύγωμεν», ὅπερ φθάσας ὁ βασιλεὺς εἶπεν, ὡς δῆθεν σεμνότερον ὂν οὕτωςεἰπεῖν

ἤπερ φεύγωμεν. ὅτι δὲ θαυμασίως ἐκεῖνο εἴρηται, προγέγραπται. Ἔστιδὲ τὸ νεώμεθα

ἀντὶ τοῦ νοστήσωμεν· ἀπὸ γὰρ τούτου τοῦ νέω ῥήματος ὁνόστος [γίνεται πλεονάσαντος

τοῦ σίγμα πρὸς διαστολὴν τοῦ νότος ὁ ἄνεμος.](ῃ. 237) Πέσσειν δὲ γέρα τὸ κατέχειν καὶ

ταμειουχεῖν, ὅμοιον τῷ «χόλονκαταπέψῃ». τινὲς δὲ ἀντὶ τοῦ κατακυβεύσειν ἀπὸ τοῦ

πεσσοῦ ὡς δῆθεν τοῦἈγαμέμνονος πλεονάζοντος τῇ τοιαύτῃ παιδιᾷ. [(ῃ. 238) Ὅτι τὸ

οὐχί ἐπίρρημα τέτριπται πάνυ τοῖς παλαιοῖς μᾶλλον ἤπερ τὸ ᾗχι ἀντὶ τοῦ ὅπου. διὸ καὶ

συναλείφεται τὸ ˉι τούτου ἐν τῷ οὐχ' οὕτως καὶ οὐχ' ἅλις καὶ τοῖς ὁμοίοις, εἰ καίτινες

ἀπαρέσκονται οὐκ ἄνευ λόγου. τὸ μέντοι οὐκί, οἷον «ἢ καὶ ἡμεῖς προσαμύνομεν, ἠὲ καὶ

οὐκί» οὐχ' οὕτως εἴθισται εἰς πλατυτάτην χρῆσιν· ὅθεν ἐν τῷοὐκ ἐθέλω καὶ οὐκ αὐτός

καὶ τοῖς ὁμοίοις οὐ κεῖται ἀπόστροφος ὡς ἀπὸἐκθλίψεως, ἀλλ' ἐκφωνουμένου μὲν τοῦ

ˉι ἐστι τὸ οὐκὶ ἀρνητικὸν ἐπίρρημαδισύλλαβον, ἐν δὲ συνεπείᾳ μὴ κειμένου τοῦ ˉι

μονοσύλλαβον φαίνεται εἶναιἐπίρρημα τὸ οὐκ παρὰ πολλοῖς τῶν πεζολογούντων

κείμενον.] (ῃ. 239 ς.) Ὅτιτὸν Ἀχιλλέα καὶ ἐπαινῶν ὁ Θερσίτης ὅμως οὐδὲν ἧττον

καταβάλλειν ἐθέλει.οὔκουν λέγει ἁπλῶς, ὅτι ὁ βασιλεὺς τὸν Ἀχιλλέα ἠτίμησεν, ἄνδρα

κράτιστον 1.323 ἢ ἄριστον τῶν Ἑλλήνων, ἀλλὰ αὐτοῦ, τοῦ βασιλέως δηλαδή, μέγα

ἀμείνοναφῶτα, ὡς μὴ ἁπλῶς ὄντος ὑπεξῃρημένου τοῦ Ἀχιλλέως, ἀλλὰ κρείττονοςἤπερ

ὁ Ἀγαμέμνων. τάχα γὰρ ἑαυτοῦ ὁ ἀγεννὴς ἀμείνονα οὐ κρίνει τὸν Ἀχιλλέα. (ῃ. 241) Καὶ

μετ' ὀλίγα δὲ πρᾷον θέλων τὸν Ἀχιλλέα ἐνδείξασθαι διὰ τὸ ἀτελὲςτῆς ξιφουλκίας καὶ τὸ

ταχὺ παῦσαι τὸν χόλον ἐνηῆ μὲν αὐτὸν οὐ λέγει, ὅπερἀλλαχοῦ τις ἐπὶ Μενελάου καὶ

Πατρόκλου φησίν–οἶδε γὰρ ὅτι ἐγκώμιόν ἐστινἤθους τὸ προσηνές–ἀλλὰ εἰπὼν ἄχολον

εἶναι αὐτὸν οὐκ ἀξιοῖ καὶ τοῦ πρᾷονεἶναι, μεθήμονα δὲ ὀνομάζει εἰπὼν οὕτως· «ἀλλὰ

μάλ' οὐκ Ἀχιλῆϊ χόλοςφρεσίν, ἀλλὰ μεθήμων». δηλοῖ δὲ ὁ μεθήμων οὐ τὸν πρᾷον, ἀλλὰ

τὸν πέπονακαὶ ἀμελητὴν καὶ ἔκλυτον, ἀπὸ τοῦ μεθιέναι, ἀφ' οὗ καὶ ἡ μέθη γίνεται.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

206

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!