18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

κεῖται ἐν τῷ «πλείη μὲν γαῖακακῶν» [καὶ ὅτι προάρχει αὐτῶν ἀρσενικὸν ὁ πλέος

κοινῶς, ὃ ἐκταθὲν Ἀττικῶςποιεῖ τὸ ἔμπλεως καὶ ἀνάπλεως καὶ τὰ τοιαῦτα, καὶ ὅτι ἐκ

τοῦ ὁ πλεῖος καὶ ἡπλείη παράγεται συγκριτικῶς ὁ πλείων καὶ ἡ πλείων] καὶ ὅτι

ἐξαίρετοι οὐμόνον γυναῖκες ἀλλὰ καὶ ἄρουραι παρὰ Ἡροδότῳ καὶ ἐπὶ ἄλλων δὲ πολλῶν

τὸἐξαίρετον τίθεται. τὸ μέντοι ἐξαιρέσιμον ἄλλο τι παρὰ τὸ ἐξαίρετον· λίθος

γὰρἐξαιρέσιμος τοίχου ὁ ἐκεῖθεν ἐκβληθείς· καὶ ὅτι τὸ ἐξαίρετον καὶ ἔξαιτονλέγεται ἢ

κατὰ συγκοπὴν ἢ καὶ ἄλλως παρὰ τὸ ἐξαιτεῖσθαι, ὡς φανεῖται καὶἀλλαχοῦ. [(ῃ. 225)

Ὅρα δὲ ὅτι τὸ ἐπιμέμφεαι σαφῶς ἐνταῦθα ἡρμήνευσεν ἐπαγαγὼν τὸ «ἠδὲ χατίζεις», ὡς

ταὐτὸν ὂν εἰπεῖν ἐπιμέμφεσθαι καὶ χρῄζειν, ὅπερἐστὶ χατίζειν παρὰ τὴν χᾶτιν, ὃ καὶ

οὐδετέρως χᾶτος λεγόμενον δηλοῖ στέρησιν·καὶ ὅτι τὸ δίδομεν φυσικῶς λαλεῖται καὶ

εὐοδοῦται ἀπ' αὐτοῦ τὸ τρίτον πληθυντικὸν τὸ διδοῦσιν ὡς καὶ ἀπὸ τοῦ τίθεμεν τὸ

τιθεῖσι. τὸ μέντοι διδόαμεν καὶτιθέαμεν ἐπένθεσιν ἔχει τοῦ ˉα.] (ῃ. 230–3) Ὅτι εἰπὼν ὁ

Θερσίτης πρὸς τὸνβασιλέα «ἢ χρυσοῦ ἐπιδέῃ» καὶ τὰ ἑξῆς, [ἐν οἷς κεῖται καὶ τὸ «υἷος

ἄποινα»,ἤγουν υἱοῦ, ὡς ἀπὸ εὐθείας τῆς υἷις, υἵϊος, καὶ κατὰ κρᾶσιν υἷος, οὗ δοτικὴυἵϊι

καὶ υἷι,] ἐπάγει· «ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι, ἣν αὐτὸς ἀπονόσφι

κατίσχεαι;» ὀνειδίζων τάχα διὰ τὴν τῆς Βρισηΐδος ἀφαίρεσιν ἢ καὶ ὅτι,ὡς εἰκός, εἰώθει

τοιαῦτά τινα ποιεῖν ὁ βασιλεύς, ὡς καὶ ὁ Ἀχιλλεὺς ἐν τῇ αʹῥαψῳδίᾳ παρεδήλωσε. Τὸ δέ

«ἢ γυναῖκα νέην» ἀκαταλλήλως ἔχει πρὸς τὴνσυνήθη σύνταξιν· ὤφειλε γὰρ οὕτως

ἔχειν· ἢ χρυσοῦ ἐπιδέῃ ἢ γυναικὸς νέης;ὁ δὲ ποιητὴς ἐπίτηδες τὸν λιγὺν τοῦτον

ἀγορητὴν καὶ ἀφαμαρτοεπῆ ἐποίησε,τουτέστι σόλοικον. ἴσως δὲ καὶ ἄλλως θυμούμενον

ἄνθρωπον μιμούμενος ποιεῖτὸν Θερσίτην ἐκλαθόμενον τῆς τοῦ λόγου ἀκολουθίας καὶ

διὰ τοῦτο εἰς κακο1.321 συνταξίαν ἐκκλίναντα. Τὸ δέ «νόσφι κατίσχεαι» δοκεῖ μὲν

ἑρμηνεία τις εἶναιγυναικὸς ἐξαιρέτου. ταὐτὸν δ' ἔστι τῷ νοσφίζῃ καὶ ἰδίᾳ κατέχεις καὶ

χωρίζειςἢ ἀποστερεῖς. (ῃ. 233 ς.) Ὅτι τὸ «οὐ μὲν ἔοικεν ἀρχὸν ἐόντα κακῶν

ἐπιβασκέμενυἷας Ἀχαιῶν» λέγει μὲν ὁ Θερσίτης πρὸς τὸν βασιλέα νοῶν, ὅτι οὐκ

ἐνδέχεταιαὐτὸν ἀρχηγὸν ὄντα ἐπιβιβάζειν κακῶν τοὺς Ἕλληνας, ἀλλὰ μᾶλλον

ἀγαθοῖςἐμβιβάζειν. ∆ύναται δὲ καὶ εἰς γνώμην καθολικὴν παρῳδηθῆναι τοιαύτην·

οὐμὴν ἔοικεν ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν τοὺς ὑπ' αὐτόν. εἰ γὰρ ποιμὴνλαοῦ ὁ

βασιλεύς, οὐκ ἂν κακοῖς ἐμβιβάσῃ τὸ ποίμνιον ἤτοι κακώσεσιν. εἰσὶ δὲκακά, ὧν

ἐπιβάσκει τοὺς Ἕλληνας ὁ βασιλεὺς Ἀγαμέμνων, ὁ λοιμὸς ὁ δι' αὐτὸν γεγονὼς καὶ ἡ

τοῦ Ἀχιλλέως ἀπόστασις. ἢ καὶ ἄλλως, οὐ χρὴ ἀρχηγὸν ἐόντακακῶν ἐπιβιβάζειν τοὺς

ὑπὸ χεῖρα, ἤγουν κακὰ διδάσκειν. εἰ γὰρ ἐξομοιωθῶσιναὐτῷ κακῶν ἐπιβιβάζοντι,

ἀνατρέπεται τὰ κοινά. οὐκοῦν τὸ «οὐκ ἔοικε κακῶν

ἐπιβασκέμεν» ὁμοιοῦταί πως πρὸς τὸ ἐν Ὀδυσσείᾳ «οὐδέ τί σε χρὴ νηπιάαςὀχέειν». ὡς

γὰρ ὀχοῦμαι μὲν ἐγώ, ὀχῶ δὲ ἄλλον κατὰ τὸν Κωμικὸν ἀντὶ τοῦἀναβιβάζω εἰς

ὑποζύγιον, οὕτω καὶ ἐπιβαίνω μὲν ἐγώ, ἐπιβάσκω δὲ ἄλλους,ἤγουν ἐπιβαίνειν ποιῶ

κακῶν ἢ τοιούτων τινῶν. ἐντεῦθεν καὶ μανίας ἔποχοςλόγος παρ' Εὐριπίδῃ ὁ μανικός.

καὶ ἑτέρως δὲ εἰπεῖν, οὐ χρὴ τὸν βασιλέαἐπιβαίνειν κακῶν ἤτοι ἀδίκων ἔργων τῶν εἰς

τοὺς Ἀχαιούς. δεῖ γὰρ εὐεργετικὸνεἶναι τὸν ἄρχοντα οὐκ ἀδικητὴν καὶ κακοποιόν.

[Ἰστέον δὲ ὅτι ἐκ τοῦ Ὁμηρικοῦ ἀρχοῦ ἢ ἐκ τοῦ ἄρχειν σύγκειται παρὰ τοῖς παλαιοῖς

ῥήτορσι καὶ ἀρχολίπαροςὁ λιπαρῶν, φασίν, ἵνα ἀρχῆς τύχῃ ἢ ὁ ἐκ τοῦ ἄρχειν

λιπαινόμενος, ὁ καὶἀρχογλυπτάδης, ἤγουν ὡσπερεὶ γλύφων τὰς ἀρχάς. ὅτι δὲ ἀρχός καὶ

κρύφιόν τισώματος μέρος ἐκλήθη παρὰ τοῖς ὕστερον, δῆλον ἐκ τῶν γραψάντων, ἀφ'

οὗκαί τις χιλίαρχος οὐκ ἀγλαφύρως ἔσκωπται.] (ῃ. 235–8) Ὅτι μετὰ τὸνβασιλέα στρέψας

τὸν λόγον ὁ Θερσίτης πρὸς τὸν λαόν φησιν· «ὦ πέπονες,κάκ' ἐλέγχεα, Ἀχαιΐδες, οὐκέτ'

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

205

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!