18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τινασυνέμπτωσιν ἢ καὶ κατὰ παραποίησιν. (ῃ. 226) Τὸ μὲν γάρ «πλεῖαί τοι

χαλκοῦκλισίαι» εἰς τὸ φιλοκτέανον ἀποτείνεται, ὅπερ ὠνείδισεν ὁ Ἀχιλλεὺς τῷβασιλεῖ

ἀορίστως αὐτὸς εἰπών, εἰ καὶ ὁ Θερσίτης ὑπερβολικῶς ναυσὶν ὅλαιςτὸν βασιλικὸν

πλοῦτον ηὔξησε. τὸ δὲ εἰπεῖν, ὅτι καὶ αὐτὸς ὁ Θερσίτης εὐεργετεῖ 1.319 προσπορίζων

χρυσὸν τῷ βασιλεῖ, ἐκ τῶν τοῦ Ἀχιλλέως παρέξεσται, ὅπουφησίν, ὡς ἐκεῖνος μὲν πονεῖ

πολεμῶν, ὁ δὲ Ἀγαμέμνων πλουτεῖ. τὸ δὲ ἀνασείειντὸν ὄχλον εἰς ἀντιστασίαν καὶ αὐτὸ

ἐκεῖθεν παραπεποίηται. ἀλλ' ὁ μὲν Ἀχιλλεὺςἐθαυμάζετο, Θερσίτης δὲ διὰ τὸ ἄκαιρον

τοῦ λόγου καὶ διὰ τὴν πήρωσιν περιφρονηθεὶς οὐκ εὖ ἀπαλλάξει, ὡς καὶ ἐνταῦθα

προσαρμόσαι τὸ τραγικόν·»λόγος γὰρ ὁ αὐτὸς ἔκ τ' ἀδοξοῦντος ἐλθών», τοῦ Θερσίτου,

«καὶ ἐκ δοκοῦντος»,τοῦ Ἀχιλλέως, «οὐ ταὐτὰ ἐδυνήθη». ὁ δὲ γελοῖος Θερσίτης καὶ ἄλλα

προσεπιτιθεὶς νοήματα οἴκοθεν εἰς λαγνείαν τε καθάπτεται τοῦ βασιλέως ἐν τῷ

«πολλαὶδέ σοι γυναῖκές εἰσιν ἐξαίρετοι» καὶ τοὺς Ἕλληνας αὐτοῦ ὑπερτίθησιν οὐ

μόνονἑαυτὸν ἀλλὰ καὶ ἐκείνους εὐεργέτας βασιλικοὺς δεικνύων ἐν τῷ λέγειν,

ὅτιἐξαιρέτους γυναῖκας ἡμεῖς οἱ Ἀχαιοὶ σοὶ πρωτίστῳ δίδομεν, ὅτ' ἂν

πτολίεθρονἕλωμεν. (ῃ. 229) Καὶ ἐν τῷ «ἢ χρυσοῦ ἐπιδέῃ, ὃν ἄν τις οἴσει Τρώων

υἱοῦἄποινα, ὃν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν;» (ῃ. 234) Λέγει δὲ καὶ κακῶναἴτιον

τοῖς Ἀχαιοῖς τὸν βασιλέα, ἐν οἷς αὐτὸν λέγει κακῶν ἐπιβασκέμεν τοὺςἝλληνας. (ῃ. 239

ς.) Ὀνειδίζει δὲ καὶ διὰ τὴν τῆς Βρισηΐδος ἀφαίρεσιν καὶ διὰ τὴν τοῦ Ἀχιλλέως ἀτιμίαν

εἰπών, ὅτι τὸν Ἀχιλλέα αὐτοῦ «μέγα ἀμείνονα φῶτα ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας»

καὶ τὰ ἑξῆς. Ταῦτα εἰπόντα τὸν Θερσίτην ὁ μὲν βασιλεὺς ἀφίησι ληρεῖν, τάχα μὲν καὶ ὡς

αἴτιον ἑαυτὸν εἰδὼςτῆς τε νῦν κινήσεως τῶν πραγμάτων καὶ τῆς τοῦ Ἀχιλλέως ὕβρεως

καὶ διὰτοῦτο νοῶν ταπεινὰ καὶ αἰδούμενος, ἤδη δὲ καὶ διὰ τὸ τοῦ ἤθους

βασιλικόν.ὑπερφρονεῖ γὰρ τοῦ φαυλοτάτου Θερσίτου, καθὰ καὶ τὸν Ἀλεξάνδρου

φασὶκύνα τὰ μὲν μικρὰ θηρία παριέναι, ὁρμᾶν δὲ ἐπὶ τὰ κρείττω, ὅπερ ὁ Θεμίστιοςἐπὶ

κυνῶν Ἰνδικῶν οὕτω φράζει· «κύων Ἰνδὸς λέοντι μὲν ἐπέξεισι καὶ παρδάλει, λύκους δὲ

ὑπερορᾷ καὶ ἀλώπεκας». καὶ ὁ μὲν βασιλεὺς οὕτω παρ' οὐδὲν αὐτὸντίθεται· Ὀδυσσεὺς

δέ, ᾧ καὶ ἔχθιστος ἦν, ἐφίσταται αὐτῷ καὶ σωφρονίζει, ὡςμετ' ὀλίγα γνωσόμεθα.

Σημείωσαι δὲ καὶ ὅτι ὁ οὕτω φίλερις Θερσίτης ὠνείδισεμέν, ὕβριν δὲ κατὰ τοῦ βασιλέως

τραχεῖαν οὐκ ἐξελάλησεν ὁποίας ὁ Ἀχιλλεύς,οἷον τὸ «ἀναιδείην ἐπιειμένε» καὶ

«οἰνοβαρές». καὶ ἔστι καὶ τοῦτο σύμβολοντοῦ μὴ ἔνδοξον εἶναι τὸν Θερσίτην. ἔστι δὲ

καὶ τέχνη τοῦ ἀναλόγως μερίζειντὰς ἐννοίας ταῖς τῶν προσώπων ποιότησιν. Ὅρα δὲ καὶ

ὅτι σκοπὸν ἔχων ὁποιητής, ὡς προείρηται, ἱστορεῖν, ὅπῃ τύχῃ κατὰ τὸ ἐγχωροῦν, εἴ τι

λόγουἄξιον πρὸ τοῦ δεκάτου ἔτους ἐπέπρακτο, ἱστορίαν καὶ ἐνταῦθα ὡς ἐν

ἐπεισοδίῳἔθετο εἰωθυῖαν γίνεσθαι καὶ πρὸ τούτου. (ῃ. 230) Τὸ γὰρ τοὺς Τρῶας

δώροιςλύεσθαι τοὺς ἑαυτῶν αἰχμαλώτους μαθησόμεθα μὲν καὶ ἐν τοῖς ἑξῆς

σαφέστερονἐκ προσωπικῶν ἱστοριῶν, ὡς καὶ ἐπὶ τοῦ Χρύσου ἔγνωμεν· ἐνταῦθα δὲ

ἀορίστωςοὕτω λέγει τινὰ τῶν Τρώων, ἤγουν τοῦτον ἢ ἐκεῖνον, χρυσὸν φέρειν εἰς

ἄποινα,ὅ ἐστιν εἰς λύτρον τοῦ υἱοῦ. (ῃ. 231) Τὸ δέ «ὃν ἐγὼ δήσας ἀγάγω» πάνυ

ἀστείωςεἴρηται κατὰ τοὺς παλαιούς. δῆλον γάρ, φασίν, ὅτι ἐν τῷ εἰπεῖν «ἐγώ»

δείκνυσιν 1.320 ἑαυτὸν ἐπιτιθεὶς τὴν χεῖρα τῷ κυρτῷ στήθει καὶ οὕτω κινῶν γέλωτα.

Παρασημειοῦνται δὲ οἱ παλαιοὶ καί, ὅτι ἑαυτὸν ὁ Θερσίτης τῶν ἄλλων προέθετοεἰπών·

«ὃν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν» πρώτιστος εἶναι τῶν ὅλωνοἰόμενος. διὸ τάχα

καὶ ἐπεσημήνατο ἀνωτέρω τὸ πρωτίστῳ τῷ Ἀγαμέμνονιγέρας δίδοσθαι, ὡς μὴ δέον ὂν

οὕτω γίνεσθαι, ἀλλὰ τούτῳ μάλιστα τὸ πρωτεῖονἐξαιρεῖσθαι, οὗ δευτερεύουσιν οἱ

πάντες Ἕλληνες. (ῃ. 226) Ἰστέον δὲ ὅτι τε τοῦ πλεῖαι ἡ ἑνικὴ ὀρθὴ καὶ παρ' Ἡσιόδῳ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

204

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!