18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

παρακειμένου. Τινὲς δὲ ἐπενήνοθέφασιν ἀντὶ τοῦ ἐπεκινεῖτο ἀπὸ τοῦ ὄθω, τὸ κινῶ,

κατὰ κλίσιν ὁμοίαν μέσουπαρακειμένου. (ῃ. 220) Τὸ δὲ τὸν Θερσίτην ἔχθιστον εἶναι

μάλιστα τῷ Ἀχιλλεῖκαὶ τῷ Ὀδυσσεῖ, οὐ μόνον φίλους ἀλλήλοις δεικνύει τοὺς ἥρωας, ὡς

εἰκὸς ὂντοὺς τοιούτους τὸν αὐτὸν ἔχειν ἐχθρόν, ἀλλὰ καὶ πάνυ μισοπονήρους

ἀποφαίνει· οὐ γὰρ ἂν ὁ Θερσίτης οὕτως ἐμίσει αὐτούς, εἰ μὴ τὰ ὅμοια ἔπασχεμισούμενος.

τάχα δὲ καί, ἐπεὶ ἐν τοῖς πρώτοις τῶν ἀριστέων ἦσαν ὅ τε Ἀχιλλεὺςκαὶ ὁ Ὀδυσσεύς,

ἐφιλοτιμεῖτο τὴν πρὸς ἐκείνους ἔριν μάλιστα ὁ Θερσίτηςἀντεξισούμενος αὐτοῖς· διὸ καὶ

ἦν ἔχθιστος. Ἡ δὲ νεωτέρα ἱστορία καὶ ἀναιρεθῆναι τὸν Θερσίτην ὑπ' Ἀχιλλέως λέγει

κονδυλισθέντα, ὁπηνίκα τὴν Ἀμαζόνα Πενθεσίλειαν ἐκεῖνος ἀνελὼν οἶκτον ἔσχεν ἐπὶ

τῇ κειμένῃ. ὁ μὲν γὰρἐθαύμαζε τὸ κάλλος καὶ ὡς καλὴν ἅμα καὶ ἀνδρείαν ἀνδρειότατος

καὶ κάλλιστοςἠλέει κειμένην τὸ ὅμοιον οἰκτιζόμενος· ὁ δέ, ὡς εἴρηται, πιθηκόμορφος

ἐπὶλαγνείᾳ σκώπτει τὸν καλὸν ἥρωα. ὁ τοίνυν Ἀχιλλεὺς γογγύλῃ χειρὶ παίσας

τὸναἴσχιστον τῇ καλῇ Πενθεσιλείᾳ συγκατακλίνει. Ὅρα δὲ καὶ ὅτι τὸ

ἔχθιστοςπαρισοῦται μέν, [ὡς καὶ πρὸ βραχέων δεδήλωται,] πρὸς τὸ αἴσχιστος διὰ

τὸὁμοιοτέλευτον· ἐγγὺς δὲ ὅμως οὐ κεῖται. ὤκνησε γὰρ τὸ τοιοῦτον διὰ τὸ μὴκαίριον ὁ

ποιητής, [διὸ καὶ ὑπολανθάνει πως τῇ διακοπῇ τῶν μεσολαβούντωντριῶν στίχων.] (ῃ.

222) Ὅτι οὐχ' ἁπλῶς βοᾶν ἀλλὰ κλάζειν ὁ ποιητὴς τὸν 1.318 Θερσίτην φησὶ σκώπτων

εἰς ἀλογίαν· ἀλόγων γὰρ ζῴων τὸ κλάζειν. φησὶ γάρ,ὅτι τῷ Ἀγαμέμνονι ὀξέα κεκληγὼς

ἔλεγεν ὀνείδεα, [οὗ διασαφητικὸν κατωτέρωτὸ «Ἀγαμέμνονα νείκεε μύθῳ».] ὑπογράφει

οὖν καὶ τὴν τοῦ Θερσίτου φωνὴνὡς μὴ βαρεῖαν οὖσαν καὶ ἡρωϊκήν, ἀλλὰ ὀξεῖαν, ὁποία

ἡ τῶν παίδων ἢ τῶνγυναικῶν. διὸ καὶ Ὀδυσσεὺς παίζων λιγὺν αὐτὸν ἐν τοῖς ἑξῆς ἐρεῖ

δημηγόρον,ὡς ταὐτὸν ὂν ὀξὺν εἰπεῖν ἢ λιγύν. παρακατιὼν δέ φησιν, ὅτι μακρὰ

βοῶνἐνείκει τὸν Ἀγαμέμνονα. διὸ καὶ τύπτει καὶ αὐτὸν Ὀδυσσεὺς ὡς καὶ τοὺς ἄλλους

δημότας, ὅσοι βοῶντες τὸν ὄχλον ἀνέσειον. Ὅρα δὲ ὅπως ἡ αὐτὴ λέξιςκαὶ ἐπὶ ἐπαίνου

λαμβάνεται καὶ ἐπὶ σκώμματος. ὧδε μὲν γὰρ ὁ Θερσίτης λιγὺςἀγορητὴς σκωπτικῶς καὶ

μάλιστα κατὰ εἰρωνείαν· ἐν δὲ τῇ αʹ ῥαψῳδίᾳτοιοῦτος ὁ Νέστωρ ἐν ἐπαίνου λόγῳ

εἴρηται. [Εἰκὸς δὲ καὶ ἐπ' ἀληθείᾳ λιγύφθογγον αὐτὸν εἶναι καὶ τοῦτό γε εἰς ἀρετὴν

ἔχειν. διὸ καὶ Ὀδυσσεὺς αὐτὸν οὕτωμετ' ὀλίγα προσείπῃ, οὐ μὴν ἐπαινετικῶς ἀλλ' ὡς ἐν

σκώμματι· ἐπεὶ μηδὲ ἐξἀνάγκης ἐν τῷ μεγάλῳ κεῖται τὸ εὖ, ἀλλ' ἀνάπαλιν τὸ μέγα ἐν

τῷ εὖ.] (ῃ. 223)Ὅτι οὕτω θαυμαστοὶ καὶ φιλοβασιλεῖς οἱ Ἕλληνες, ὥστε ἐκπάγλως

κοτέονται τῷ Θερσίτῃ καὶ ὀφείλοντες λύπην τρέφειν κατὰ τοῦ βασιλέως διά τε

τὴνἀπόπειραν καὶ τὴν τοῦ νόστου κώλυσιν· οἱ δὲ ὅμως νεμεσῶσι τῷ στασιαστῇ,τουτέστι

δικαίως ἐπιμέμφονται. τάχα δὲ καὶ οἰκτείρουσι τὸν Ἀγαμέμνονασκοπούμενοι, ὅπως αἱ

τῶν μεγάλων ἀτυχίαι κατὰ τοὺς παλαιοὺς ὑψοῦσι τοὺςταπεινούς. (ῃ. 225–8) Ὅτι τὸ

ἀκαιρολόγον εἶναι τὸν Θερσίτην δεικνύουσιν οἱπαλαιοί, ἐξ ὧν ἐρωτᾷ τὸν βασιλέα οὕτω

πως· «Ἀτρείδη, τέο», [ἤγουν τίνος δὴπράγματος,] «αὖτ' ἐπιμέμφεαι ἠδὲ χατίζεις; πλεῖαί

τοι χαλκοῦ κλισίαι,πολλαὶ δὲ γυναῖκες ἐξαίρετοι». ταῦτα γὰρ ἔδει, φασίν, ἐπὶ τῆς

προτέραςἐκκλησίας λέγεσθαι, ὅτε ἔλεγεν Ἀγαμέμνων ἀγέραστος εἶναι δευόμενος. ὁ

δὲτότε σιγήσας φθόνῳ τῷ πρὸς Ἀχιλλέα νῦν ἀκαίρως αὐτὰ προβάλλεται.Ὅρα δὲ ὅτι ἐξ

ἀρχῆς αὐτῆς ἡ τοῦ Θερσίτου θρασύτης διαφαίνεται ἀπὸ τοῦἐρωτηματικοῦ σχήματος·

τραχύτητος γὰρ σχῆμά ἐστι τὸ τοιοῦτον καὶ σφοδρότητος. καὶ Ὀδυσσεὺς μὲν μετ' ὀλίγα

Ἀτρείδην ἄνακτα τὸν βασιλέα προσφωνεῖ καὶ Νέστωρ δὲ μετ' αὐτὸν ἄνακτα

Ἀγαμέμνονα· Θερσίτης δὲἀρκεῖται μόνον Ἀτρείδην αὐτὸν προσειπὼν πάνυ ἀπαίδευτος

καὶ ἐξ αὐτῆςτῆς τοῦ λόγου φαινόμενος εἰσβολῆς. Ἔνια δὲ τῶν ἐνταυθοῖ νοημάτων ἐκ

τῆςτοῦ Ἀχιλλέως δημηγορίας παρείλκυσται, ὡς οἷον τυχαίως καὶ κατά

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

203

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!