18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ῥητορικοῦ Λεξικοῦἔστι παρασημείωσις. (ῃ. 218) Γελοῖον δὲ καὶ τὸ ἐπὶ στῆθος αὐτῷ τοὺς

ὤμουςσυμπεπτωκέναι. μᾶλλον γὰρ γέλωτος ποιητικὸν τὸ ἐκ τῶν ἔμπροσθεν

κυρτὸνἤπερ τὸ ὄπισθεν καὶ οὐδὲ αὐτὸν λανθάνει τὸν ἔχοντα οἷός ἐστιν· ὁρᾷ γὰρ

τὸκυρτόν. Τὸ δὲ συνοχωκότε δηλοῖ μὲν τὸ συμπεπτωκότες· γίνεται δὲ ἀπὸ τῆςξυνοχῆς,

ἥτις παρὰ τῷ ποιητῇ δηλοῖ τὴν ἀπὸ πλατέος εἰς στενὸν σύμπτωσιν,ὅπου ξυνοχὰς λέγει

ὁδοῦ, ταὐτὸν δὲ εἰπεῖν κλεισούρας καὶ στενότητας. Σκοπητέον δὲ εἴ τι καὶ τὸ οἴχωκεν

ἐνταῦθα συμβάλλεται, ὃ κεῖται παρ' Ἡροδότῳ,καὶ εἰ βυσσαύχην ὁ Θερσίτης

ὑπογράφεται. ∆ιονύσιος γὰρ Αἴλιός φησιν, ὅτιβυσσαύχην ὁ τοὺς ὤμους συνέλκων ἐπὶ

τὸν τράχηλον. Παυσανίας μέντοιφησίν, ὅτι βυσσαύχην ὁ τὸν αὐχένα συνέχων καὶ τοὺς

ὤμους ἀνέλκων. (ῃ. 219) Φοξὸς δὲ κεφαλὴν λέγεται ὁ εἰς ὀξὺ λήγουσαν ἔχων αὐτήν,

λεγόμενος οὕτω ἢἀπὸ τῆς ὀξύτητος ἢ κατὰ τοὺς παλαιοὺς ἐξ ὁμοιότητος τῶν

πυριρραγῶνὀστράκων, ἅπερ φοξὰ λέγεται οἱονεί τινα φλοξά. προμήκης οὖν ἡ κεφαλὴ

τῷ Θερσίτῃ καὶ διὰ τοῦτο γελοία, ὅπου γε καὶ ὁ μέγας ἐκεῖνος Περικλῆς ὀνειδισμόν

1.316 τινα εἶχεν, ὡς ἱστορεῖ Πλούταρχος, διὰ τὸ τῆς κεφαλῆς πρόμηκες. [Ἰστέον δὲὅτι ἐν

τοῖς τοῦ Ἀθηναίου φέρονται καὶ ταῦτα χρήσιμα εἰς τὸ περὶ φοξότητος·ἐπίσημοι κύλικες,

Ἀργεῖαι καὶ Ἀττικαί. φοξαὶ δὲ τὸ χεῖλος αἱ Ἀργεῖαι, ὡςδηλοῖ Σιμωνίδης εἰπών· «αὐτὴ δὲ

φοξίχειλος», εἰς ὀξὺ ἀνηγμένη, τουτέστιν εἰςὀξὺ λήγουσα. τὸ γὰρ φοξόν, φησίν, ἐπὶ

τούτου τάττεται, καθότι καὶ Ὅμηροςἐπὶ Θερσίτου φησί· «φοξὸς ἔην κεφαλήν». καὶ ἔστιν

οἷον φαοξὸς ὁ πρὸς τὰ φάη,φησίν, ὀξὺς ὁρώμενος. Καὶ ὅρα ὡς οὐκ ἔπαθε συναίρεσιν ἐκ

τοῦ ἄλφα καὶ ˉο ὁφοξός, ἀλλ' ἐκβληθέντος τοῦ ἄλφα ἔμεινε τὸ ˉο μετὰ τοῦ ξῖ πρὸς

ἔνδειξιν σαφῆἐτυμολογίας.] Ἐπεὶ δὲ πολλάκις καὶ φοξότητα ἤ τι ἄλλο πάθος ἡ κεφαλὴ

ἔχουσαὅμως ἐπικαλύπτεται ταῖς θριξί–κοσμοῦσι γὰρ αὗται τὸ ἐκείνης εἰδεχθές,ὅθεν καὶ

κόμαι λέγονται παρὰ τὸ κοσμεῖν–φησὶν ὁ ποιητής, ὅτι ψεδνὴἐπενήνοθε λάχνη τῇ τοῦ

Θερσίτου κεφαλῇ, ὡς ἂν μὴ λανθάνῃ τὸ ἐκείνης φοξὸντῇ κόμῃ ἐπικρυπτόμενον. Ἔστι

δὲ ψεδνὴ μὲν ἡ λεπτὴ ἀπὸ τοῦ ψῶ, τὸ λεπτύνω,ψεδανή, ὡς μηκεδανή, καὶ ἐν συγκοπῇ

ψεδνή, ὡς «αἴγειρος μακεδνή». τινὲς δὲἀπὸ τῆς πίσσης ἐτυμολογοῦσι τὴν λέξιν καὶ

λέγουσι ψεδνὴν λάχνην τὴν λεπτὴντρίχωσιν καὶ ἣν ἐκσπάσοι ἄν τις ἀπὸ τῆς κεφαλῆς

πίσσῃ χρώμενος, ὁποῖαπολλὰ πάθη γίνεται, ἵνα εἴη λάχνη πισσεδανὴ καὶ ἐν συγκοπῇ καὶ

φυσικῇ τροπῇτοῦ ˉπ καὶ ˉσ εἰς ˉψ ψεδνή, ὥσπερ ἐκ τοῦ ὀπίσω γίνεται ἂψ καὶ ἐπὶ

ἄλλωνὁμοίων. Λάχνη δὲ ἡ τρίχωσις ἢ παρὰ τὸ λαχαίνω, τὸ σκάπτω, καθ' ὁμοιότητατῆς

ψιλῆς γῆς καὶ μικρά τινα ἐχούσης φυτάρια λαχαινόμενα, ἐξ οὗ παράγεταικαὶ τὸ

λάχανον· ἢ παρὰ τὸ ˉλˉα ἐπιτατικὸν καὶ τὸ χνοῦς, ὃ δηλοῖ βραχεῖάν τινακαὶ λεπτὴν

τριχῶν ἀνάφυσιν, ὁποία καὶ ἡ τῶν βρεφῶν. [δῆλον δὲ ὡς ἀπὸτοιαύτης λάχνης καὶ

θῆρες λαχνήεντες λέγονται, καθὰ καὶ ἀπὸ χαίτης ἄρκτοςχαιτήεσσα.] Τὸ δὲ ἐπενήνοθεν

εἰς μὲν γραφὴν πεζὴν πάντῃ ἐστὶν ἀσυντελές,σημαίνει δὲ τὸ ἐπέθεε καὶ ἐπέτρεχεν.

ὥσπερ δέ, φασίν, ἀπὸ τοῦ ἄχος ῥέειν 1.317 ποταμὸς ἐν Ἅδου Ἀχρέων καὶ κατὰ μετάθεσιν

τοῦ ˉε Ἀχέρων, οὕτω καὶ τὸθέω, τὸ τρέχω, ὑπερβιβασθὲν καὶ γενόμενον ἔθω πεποίηκε

τὸ ἐπενήνοθεν, ὅπερἐστὶ χρόνου μέσου παρακειμένου. ἔστι γὰρ ἔθω καὶ μετὰ προθέσεως

ἐνέθω, οὗμέσος παρακείμενος ἤνοθα, ἐξ οὗ τὸ ἐπενήνοθα τῆς πρώτης ἐκείνης

προθέσεωςτῆς ἐν τῷ ἐνεστῶτι αὐξηθείσης καὶ μὴ προσλογισθείσης εἰς πρόθεσιν διὰ

τὸκαθ' ἕξιν συγκεῖσθαι, ὁποῖόν τι καὶ ἐν τῷ καμμύω γέγονε. κἀνταῦθα γὰρ ἡκατά

πρόθεσις καθ' ἕξιν σύγκειται καὶ οὐ λογίζεται παρακεῖσθαι τῷ μύωῥήματι καὶ διὰ τοῦτο

λογιζόμενον ὡς ἁπλοῦν οὐκ αὐξάνει ἔσωθεν ὡς τὰ ἐκπροθέσεως συγκείμενα ῥήματα,

ἀλλὰ καὶ ἔξωθεν· οὐ γὰρ μόνον κατέμυσέ φαμενἀλλὰ καὶ ἐκάμμυσεν. Ἰστέον δὲ ὅτι καθ'

ὁμοιότητα τοῦ ἤνοθα κανονίζεταικαὶ τὸ ἔολπα καὶ ἔοργα μέσου καὶ αὐτὰ ὄντα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

202

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!