18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

γελωτοποιὸν γέγουσιν, οἷον τὸν μῖμον, γέλοιον δὲ τὸν 1.314 καταγέλαστον. δοκεῖ δέ,

φησί, τῶν παλαιῶν Ἀττικῶν εἶναι περισπᾶν τὰτοιαῦτα, ὁμοῖον, ἑτοῖμον, γελοῖον. ὅτι δὲ

δοκεῖ τὸ γελοῖον ἀπὸ συνεσταλμένηςεὐθείας εἶναι τῆς γέλος ὁμοίως τῷ ἔρος, ἐν ἄλλοις

εἴρηται· καὶ ὅτι δύναται καὶὡς ἀγκῴνη ἀγκοίνη, οὕτω καὶ γελῴον γελοῖον εἶναι. (ῃ.

216) Αἴσχιστος δὲ ὁδύσμορφος· ἐναντία γὰρ αἶσχος καὶ κάλλος καὶ αἴσχιστος καὶ

κάλλιστος καὶαἰσχρός καὶ καλός. διὸ καὶ δεξιῶς που εἴρηται κατὰ σχῆμα ἀντίθετον τὸ

«διὰκαλῶν γὰρ ὀμμάτων αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα». Λυκόφρων

δὲεἰδοποιήσας τὸ τοῦ Θερσίτου αἶσχος πιθηκόμορφον αὐτὸν ὠνόμασεν. [Ἡ δὲγινομένη

παρίσωσις ἐν τῷ αἴσχιστος καὶ ἔχθιστος καλὴ μέν· ὡς δὲ ἐπικρύπτειτὸ κάλλος, μετ'

ὀλίγα εἰρήσεται.] Πάνυ δὲ ἐναντιώτατος ὁ Θερσίτης τῷἈχιλλεῖ οὐ μόνον, ὡς ἀγεννὴς

ἀνδρείῳ καὶ ὡς κοσμήτορι ἄκοσμος καὶ ὡςἄφρων φρονίμῳ, ἀλλὰ καὶ ὡς καλλίστῳ

αἴσχιστος· κάλλιστον γὰρ Ἑλλήνωνπάντων ἐν τοῖς ἑξῆς ὁ ποιητὴς τὸν Ἀχιλλέα ἐρεῖ. Τὸ

δέ «ὑπὸ Ἴλιον ἦλθεν» ἀντὶ τοῦ εἰς τὴν Ἴλιον. ἐλήφθη γὰρ πρόθεσις ἀντὶ προθέσεως, εἰ

μὴ ἄρα διὰ τῆς ὑπόπροθέσεως ἡ κάτω σχέσις δηλοῦται· Ἠνεμόεσσα μὲν γὰρ ἡ Τροία καὶ

ὑπέρκειται. διὸ καὶ Ἰλιάδα σκοπιὰν αὐτὴν ἡ Τραγῳδία φησίν. ὑπόκειται δὲ ἐν αἰγιαλῷὁ

Ἑλληνικὸς ναύσταθμος. (ῃ. 217–9) Τὸ δέ «φολκὸς ἦν» καὶ τὰ ἑξῆς ἀποδεικτικά εἰσι τοῦ

αἴσχιστον εἶναι τὸν Θερσίτην. καὶ οὐκ ἄν τις αἰσχίονα τούτουδιαγράψοι ἄνθρωπον. καὶ

ἴδε τὴν τοῦ ποιητοῦ ἀρετὴν οὐ μόνον εἰς τὸ ἐγκωμιάζεινἀλλὰ καὶ εἰς τό, ὡς ἐρρέθη,

σιλλαίνειν καὶ ψέγειν, ἐάνπερ ἠβούλετο. (ῃ. 217)Ἔστι δὲ φολκὸς μὲν ὁ στραβός, ὁ τὰ

φάη, τουτέστι τοὺς ὀφθαλμούς, μὴ ὀρθὰἔχων ἀλλὰ ἐστραμμένα καὶ παρειλκυσμένα τῆς

κατὰ φύσιν ὀρθότητος. Τινὲςδὲ φολκὸν εἶπον τὸν τοιοῦτον λέγεσθαι ὡς τὰ τῶν πολλῶν

φάη ἕλκοντα εἰςἑαυτόν. ἐλεεῖται γάρ, φασί, μάλιστα ὁ τυφλός. εἰ δέ τις τοῦτο

παραδέξεται,σημείωσαι ὅπως ἐκ τῆς αὐτῆς ἐννοίας γενόμενοι ὁ ἑλίκωψ καὶ ὁ φολκὸς

ἄκρανἔχουσι διαφοράν. ἔστι γὰρ ἑλίκωψ ὁ ἑλίσσων τοὺς ὦπας τῶν πολλῶν εἰς

ἑαυτόν·καὶ φολκὸς ὁ τὰ φάη τῶν βλεπόντων ἐφελκόμενος, ἅπερ μιᾶς μέν εἰσιν

ἐννοίας,αἰτίας δὲ οὐ τῆς αὐτῆς, ἐάνπερ ἑλίκωπες μὲν Ἀχαιοὶ οἱ διὰ τὸ ἀξιοθέατον

τοὺςὦπας ἑλίσσοντες τῶν ὁρώντων εἰς ἑαυτούς, φολκὸς δὲ ὁ διὰ ἔλεον ἢ καὶγέλων τὰ

φάη τῶν βλεπόντων ἐφελκόμενος. Ἰστέον δὲ ὅτι τὰ κατὰ τὸν στραβὸν οἱ παλαιοὶ καὶ

οὕτω φράζουσιν· οἱ μέν, ὅτι βλεπεδαίμων ὁ διεστραμμένοςτὰς ὄψεις καὶ οἷον ὑπὸ

δαίμονος πεπληγώς· Παυσανίας δὲ προστίθησι καὶ ὅτιτοὺς Σωκρατικοὺς οὕτως ἔλεγον·

ἄλλοι δὲ ὅτι ἰλλός πλάγιος, διεστραμμένος, 1.315 στραβός, καὶ ἰλλώπτειν τὸ στραβίζειν·

τινὲς δὲ ὅτι ἔπιλλος ὁ παράστραβος καὶ1.315 ὅτι ὁ στρεβλός, ὃν οἱ παλαιοὶ στραβὸν

λέγουσι, καὶ ὅτι ἰλλώπτειν καὶ ἐνιλλώπτειντὸ ὑγροῖς, ὥς φησιν Αἴλιος ∆ιονύσιος, καὶ

ἐπιμύουσι καὶ κατακεκλασμένοιςὄμμασιν ἐμβλέπειν. Παυσανίας δὲ ἐνίλλειν τὸ

ὀφθαλμοῖς καταμωκᾶσθαι καὶἰλλώπτειν καὶ ἐπιλλοῦν τὸ μυκτηρίζειν καὶ κατιλλώπτειν

τὸ καταμυκτηρίζειν.καὶ τοιαῦτα μὲν τὰ τοῦ φολκοῦ, ἐν οἷς ὅρα καὶ ὅτι ἐκφράζων

ἄνθρωπον ὁποιητὴς ἀπὸ κεφαλῆς ἤρξατο κανόνι ῥητορικῷ, καὶ ταύτης ἐκ τοῦ

τιμιωτάτου,τῶν ὀμμάτων δηλαδή· ὅπερ ποιήσει καὶ ἐπὶ τοῦ βασιλέως ἐν τῷ «ὄμματα

καὶκεφαλὴν ἴκελος ∆ιΐ». ἄρχεται γάρ, φασίν, ἐν τούτοις οἷά τις ἀνδριαντοπλάστηςἀπὸ

τοῦ καλλίστου. Τὸ δέ «χωλὸς ἕτερον πόδα» [οὐκ ἐξ ἀνάγκης δηλοῖ, ὡς καὶκυλλοποδίων

καθ' Ἥφαιστον ἦν ὁ Θερσίτης· ἐπὶ πλέον γάρ πως τὸ χωλὸν τοῦκυλλοῦ. κυλλὸς μὲν γὰρ

ὁ τὰ καίρια βλαβεὶς ἐκ γενετῆς, χωλὸς δὲ κοινῶς καὶ ὁὕστερον ἐκ πληγῆς ἢ ἄλλως πως

ἐξ ἀρτιώσεως παθὼν κύλλωμα, ὁποῖόν τινακαὶ τὸν Θερσίτην ἱστοροῦσιν ἔνιοι. ἑτέρως

δὲ θεωρῆσαι, τὸ «χωλὸς ἦν ἕτερονπόδα»] ἐπίτασίς ἐστι τοῦ γελοίου· ἧττον γὰρ ἄν,

φασίν, ἐγελᾶτο, εἰ ἄμφωτὼ πόδε χωλὸς ἦν. ὅτι δὲ τὸ χωλόν καὶ ἐπὶ χειρὸς τίθεται,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

201

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!