18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καὶ ἀκριτόμυθον αὐτὸν προϊών φησιν. εἰ δὲ ὁπαρὰ τῷ Σοφοκλεῖ Φιλοκτήτης γλώσσῃ

δεινὸν καὶ σοφὸν τὸν Θερσίτην λέγει,ἀλλ' ἐκεῖνος μισῶν τὸν Ὀδυσσέα ἐπαινεῖ τὸν

Θερσίτην οἷα τῷ Ὀδυσσεῖ ἔχθιστον. Τὸ δὲ ἐκολῴα δηλοῖ μὲν τὸ ἐθορύβει, γίνεται δὲ ἐκ

τοῦ κολῳός, ὁ θόρυβος, αὐτὸ δὲ ἢ ἐκ τοῦ κολούω, ἐξ οὗ καὶ κολοιός ὄρνεον

θορυβητικὸν καὶκραυγαστικόν, ἢ ἐκ τοῦ κλῶ, ὡς προεγράφη, ὅθεν καὶ τὸ κλώζειν καὶ ὁ

κλωγμός.[Σημείωσαι δὲ ὅτι Ὁμήρου δευτέρας συζυγίας εἰδότος τὸ κολῳῶ, καθὰ δηλοῖτὸ

ἐκολῴα ὅμοιον ὂν τῷ ἐβόα, φασὶν οἱ παλαιοὶ καὶ πρώτης αὐτὸ εἶναι παρ'Ἀντιμάχῳ

εἰπόντι· «ὥς ῥα τότ' Ἀργείων ἐκολῴει στρατός». ἐστὶ γὰρ τὸ ἐκολῴει ὡς τὸ ἐποίει.] (ῃ.

213) Τὸ δὲ ἄκοσμα εἰδέναι τὸν Θερσίτην καὶ πολλὰὑπερβολὴν ἐνδείκνυται ἀφροσύνης·

πολλὰ μὲν γὰρ οἶδε καὶ μυρία κατὰ τὸνποιητὴν ὁ συνετὸς καὶ πολύπειρος, ἄκοσμα δὲ

οἶδεν ὁ ἀφραίνων. ὁ δὲ Θερσίτηςἄκοσμά τε εἰδὼς καὶ πολλὰ πάνυ ἂν εἴη πόρρω τῆς

εὐκοσμίας. διὸ καὶ τοῖςβασιλεῦσίν ἐστιν ἐχθρὸς οἷα κοσμήτορσιν ἄκοσμος αὐτὸς ὤν.

Ἐφερμηνεύων δέ,τί τὸ ἄκοσμα, φησὶν οὐ κατὰ κόσμον ἐρίζειν τοῖς βασιλεῦσι, [δηλαδὴ

τοῖςἈτρείδαις ἢ καὶ τοῖς ὅλοις. ἔνθα ὅρα ὅτι τε τὸ «οὐ κατὰ κόσμον» ἑρμηνεία ἐστὶτοῦ

μάψ καὶ ὅτι οὐχ' ἁπλῶς ψέγεται ὁ βασιλεῦσιν ἐρίζων ἀλλὰ ὁ μάτην. ἄλλωςγὰρ κατὰ τὸν

Ὁμηρικὸν ∆ιομήδην μαχήσεταί τις ἀφραδέοντι βασιλεῖ, καθὰθέμις, ἐν ἀγορᾷ.] (ῃ. 215)

Τὸ δέ «ἄλλ' ὅ τί οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν 1.313 ἔμμεναι» διπλῆν ἔννοιαν ἔχει· ἢ

γὰρ λέγει ὡς, ὅπερ ἂν αὐτῷ εἴσαιτο ἤγουνδόξοι, ἐκεῖνο γελοῖον ἦν τοῖς Ἀργείοις, ἤγουν

τὰ τῷ Θερσίτῃ σπουδαῖα γέλωςἦσαν τοῖς Ἀχαιοῖς, ἢ ὅτι ἐκεῖνο ἀκόσμως πρὸς ἔριν

ἐλάλει, ὅπερ ἂν αὐτῷ ἐδόκειγελοῖον εἶναι τοῖς Ἀχαιοῖς, ἵνα δείξῃ διὰ τούτου πάνυ

γελοῖον καὶ αὐθάδη τὸν Θερσίτην, ἐὰν ἐκ προνοίας καὶ ἑκὼν καὶ ἐπίτηδες τὸ παραστὰν

ἐφλυάρει, ἐκεῖναματαιολογῶν ἅπερ καὶ αὐτῷ ἐδόκουν ἄξια γέλωτος εἶναι τοῖς

Ἕλλησιν, ὅπερἄκρας ἐστὶ θρασύτητος καὶ περιφρονήσεως, ἐὰν τὰ τοῖς ἄλλοις γελοῖα

ὡςσπουδαῖα κρίνων αὐτὸς λέγειν τολμᾷ καταγινώσκων ἁπάντων δηλαδὴ ἄγνοιανκαὶ

μετάγειν καὶ τοὺς ἄλλους πειρώμενος εἰς ὅπερ αὐτὸς νοεῖ. Σημείωσαι δὲὅτι Σοφοκλῆς

τὸν τοιοῦτον Ὁμηρικὸν νοῦν παραφράζων φησὶ περὶ Θερσίτου,ὅτι οὐκ ἂν εἵλετο

εἰσάπαξ εἰπεῖν, ὅπου μηδεὶς ἐῴη, τουτέστιν οὕτω θρασὺς ἦν,ὥστε καὶ κωλυόμενός τι

λέγειν, ὡς μὴ δέον ὂν λέγεσθαι, ὁ δὲ τὸ αὐτὸ πολλάκιςἐλάλει. (ῃ. 216) Σημείωσαι δὲ καὶ

ὡς ἐν τῇ πρώτῃ ἐννοίᾳ τοῦ «ὅ τί οἱ εἴσαιτογελοίϊον Ἀργείοις ἔμμεναι» ἀντὶ τοῦ «ὅπερ

ἂν τῷ Θερσίτῃ δοκοίη, ἐγελᾶτοτοῖς Ἀχαιοῖς», τὸ ἔμμεναι ἢ ἀντὶ τοῦ ἦν κεῖται κατὰ τοὺς

παλαιούς, ἵνα λέγῃ,ὅτι γελοῖον ἦν τοῖς ἄλλοις τὸ παρ' ἐκείνῳ σπουδαῖον, ἢ παρέλκον

κεῖται καὶἀργόν. τοιοῦτον δὲ καὶ τὸ «ἑκὼν εἶναι οὐκ ἂν τόδε ποιήσω». καὶ ἄλλαι δὲ

παρὰπολλοῖς λέξεις κείμεναι ὁμοίως παρέλκουσιν, ὡς καὶ τὸ ἀμέλει ἐνίοτε καὶ τὸἔχειν

ἐν τῷ «παίζεις ἔχων» καὶ τό γε νῦν ἔχον καὶ τὸ εἶτα ἐν τῷ «εἴ σοι μηδὲνμετὸν εἶτ'

ἀπεχθάνῃ» καὶ τό ποτὲ ἐν τῷ «τί δήποτε ἥκεις;» καὶ τό τὶ ἐν τῷὁμοῦ τι, σχεδόν τι,

μᾶλλόν τι, οὔ τι, οὕτω τι, «μήτι ἐγὼ εἰμί;» καὶ τὸ ˉωˉς δέποτε πλεονάζει, ὡς μετ' ὀλίγα

ῥηθήσεται. Τινὲς δὲ ἀπὸ τοῦ εἴσαιτο κατὰ κοινοῦσυμβιβάζοντες τὴν ἔννοιάν φασιν, ὅτι

ὅπερ ἂν εἴσαιτο τῷ Θερσίτῃ, ἤγουν δόξοι,γελοῖον ἐκεῖνο τοῖς Ἀργείοις εἶναι, δηλαδὴ

εἴδετο ἤγουν ἐδόκει. Τὸ δὲ γελοίϊονπλεονασμὸν ἔχει τοῦ δευτέρου ˉι, ὡς καὶ τὸ ὁμοίϊον

ἀντὶ τοῦ ὅμοιον καὶ τὸποδοῖιν καὶ ἵπποιιν καὶ ὤμοιιν· «δός μοι ὤμοιιν τὰ σὰ τεύχεα

θωρηχθῆναι». Τινὲς δὲ διάλυσιν τὸ σχῆμά φασι [λέγοντες καί, ὅτι οὐκ εἴωθεν Ὅμηρος

τῇ γενικῇ καὶ δοτικῇ τῶν δυϊκῶν ἄλλως χρῆσθαι, εἰ μὴ κατὰ διάλυσιν, οἷονποδοῖϊν,

ἀλλήλοιϊν· ὃ δὴ καὶ ἐν Ὀδυσσείᾳ δεδήλωταί που.] καὶ οὕτω μὲν ἐκπλεονασμοῦ

τετρασύλλαβον τὸ γελοίϊον. τοῦ δὲ τρισυλλάβου τινὲς ὀξύνουσι τὴνπρώτην συλλαβήν,

ὥς φησι ∆ιονύσιος Αἴλιος. οἱ δὲ πλεῖστοι γελοῖον μὲνπροπερισπωμένως τὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

200

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!