18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τέχνας ἐκφήναντες ἢ τεχνῶν ὄργανα ἐξευρηκότες ἢ εὐηργετηκότες θεῖον ὄνομα

ἐκληρώσαντο. καὶ τοῦτ' ἦν τὸ τὴν Ῥωμαϊκὴνπεῖσαν βουλὴν θεοὺς ψηφίζεσθαι τοὺς

ἐκείνοις εὐαρεστοῦντας ἀνθρώπους, ὧν ἦνκαὶ Καῖσαρ ὁ πρῶτος παρ' αὐτοῖς ἐπικληθεὶς

ἐν ἀνθρώποις θεός, οὗ υἱὸς ὁ Σεβαστὸς πρῶτος καὶ αὐτὸς θείαν ταύτην κλῆσιν λαχών.

Ὅτι τὸ «αὐτός» ἐνταῦθαὍμηρος ἐπὶ νεκροῦ τίθησιν εἰπὼν ὅτι «τὰς μὲν ψυχὰς τῶν

ἡρώων Ἄϊδι προΐαψεν, αὐτοὺς δὲ ἑλώρια ἔτευχε κύνεσσί τε καὶ οἰωνοῖς». αὐτοὺς γὰρ

λέγει τὰ μετὰτὴν ψυχὴν ἐνταῦθα μείναντα τῶν ἡρώων σώματα. αἴτιον δὲ οὐχ' ὅτι

κατάτινας θνητὴν οἰόμενος Ὅμηρος τὴν ψυχὴν τὸ πᾶν τοῦ ἀνθρώπου ἐν

σώματιτίθησιν, ἀλλ' ὅτι φύσει οὕτως ἔχει τὸ πρᾶγμα. εἰ γάρ τινος ἐν σωρείᾳ

νεκρῶνἐρωτήσαντος, τίς ἂν εἴη ἐξ αὐτῶν Πάτροκλος, ὑποδείξας τις δακτύλῳ τὸν

κείμενον ἐρεῖ ὅτι αὐτός ἐστι, πάντως τὸ αὐτός ἐπὶ νεκροῦ σώματος ἀψόγως εἴρηκε.καὶ

νῦν μὲν τὸ αὐτός ἐπὶ σώματος κεῖται, δακτύλῳ δείκνυσθαι δυναμένου, ὡςκαὶ παρὰ

Σοφοκλεῖ ἐν τῷ «αὐτὸν ὥστε σῶμα τυμβεῦσαι τάφῳ». ὅτε μέντοι ἐπὶμόνης κεῖται

ψυχῆς, τότε κατ' ἐξοχήν τινα κεῖται τὸ αὐτός, ὡς κυρίως αὐτοῦ,τουτέστιν ἀνθρώπου,

τῆς ψυχῆς οὔσης, δι' ἧς τὸ εἶναι τῷ σώματι. Ἰστέονγὰρ ὅτι τὸ αὐτός ποτὲ μὲν ἐπὶ μόνου

σώματος, ὡς προείρηται, ποτὲ δὲ ἐπὶμόνης ψυχῆς, ὡς ὅτε φησὶν ἐν Ὀδυσσείᾳ περὶ

Ἡρακλέος, ὅτι «αὐτὸς δὲ μετ' ἀθανάτοισι θεοῖσι τερπόμενος ἔχει καλλίσφυρον Ἥβην»,

ποτὲ δὲ ἐπὶ τοῦσυναμφοτέρου ἤτοι τοῦ συνθέτου ἀνθρώπου. ὅτι δὲ καὶ ἄλλως πολλαχῶς

1.32 λέγεται τὸ αὐτός, ἱκανῶς εἴρηται τοῖς παλαιοῖς. Ὅρα δὲ ὅπως ἐπὶ μὲν

ψυχῶνἀπελεύσεως τὸ προΐαψεν εἶπε τὸ ταχὺ τοῦ θανάτου ἐμφαίνων, ἐπὶ δὲ

τοῦσπαραγμοῦ τῶν κειμένων τεῦχεν εἶπεν, ὡς τοῦ πράγματος παράτασίν τιναπλείονα

ἔχοντος. Ἰωνικὸν δὲ τὸ τεῦχεν, ὥσπερ καὶ τὸ «ὀλέκοντο δὲ λαοί» καὶ»βῆ δ' ἀκέων» καὶ

ὅσα ὅμοια ἤτοι ἀναύξητα. καὶ εἰρήσεται μετ' ὀλίγα περὶτούτων. Ὁ δὲ κύων ἀπὸ τοῦ κύω

τὸ φιλῶ παράγεται. ὀφείλων δὲ τρισυλλάβωςκλίνεσθαι κύωνος, ἔχει τὴν γενικὴν

δισύλλαβον κατὰ πάθος διὰ δύο κανόνωνἐναντιότητα. εἷς μὲν γὰρ κανὼν συστέλλεσθαι

θέλει τὸ ˉω τῆς εὐθείας ἐν τῇγενικῇ διὰ τὴν τοῦ γένους κοινότητα· ὁ κύων γὰρ καὶ ἡ

κύων φαμέν· ἕτερος δέτις κανὼν φυλάττεσθαι θέλει αὐτὸ διὰ τὸ βραχὺ εἶναι τὸ

δίχρονον τῆς παραληγούσης, ὁποῖόν τι καὶ τὸ Ἀμφιτρύων Ἀμφιτρύωνος καὶ τὰ ὅμοια. ἡ

γοῦν τῶν δύο κανόνων μάχη περὶ τὴν τοῦ κύωνος παραλήγουσαν διέφθειρεν οἷονκαὶ

ἐξώθησε τὸ ὑποκείμενον καὶ τὴν τρισυλλαβίαν εἰς δισυλλαβίαν περιέστησεν.Ἰστέον δὲ

ὅτι τὸ «αὐτοὺς δ' ἑλώρια» οὕτω μὲν κατὰ συναλιφὴν ἀναγνωσθὲνἐκτεταμένην ἔχει τὴν

ἄρχουσαν τοῦ ἑλώρια λόγῳ σπονδείου κατὰ κοινὴνσυλλαβήν· ἐκτείνεται γὰρ οὐ μόνον

διὰ τὴν ἐπικειμένην δασεῖαν, ἀλλὰ καὶ διὰτὴν ἐπαγομένην ὀξεῖαν, ἔτι δὲ καὶ τὴν πρὸ

αὐτῆς. εἰ δὲ ἀσυναλείπτως γράφειτις «αὐτοὺς δὲ ἑλώρια τεῦχεν», ἁπλοϊκῶς ὁ τόπος

ποδίζεται κατὰ δάκτυλον.δεδιπλῶσθαι δὲ τὸ ˉλ τοῦ ἑλώρια ὀκνητέον εἰπεῖν, εἰ καὶ

ἄλλοις τετόλμηται.[Ωσπερ δὲ τοῦ πελώριον προϋπόκειται τὸ πέλωρ, οὕτω καὶ τοῦ

ἑλώριον τὸ ἕλωρ,γενόμενον ἢ ἐκ τοῦ ἕλκω ἢ ἐκ τοῦ ἕλω τὸ φονεύω. (ῃ. 6) Ὅτι ἐν τῷ

«οἰωνοῖσίτε πᾶσι» διχῶς ἡ στιγμή. ἢ γὰρ ἐν τῷ «πᾶσι» στικτέον τελείαν, ἵνα λέγῃ,

ὡςπολλοὶ προὔκειντο ἕλωρ πᾶσι τοῖς ἐπιχωριάζουσι σαρκοφάγοις ὀρνέοις ἢ εἰςτὸ

«οἰωνοῖσί τε», ἵνα τὸ πᾶσιν ἐπάγηται τοῖς ἑξῆς καὶ λέγῃ, ὅτι ἐν πᾶσιν ἡτοῦ ∆ιὸς ἐτελεῖτο

βουλή. εἰ δὲ Ζηνόδοτος ἀντὶ τοῦ πᾶσι γράφει δαῖτα, σφάλλεται, φασί· δαῖτα γὰρ ἐπὶ

μόνων ἀνθρώπων Ὅμηρος τίθησιν. Ὅτι δὲ πολυώνυ1.33 μον ὁ οἰωνὸς καὶ πόθεν γίνεται

καὶ ὡς Ἰωνικῆς διαλέκτου ἐστὶν ἡ τοῦ ˉιπροσθήκη ἐν τῷ οἰωνοῖσι καθὰ καὶ ἐν τῷ

κύνεσσι καὶ τοῖς ὁμοίοις, ἀλλαχοῦῥηθήσεται. φανεῖται δ' ἐν τοῖς ἑξῆς καὶ ὅθεν ὁ οἰωνὸς

καὶ ὡς Αἰολέων ὁ τῶνσυμφώνων διπλασιασμὸς καθὰ ἐν τῷ κύνεσσιν, οὕτω καὶ ἐν τῷ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

20

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!