18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

σοφία τε γὰρ θεωρία ἐστὶν ἀληθευτική· καὶ ὁσοφὸς δὲ τοιοῦτος· οὐκοῦν καὶ ὁ Ὅμηρος;)

ἀλλὰ διὰ τὸ τῶν πολλῶν ἐπαγωγὸναὐτοὺς τῇ ποιήσει παρεμπλέκων τεχνάζεται, ἵνα

δελεάσας καὶ θέλξας τῷπροφαινομένῳ δικτύων, ὅ φασιν, ἔσω λάβῃ τοὺς ὀκνοῦντας τὸ

τῆς φιλοσοφίαςγλαφυρόν, εἶτα καὶ γεύσας τῆς ἐν ἀληθείᾳ γλυκύτητος ἀφήσει σοφοὺς

πορεύεσθαικαὶ θηρᾶσθαι αὐτὴν καὶ ἄλλοθεν. ἔτι δὲ γίνεται καὶ μεθοδευτὴς οὕτω τῆς

τῶνμύθων πιθανῆς πλάσεως, ἵνα καὶ τούτου τοῖς φιλομαθέσιν, ὡς καὶ τῶν

λοιπῶνεἰδῶν τοῦ λόγου, καθηγήσηται. ἐκεῖνο δὲ καὶ μάλιστα θαυμαστὸν ἐν

τούτοιςὍμηρος ἔχει, ὅτι καὶ μύθοις μεμεστωμένος ὅμως οὐ φεύγεται, ἀλλὰ

στέργεται,καὶ οἱ μισεῖν αὐτὸν προϊσχόμενοι οὐκ ὀκνοῦσιν αὐτοῦ ἄλλως ἅπτεσθαι,

καὶἀποδιοπομποῦντες αὖθις προσίενται, ὅμοιοι τῷ παροιμιακῷ Σκύθῃ, ὃς θεωμένωνμὲν

Ἑλλήνων ἀπέσχετο ἵππου εὐγενοῦς ἐκπεπνευκότος, ἀνακάμψας δὲ καθ'ἡσυχίαν τὸ

σύνηθες ἔπραττεν, ἀπολαύων οὗ ἤθελεν. εἰ δὲ καὶ οἱ χρώμενοι δηλοῦσιτὸ χρηστὸν

πρᾶγμα, οὐκ ἔχει ἀντιλογίαν πολύχρηστον εἶναι χρῆμα τὴν Ὁμηρικὴνποίησιν. ἀλλ' ὅτι

μὲν εὔχρηστος ὁ ποιητής, οὕτως ἀμυδρῶς δηλοῦντες ὑπεκρουσάμεθα, ὅτι μηδὲ πρόθεσις

ἡμῖν Ὁμήρου ὑπερλαλεῖν. ὡς εἴγε τις ἐν σκοπῷθήσει τὸ πρᾶγμα, οὐ πολλῶν δεήσεται

λόγων, ἀλλὰ προβαλεῖται τὰς βίβλους ἐκπροχείρου, ὧν αἱ μὲν εἰς αὐτόν, αἱ δὲ ἐξ αὐτοῦ

συνεκροτήθησαν, καὶ ἀνύσειῥᾳδίως τὸ προτεθέν. 1.3 Λείπεται δὴ ἡμῖν, ἐπεὶ

ἀποπέφανται μὴ γελοῖος εἶναι πάντῃ ὁ πονησάμενοςπερὶ τὴν Ὁμήρου ποίησιν, γενέσθαι

οὗ ἐσκοπήσαμεν καὶ μὴ ἐπὶ πλέον συνιστᾶντὸν ποιητήν, ἀλλὰ ποιεῖν ὅπερ εἰς αὐτὸν οὐ

πρὸς μεγιστάνων τινῶν ἐπετάχθημεν,ὁποῖά τινα πλάττονται οἱ κομψοί, ἀλλὰ πρὸς

φίλων ὁμιλητῶν, οἷς ὑπολήψεώςτι χρηστῆς περὶ ἡμῶν ὕπεστιν. ἦν δὲ τὸ φιλικὸν

θέλημα διὰ τῆς Ἰλιάδος ἐλθεῖνκαὶ ἐκπορίσασθαι τὰ χρήσιμα τῷ διεξοδεύοντι, οὐ λέγω

ἀνδρὶ λογίῳ, ἐκεῖνονγὰρ οὐδὲν ἂν τῶν τοιούτων εἰκὸς λανθάνειν, ἀλλὰ νέῳ ἄρτι

μανθάνοντι· τυχὸνδὲ καὶ μαθόντι μέν, δεομένῳ δὲ ἀναμνήσεως. καὶ δὴ γίνεται τοῦτο·

καὶ τὰχρήσιμα κατὰ ἀκολουθίαν εὐσυνθέτως ἐκλέγονται, οὐχ' ὥστε μέντοι τὰ

πάντωνἐνταῦθα εἶναι τῶν πονησαμένων εἰς τὸν ποιητήν, (τοῦτο γὰρ καὶ μόχθος

μάταιοςκαὶ περιττὸς καὶ οὐδὲ ῥᾷον ἀνύσιμος,) ἀλλ' ὥστε τὸν γινώσκειν ἐθέλοντα

εὑρίσκεινκατὰ τόπον εὐτάκτως τὰ μὴ παρέλκοντα, οἷον· ἐννοίας εὐχρήστους τῷ

καταλογάδην γράφοντι καὶ βουλομένῳ ῥητορικὰς ποιεῖν εὐκαίρως

παραπλοκάς·μεθόδους, ἐξ ὧν καὶ ὠφελεῖταί τις μιμεῖσθαι θέλων καὶ τῆς εὐτεχνίας

θαυμάζειτὸν ποιητήν· λέξεις, τὰς πλείους μὲν ὡς πεζῷ λόγῳ προσηκούσας, πολλάκις

δὲκαὶ σκληρὰς καὶ τραχείας καὶ ποιητικάς, ἃς εἰ μὴ ἀναπτύξει τις ἐτυμολογικώτερον,

οὐκ εὔγνωστον ἔσται τὸ χωρίον, ὃ παρεκβέβληται· γνώμας, αἷς καὶ αὐταῖςπολλαχοῦ ἡ

Ὁμηρικὴ σεμνύνεται ποίησις· ἱστορίας, οὐ μόνον αἷς ὁ ποιητὴςχρᾶται κατὰ κανόνα

οἰκεῖον, ἀλλ' ἔστιν ὅπου καὶ πλατύτερον, ὡς ἐξ ὧν ἱστόρησανἕτεροι· ἔτι δὲ μύθους, τοὺς

μὲν ἀκράτους καὶ ἀθεραπεύτους καὶ κατὰ μόνονθεωρουμένους τὸ προφερόμενον, τοὺς

δὲ καὶ μετὰ θεραπείας ἀλληγορικῆς εἴτε καὶἀναγωγικῆς· καὶ ἕτερα μυρία καλὰ εἰς βίον

χρήσιμα· καὶ ταῦτα οὐ μόνον συντόμως, ἀλλὰ καὶ ποικίλως. ὥστε εἴ τις ἀφθονήτως τὸ

πᾶν περιελθὼν τοῦτο πόνημαεἴποι ἐπιεικέστερον, ὡς οὐκ ἀνωφελὲς πάντῃ ἐστὶ τὸ

ἐγχείρημα, οἶμαι, οὐψεύσεται. νέων γὰρ ἀγωγὴ καὶ διατριβὴ ἀναγνώσεως συντελοῦσα

εἰς τὴνὉμηρικὴν Ἰλιάδα, καλὴ ἂν καὶ αὕτη γένοιτο, εἴτε κατὰ μόνας τις ἀπολαβὼν τὸ

παρὸν ἔργον αὐτὸ καθ' αὑτὸ θεωροίη εἴτε καὶ τὴν Ἰλιάδα χειριζόμενος σκέπτεσθαι τὴν

ἐργασίαν ταύτην βούλεται, εἴ τί που ἐν χρῷ ἐκείνης παράπτεται. πρὸς δὲτοῖς ἄλλοις

οὐδὲ ἐκτέταται τὸ προκείμενον ἔργον εἰς ἓν ὕφος καὶ σῶμα κατὰσυνέχειαν ἀδιάστατον,

ἵνα τῷ ἀδιακόπῳ ἀποκναίῃ τὸν ἐντυγχάνοντα καὶ δυσεύρετον ἔχῃ τὸ κατάλυμα, ἀλλ'

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

2

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!