18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

βασιλέως» συγκρότησίν τινα δίδωσι τῷ «κρείσσων γὰρβασιλεύς, ὅτε χώσεται ἀνδρὶ

χέρηϊ». ἡ δὲ τοιαύτη γνώμη πρὸς ἐκφόβησιν παρείληπται. οὐ γὰρ τὸ μέγα τοῦ θυμοῦ

βασιλέως ἐγκώμιον ἁπλῶς ἐστιν, ἀλλὰφρικτὸν αὐτὸν παριστᾷ. Ἐντεῦθεν δὲ λαβόντες οἱ

ὕστερον σοφοὶ ἀφορμὴνμεγαλοθύμους τοὺς τοιούτους ἀνθρώπους φασὶν ἄλλο τι ὄντας

παρὰ τοὺς ἐν τῷποιητῇ μεγαθύμους. Σημείωσαι δὲ καί, ὅτι ὥσπερ καὶ ἐπὶ ἄλλων οὕτω

καὶ ἐπὶτοῦ μέγας θυμός καὶ μεγάθυμος πολλή ἐστι διαφορὰ τοῦ τε διαλελυμένου καὶτοῦ

συνθέτου· μέγας μὲν γὰρ θυμὸς τὸ πολὺ τοῦ χόλου, μεγάθυμος δὲ ὁ μεγαλόφρων καὶ

μεγαλόψυχος. Οὕτω καὶ παρὰ Ἡσιόδῳ διαφέρει ὁ χειροδίκης καὶὁ ἐν χερσὶν ἔχων τὴν

δίκην· χειροδίκης μὲν γὰρ συνθέτως ὁ βίαιος καὶ οὐκ ἐν 1.307 τοῖς νόμοις, ἀλλ' ἐν χερσὶ

ταῖς ἑαυτοῦ κείμενον ἔχων τὸ δίκαιον· δίκην δὲ ἔχωνἐν χερσὶν ὁ δίκαιος καὶ ἀεὶ πρὸ

χειρῶν οἷον φέρων τὸ δίκαιον. οὕτω δὲ καὶ θερμὸνμὲν ἔργον διαλελυμένως τὸ ἀναιδὲς

καὶ θρασύ, θερμουργὸς δὲ ἀνὴρ ἐν συνθέσεικατὰ λόγον ἐπαινετὸν ὁ θαρραλέος καὶ μὴ

ψυχρὸς εἰς ἔργον. τὸ δ' ὅμοιονφανεῖταί που καὶ ἐπὶ τοῦ σκιαμαχεῖν καὶ ὑπὸ σκιᾷ

μάχεσθαι. (ῃ. 198) ∆ήμουδὲ ἄνδρα τὸν ἰδιώτην λέγει. τὸν δὲ αὐτόν που καὶ δῆμον καλεῖ,

ὡς ἄν τις εἴποιδημότην ἢ δημοτικὸν τῷ τοῦ ὅλου ὀνόματι ἤγουν τῷ τοῦ δήμου

ὀνομάσας τὸμέρος ἤτοι τὸν δημότην, ὡς πολλαχοῦ φαίνεται ποιῶν. ἴδε δὲ καὶ ὅτι

οὐχ'ἁπλῶς πάντα δημότην κολάζει, ἀλλὰ ὃν ἂν εὑρήσει βοῶντα καὶ οὕτως

ἀνασείοντατὸν ὄχλον καὶ κωλύοντα τὴν τούτου δημηγορίαν ὡς μηδὲ ἐξακούεσθαι. (ῃ.

200) ∆ιὸ καὶ ἀτρέμας καθῆσθαι αὐτὸν ἐθέλει καὶ μὴ λαλεῖν, ἀλλὰ ἄλλων

ἀκούεινλαλούντων οὐχ' ὁμοίων, ἀλλὰ κρεισσόνων αὐτοῦ. ἐπὶ μέντοι τῶν

βασιλέωνἄλλως εἶπεν· «αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς», οὐ μὴν ὅτι καὶ

σιώπα.Ἰστέον δὲ ὅτι τὸ ἀτρέμας ἧσο παραφράζων Ἡρόδοτός πού φησιν· «ἀτρεμίζοντά σε

μακαριστὸν εἶναι». (ῃ. 199) Τὸ δὲ σκήπτρῳ ἐλαύνειν ἀντὶ τοῦ πλήττεινεἴρηκε. δῆλον δὲ

ὅτι καὶ ἵππον ἐλαύνειν τις λέγεται καὶ σίδηρον δέ, ἀλλὰ καὶτεῖχος ἐλάσαι τῇ πόλει

ἀλλαχοῦ λέγει. καὶ ἔστιν, ὡς καὶ προεγράφη, πολυσήμαντος ἡ λέξις. Ὅρα δὲ καὶ ὅτι τὸ

τοῦ Ἀγαμέμνονος σκῆπτρον εἰς μὲν τοὺς βασιλεῖς ἤρκεσε τῷ Ὀδυσσεῖ πρὸς σύμβολον

μόνον τοῦ ἐκ βασιλέως λαλεῖν, ἐπὶδὲ τοὺς δημότας καὶ εἰς πλήττουσαν ῥάβδον

Ὀδυσσεὺς αὐτῷ ἀπεχρήσατο, οὐλόγοις ἀγανοῖς αὐτοὺς μετιών–τοῦτο γὰρ οὐκ ἔδει, καθὰ

προγέγραπται–,ἀλλὰ δριμύττων καὶ σωφρονίζων τὸν δῆμον πληγαῖς· ὅθεν καί φασιν οἱ

παλαιοί,ὅτι πῶς ἂν εἴη δημοχαριστὴς κατὰ τοὺς τραγικοὺς ὁ Ὀδυσσεὺς οὕτως

ἀτίμωςτὸν δῆμον διαχειριζόμενος; (ῃ. 200) Τὸ δέ «ἀτρέμας» ἐστὶ μὲν ἐπίρρημα καὶδηλοῖ

τὸ ἡσύχως· εὑρίσκεται δὲ καὶ δίχα τοῦ σίγμα, [ὡς δηλοῖ σὺν ἄλλοιςκαὶ τὸ «οὔκουν

ἀτρέμ' ἕξεις» ἤγουν ἡσυχάσεις, «ἤν τι καὶ χορδῆς λάβῃς;»]λέγεται δὲ καὶ ἀτρεμεί παρὰ

τοῖς μεθ' Ὅμηρον. (ῃ. 202) Τὸ δέ «ἐν πολέμῳἐναρίθμιος» ἀντὶ τοῦ ἐν ἀριθμῷ καὶ λόγῳ

κείμενος. ἔστι δὲ ὅτε ἀριθμός καὶ ἐπὶοὐδαμινότητος λαμβάνεται, ὡς ὅτε ὁ Κωμικὸς

λέγει, ὅτι οἱ θεαταὶ ἀριθμὸςἄλλως εἰσίν, ἤτοι πλῆθος, μόνον καὶ αὐτὸ τοῦτο ποσότης

ἐπινοουμένη, οὐ μὴνοὐσίαι τινὲς ἀριθμούμεναι. ἐν δὲ τοῖς ῥηθεῖσιν ἰστέον καὶ ὅτι ὁ

παρακαλούμενοςαὐτός τε παύσασθαι τοῦ ταράχου καὶ τοὺς ἄλλους δὲ ὁμοίως

κατασιγάσαι 1.308 ἀκούσοι ἂν τὸ «δαιμόνιε» ἢ μακάριε «αὐτός τε κάθησο καὶ ἄλλους

ἵδρυε λαούς».τῷ δὲ ἐπιτιμωμένῳ μὴ λαλεῖν οἰκεῖον ἐπιφωνηθῆναι τὸ «δαιμόνιε,

ἀτρέμας ἧσοκαὶ ἄλλων μῦθον ἄκουε, οἳ σοῦ φέρτεροί εἰσι». Τὸ δέ «σὺ δ' ἀπόλεμος

καὶἄναλκις» καὶ τὰ ἑξῆς, ὡς πρὸ μικροῦ ἐγράφη, κατὰ ἀνθρώπου γραφήσονταιἀχρείου

μὲν εἰς πᾶν, ἀτάκτου δὲ καὶ φιλάρχου. (ῃ. 204) Ὅτι οὐκ ἀγαθὸνπολυκοιρανίη, εἷς

κοίρανος ἔστω, εἷς βασιλεύς, ᾧ ἔδωκε θεός. Τοῦτο δὲ τὸγνωμάτευμα οὐδὲ τὰς ἄλλας μὲν

ἀρχὰς ἀποδοκιμάζει, ἐπικρίνει δὲ μᾶλλον τὴνἔννομον μοναρχίαν, ἥτις ἐστὶ βασιλεία.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

196

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!