18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τοῦ Ὀδυσσέως τοιαύτη· τὰ δὲ περὶ αὐτὴνοὕτω διασαφεῖται. (ῃ. 189) Ἀγανοὶ μὲν λόγοι οἱ

προσηνεῖς παρὰ τὸ ˉα ἐπιτατικὸνκαὶ τὸ γάνυσθαι, οἷς τις ἄγαν γάνυται ἤγουν χαίρει·

ὅθεν καὶ γάνος ἡ χαρά.ἐν δὲ ῥητορικῷ Λεξικῷ γράφεται ταῦτα· Ἀγανόν τὸ καλὸν καὶ

ἡδὺ καὶ προσηνές· ποτὲ δὲ καὶ κατὰ ἀντίφρασιν τὸ χαλεπόν. Ἐν ἑτέρῳ δέ, ὅτι ἐστὶ

καὶἄγανον προπαροξυτόνως καὶ δηλοῖ τὸ κατεαγός. τραγικώτερον δέ, φησί, τὸὄνομα.

[Τοῦ δὲ ἐρητύσασκεν ἐνεστὼς μὲν ἐρητύω καὶ μέλλων ἐρητύσω, οὗπερὁ πρῶτος

ἀόριστος παράγει ἐνεστῶτα τὸ ἐρητυσάσκω πρὸς ὁμοιότητα τοῦ κλαυσάσκω καὶ

θαψάσκω. τοῦ δὲ τοιούτου ποιητικοῦ θέματος τρίτον ἑνικὸν τὸἐρητύσασκε, ῥῆμα καὶ

αὐτὸ οὐ χρηστὸν πεζολόγοις, καθάπερ οὐδὲ τὸ ἐλάσασκενοὐδὲ τὸ ὁμοκλήσασκε. γένεσις

δέ, φασί, τοῦ ἐρητύω ἡ εἱρκτή, ἵνα ᾖ ἐκεῖθενἐρκτύω τὸ κλείω, κωλύω, καὶ ἀποβολῇ τοῦ

ˉκ δι' εὐφωνίαν καὶ ἐνθέσει τοῦ ˉηἐρητύω.] (ῃ. 190) Τὸ δέ «δαιμόνιε» μέση λέξις. διὸ

καὶ τὸν βασιλέα δαιμόνιονκαλεῖ καὶ τὸν δημότην ὁμοίως δαιμόνιον, ἐκεῖνον μὲν ὡς

εὐδαίμονα, τοῦτον δὲὡς δυσδαίμονα. τῶν μέσων γάρ ἐστι καὶ ὁ δαίμων καὶ ἡ τύχη καὶ

ἀμφιρρεπῶςἔχουσιν αἱ λέξεις πρὸς ἔννοιαν ἀγαθήν τε καὶ μὴ τοιαύτην. ὅτε μέντοι τὸ εὖ

ἢτὸ ˉδˉυˉς προσλάβωσι, τότε σαφῶς διακρίνονται. ἀεὶ τοίνυν παρὰ τῷ

ποιητῇἐπαμφοτερίζει τὸ δαιμόνιος ἀναλόγως τοῖς ὑποκειμένοις προσώποις, ποτὲ

μὲνοὕτως, ποτὲ δὲ ἄλλως λαμβανόμενον. [οὕτω δὲ καὶ ἡ συμφορά διχῇ νοεῖταιπαρὰ

τοῖς παλαιοῖς, ὡς ἀλλαχοῦ δηλοῦται, καὶ ὁ οἰωνός δὲ καὶ ἕτερα πολλά.] Τὸ δέ «οὔ σε

ἔοικε δειδίσσεσθαι» φυγὴν ἄντικρυς ἀποφαίνει τὴν παροῦσαν τῶνἙλλήνων κίνησιν

ἀπὸ δειλίας γινομένην, ὅπερ ἐξόχοις ἀνδράσιν ἀνοίκειον.(ῃ. 192) Ἐν δὲ τῷ «οὐ γάρ πω

σάφα οἶσθα, οἷος ὁ τοῦ βασιλέως νοῦς»,καὶ ὅτι πειρᾶται καὶ ὅτι ἐν βουλῇ οὐ πάντες

ἠκούσαμεν, φανερῶς παριστᾷ, ὅτιἐν τῷ προβουλίῳ οὐ πάντες παρῆσαν ἀπαραλείπτως

οἱ βασιλεῖς, ἀλλ' οἱἐπιφανέστεροι καὶ προέχοντες μόνοι· ὅπερ καὶ σημείωσαι, ὡς διὰ

καιροῦἀνάγκην πολλάκις καὶ τῶν ἀξίων λόγου παρορᾶσθαι δοκούντων.

οὔκουνἅπαντες οἴδασιν οἱ βασιλεῖς καὶ μέδοντες, ὅτι πειρᾶται ὁ βασιλεύς, ἀλλ' οἱ 1.306

ἑπτὰ ἴσως καὶ μόνοι, οὓς γέροντας ἀριστῆας Παναχαιῶν μετ' ὀλίγα ἐρεῖ, τουτέστιν

ἐντίμους, ἐξ ὧν καὶ ἡ παρὰ Ῥωμαίοις ὕστερον γερουσία. ἐπεὶ δὲ βαρὺτοῦτο ἐδόκει τοῖς

περιοραθεῖσι βασιλεῦσιν, ἐσχημάτισεν ὁ Ὀδυσσεὺς ἐπιδεξιώτατα τὸν λόγον οὐκ εἰπών,

ὅτι ἐν βουλῇ οὐ πάντες ἠκούσατε, ἀλλ' ὅτι ἐνβουλῇ οὐ πάντες ἠκούσαμεν, συνεισάγων

καὶ ἑαυτὸν τοῖς μὴ προακούσασιν,ἵνα μὴ καταισχύνῃ καὶ λυπήσῃ τοὺς ἄλλους τοὺς μὴ

κληθέντας εἰς τὸ προβούλιον. Τινὲς μέντοι ἐρωτηματικῶς ἀναγινώσκουσιν, ἵνα λέγῃ,

ὅτι ἆρά γε ἐν τῇβουλῇ οὐ πάντες ἠκούσαμεν; πῶς οὖν ἀκούσαντες φεύγομεν; καλλίων

μέντοιἡ πρώτη τῆς ἐννοίας ἐπιβολή. Ὅρα δὲ ἐν τῇ τοιαύτῃ δημηγορίᾳ τὴν

πυκνότητατῶν τοῦ Ὀδυσσέως νοημάτων. ὀκτὼ γὰρ ὄντων τῶν ὅλων στίχων, ἐν οἷς

λαλεῖπρὸς τοὺς βασιλεῖς ὁ Ὀδυσσεύς, καὶ πάλιν ἕξ, ἐν οἷς πρὸς τοὺς δημόταςδημηγορεῖ,

ἑκάστῳ στίχῳ ἔννοιαν συναπαρτίζει. Τινὲς δὲ στίχοι καὶ δύοἐννοίας ἐμπεριγράφουσι·

ποιεῖ γὰρ τὸν Ὀδυσσέα οὐ μόνον οἷς ἔπραττε σπεύδοντα, ὡς προείρηται, ἀλλὰ καὶ οἷς

κομματικῶς καὶ γοργῶς ἔλεγε. καὶ αὐτὸςδὲ ὁ ποιητὴς συνεπισπεύδων ὥσπερ καὶ τῷ

καιρῷ συσχηματίζων τὸν ἑαυτοῦλόγον ἐλλειπτικῷ ἐνταῦθα ἐχρήσατο σχήματι διὰ

γοργότητα ἐν τῷ «δαιμόνιε».ἐχρῆν γὰρ εἰπεῖν πρότερον τὸ εἰπών ἢ φάμενος ἤ τι

τοιοῦτον καὶ τότε ἐπαγαγεῖντὸ δαιμόνιε, ἵνα ἦν ὁ λόγος τοιοῦτος· φάμενος, ὦ δαιμόνιε,

ἢ εἰπών, ὦ δαιμόνιε.ὁ δὲ γοργῶς ἐσχημάτισε κατὰ ἔλλειψιν τῆς μετοχῆς. καὶ ἐν τῷ τέλει

δὲ τῆςδημηγορίας κεῖται σχῆμα ἐλλειπτικὸν κατὰ τὸ ἀπὸ κοινοῦ ἐν τῷ «εἷς βασιλεύς,ᾧ

ἔδωκε Ζεύς». τί γὰρ ἔδωκεν ὁ Ζεὺς ἢ πάντως τὸ βασιλεύειν; ὅπερ ἀπὸ τοῦβασιλεύς

ἀφῆκε νοεῖσθαι λαβὼν κατὰ κοινοῦ ῥῆμα ἐξ ὀνόματος. (ῃ. 196) Τὸδέ «θυμὸς μέγας ἐστὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

195

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!