Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

διακρίνεταιτῶν σωμάτων ἐντιθεμένων ταῖς πλάστιγξιν, ἀλλὰ καὶ αὐτὸ βάρος τὸ σταθμώμενον. ἔστιν οὖν ἀτάλαντος ὁ τὸν ἴσον ἕλκων σταθμόν, ἐὰν ταλάντῳ μέλλοικρίνεσθαι. ὁ δὲ Πορφύριος καὶ αὐτὸς ἀτάλαντον λέγων τὸν ἴσον ἄλλως τὴν λέξινκαθίστησι δεικνύων ἄνισον μὲν εἶναι παρὰ τοῖς παλαιοῖς τὸ τάλαντον, ὡς 1.301 πολλαχοῦ φαίνεται, ἀτάλαντον δὲ ἐντεῦθεν νοεῖσθαι τὸν μὴ κατὰ τὸ τάλαντονἄνισον, ἀλλὰ τῆς ἐκείνου ἐστερημένον ἀνισότητος. γίνεται δὲ τὸ τάλαντον, ὁσταθμός, παρὰ τὸ τάλας, ὃ δηλοῖ τὸν καρτερικόν. τοιοῦτον δὲ ὁ σταθμός, ὡςφορτιζόμενος καὶ διὰ τὰ βάρη ἐπινοηθείς. μάλιστα δὲ παρὰ τὸ ταλάσσειν, τὸκαρτερεῖν, ἐξ οὗ καὶ ὁ Ἄτλας καὶ ὁ τάλας, τὸ ῥηθὲν τάλαντον γίνεται· Ἀχθοφορεῖ γὰρ ἀεί, ὅθεν καὶ τρυτάνη παρὰ τοῖς ὕστερον λέγεται, διότι τοῖς ὄγκοιςτρύεται ἤγουν καταπονεῖται. Κυρίως δὲ μέρος τι τοῦ ζυγοῦ ἡ τρυτάνη. οὕτω δὲκαὶ πλάστιγξ λέγεται ὁ σταθμὸς ἐκ μέρους ἤτοι ἐκ τῶν πλαστίγγων, τουτέστιτῶν κάτω πλατέων, οἷς τὰ βάρη ἐπίκεινται. καὶ ζυγὸς δὲ ὁ αὐτὸς ἀπὸ μέρους,οὗ αἱ ῥηθεῖσαι πλάστιγγες ἐξήρτηνται· πρὸς ὃν [παροιμιάζεται τὸ «ζυγὸςδόλιος», ᾧ ἀντίκειται τὸ δίκαιον στάθμιον, τὸ παρώνυμον τοῦ σταθμοῦ.] Ὅτιδὲ ἄνισον, ὡς ἐρρέθη, τὸ τάλαντον καὶ ὅτι καὶ ἐπὶ μικροῦ ποσοῦ καὶ ἐπὶ μεγάλουτίθεται καὶ ὑπὲρ ἑκατὸν δραχμὰς παρὰ τοῖς παλαιοῖς κορυφοῦται καὶ εἰςκεντηνάριον δὲ περιΐσταται καὶ εἰσέτι κατωτέρω, καὶ ἐν ἑτέροις ῥηθήσεται.(ῃ. 170) Ὅτι τοσοῦτον ἀμηχανεῖ ὁ πολυμήχανος Ὀδυσσεὺς καὶ οὕτως αὐτοῦ τὴν καρδίαν ἄχος περιῆλθεν ὥστε οὐδ' ἥπτετο τῆς ἑαυτοῦ νηὸς καθελκομένηςὑπὸ τῶν αὐτοῦ θεραπόντων εἰς θάλασσαν. ἄλλοι δὲ τὸ «οὐδ' ὅ γε νηὸς ἐϋσσέλμοιομελαίνης ἥπτετο» ἄλλως νοοῦσι λέγοντες, ὅτι κἂν οἱ ἄλλοι τῶν οἰκείωνἥπτοντο νηῶν, ἀλλ' Ὀδυσσεὺς οὐκ ἐποίει οὕτω, ἀλλ' ἵστατο ἔργῳ διδάσκων,ὅτι οὐ δεῖ οὕτω ποιεῖν. εἰ γὰρ ἔδει νηῶν ἅπτεσθαι, ἐποίει ἂν οὕτω καὶ αὐτός.διὰ τί δὲ τοῦτο ἐποίει; (ῃ. 171) «Ἐπεί», φησίν, «ἄχος καρδίαν καὶ θυμὸνἵκανε», τουτέστιν ἐμπράκτως ἐδήλου, ὅπερ ἐβούλετο, οἷα λαλεῖν οὐκ ἔχωνὑπὸ ἀμηχανίας. ἄχος γὰρ κατὰ τοὺς παλαιοὺς ἡ ἄφωνος ἀνία παρὰ τὸ ˉα στερητικὸν μόριον καὶ τὸ χαίνειν. τινὲς δὲ ὑπερβατῶς τὸν τόπον τοῦτον νοήσαντεςοὕτως εἶπον· εὗρε τὸν Ὀδυσσέα ἑστῶτα, ἐπεί μιν ἄχος καρδίαν καὶ θυμὸνἵκανεν· οὐδὲ ἥπτετο τῆς οἰκείας νηός. (ῃ. 170) Ναῦς δὲ εὔσελμος ἢ ἡ εὔζυγοςκαὶ εὐκάθεδρος, καθ' ὃ εὔεδρον Ἀργὼ φησί που Θεόκριτος–σέλμα γὰρ ἡκαθέδρα, ἐξ οὗ καὶ τὸ σελλίον ἔοικε λέγεσθαι–ἢ αἱ εὔσχοινοι· φασὶ γὰρ οἱπαλαιοὶ σελμίδας λέγεσθαι τὰ σχοινία. Σημείωσαι δὲ καὶ ἐνταῦθα, ὡς οὐκ ἀεὶἐξ ἀνάγκης ταὐτόσημά εἰσι τὰ τὴν αὐτὴν ἐτυμολογίαν ἔχοντα. ἰδοὺ γὰρ ὥσπερπαρὰ τὸ μὴ χαίνειν γίνεται κατά τινας μηχανὴ ἡ μὴ ἐῶσα χαίνειν τινὰ ψεκτικῶς 1.302 διὰ τὸ ἐπιτυχὲς καὶ ἔντεχνον αὐτῆς, οὕτω καὶ τὸ ἄχος στερεῖ τοῦ χαίνειν, ὡςεἴρηται· καὶ ὅμως πάντῃ διαφέρετον τὸ ἄχος καὶ ἡ μηχανή. (ῃ. 173) Ὅτιτὸ «διογενὲς Λαερτιάδη, πολυμήχανε Ὀδυσσεῦ», σχῆμά ἐστι κλητικὸν ὁμοιόπτωτον καλούμενον. λέγει δὲ αὐτὸ κατὰ τὸ φαινόμενον ἡ μυθικὴ Ἀθηνᾶ πρὸςτὸν Ὀδυσσέα ἐπιρρωννύουσα καὶ τοῖς ἐγκωμίοις ἐπαίρουσα πρὸς τὴν τοῦἔργου σπουδήν, ἵνα μὴ φυγόντες ἀγεννῶς οἱ Ἕλληνες ἀφήσουσι τοῖς Τρωσὶτὴν Ἑλένην. ἀληθῶς δὲ ἡ παρ' αὐτῷ φρόνησις τοὺς τοιούτους λόγους ὑποτείνειαὐτῷ κατὰ λόγον αἰδοῦς. αἰδεῖται γὰρ, ὡς εἰκός, ἀναλογιζόμενος, ἐὰν ὁ διογενής,ὁ ἀπὸ Λαέρτου, ὃς ἐξ Ἑρμοῦ ἕλκει τὸ γένος, ὁ πολυμήχανος, οὐχ' εὑρήσειτινὰ μηχανὴν ἐνταῦθα, ἀλλὰ περιόψεται τοὺς Ἀχαιοὺς οὕτω δὴ οἶκόνδε φίληνἐς πατρίδα γαῖαν φευξομένους, ἐν νήεσι πολυκλήϊσι πεσόντας, καταλίποιεν δὲτὴν Ἑλένην καύχημα Πριάμῳ τε καὶ Τρωσίν, ἧς ἕνεκα πολλοὶ Ἀχαιῶν ἐνΤροίᾳ ὤλοντο. Τούτοις δὴ τοῖς λόγοις ἐπιρρωσθεὶς Ὀδυσσεύς, οὓς φρονῶν ἄν τις ἀνὴρ λογίσαιτο, ἔχεται τοῦ ἔργου εὐθὺς καὶ ἀνύει πολυτρόπως τὸ στῆσαιτοὺς Ἕλληνας τῆς φυγῆς. Πολυμήχανον δὲ τὸν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 192

Ὀδυσσέα καλεῖ ὡς ἀληθῶς τοιοῦτον· πολλῶν γὰρ εὕρηται τεχνῶν ἔμπειρος, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳσυναχθὲν εἰς πλάτος γέγραπται. Εἰ δέ ποτε ἡ μηχανὴ ἐπὶ δόλου λαμβάνεται,εἴη ἂν καὶ οὕτω πολυμήχανος Ὀδυσσεύς, ὃς παντοίοις δόλοις κεκοσμῆσθαί πουλεχθήσεται. τῷ δὲ πολυμηχάνῳ ἐναντία ἡ παρ' ἑτέρῳ ποιητῇ ἀμήχανος γυνή,τουτέστιν ἀφελὴς καὶ ἁπλοϊκὴ καὶ ἄδολος καὶ ἀπάνουργος, ἑτέρα οὖσα παρὰτὴν Ὁμηρικὴν ἀμήχανον Ἥραν, ὡς φανήσεται. (ῃ. 175) Τὸ δέ «ἐν νήεσι πεσόντες» ἄτακτον φυγὴν ὀνειδίζει· οὐ γὰρ εἶπεν «εἰς νῆας ἐμβάντες» ἀλλ'«ἐμπεσόντες», ὡς εἴπερ ἐδιώκοντο. (ῃ. 177 ς.) Ἐν δὲ τῷ ἕνεκα τῆς Ἑλένης εἰπεῖν πολλοὺς τῶν Ἀχαιῶν ἐν Τροίᾳ ἀπολέσθαι σαφῶς ἡρμήνευσε, τί ἐστι τὸτέλος τοῦ εἰς τὴν Τροίαν πλόου. εἰπὼν γὰρ ἀνωτέρω, ὅτι τέλος οὔπω τι πέφανταικαὶ ὅτι ἀτελὲς ἡμῖν τὸ ἔργον, οὗ ἕνεκα δεῦρο ἱκόμεθα, νῦν σαφῶς λέγει, τί τὸτοῦ πολέμου τέλος, ὅτι δηλαδή, ὡς καὶ προερρέθη, τὸ τὴν Ἑλένην ἐκεῖθενλαβεῖν· ἐν οἷς, ὡς καὶ αὐτὸ προεδηλώθη, ταὐτὸν οἶδε τὸ τέλος καὶ τὸ οὗ ἕνεκαὁ ποιητής. [(ῃ. 179) Ὅτι ἐρωεῖν ποτὲ μὲν τὸ ὁρμᾶν καὶ προπηδᾶν, ποτὲ δὲ καὶτὸ ἀναποδίζειν, ὅπερ ἀλλαχοῦ ἐντελῶς μετὰ τῆς ὑπό προθέσεως λέγεται, οἷον·»ἵπποι δ' ὑπερώησαν». φησὶ γοῦν ἐνταῦθα· «ἀλλ' ἴθι νῦν μετὰ λαὸν Ἀχαιῶν»,ἤγουν εἰς τοὺς Ἀχαιούς, «μηδέ τ' ἐρώει», τουτέστι μηδὲ ἀφόρμα καὶ ἐνδοιαστικῶς ἀναπόδιζε. Ὅτι χρήσιμον εἰς παραίνεσιν κατασιγαστικὴν τὸ «ἀλλ' ἴθι 1.303 νῦν μετὰ λαὸν Ἀχαιῶν, σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε», ἤγουν κώλυε,»ἄνδρα ἕκαστον», μηδὲ ἔα ποιεῖν τόδε τι.] (ῃ. 182) Ὅτι οὕτως ἐθάδα Ὅμηρος οἶδε τὴν μυθικὴν Ἀθηνᾶν εἶναι τῷ Ὀδυσσεῖ, ὥστε ἅμα τε αὐτὴν φωνῆσαι καὶ τὸν Ὀδυσσέα αἰσθέσθαι, ὅτι Ἀθηνᾶ ἦν ἡ λαλοῦσα. φησὶ γοῦν· «ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης». κἀντεῦθεν ὁ φιλόμηρος Σοφοκλῆς λαβὼνἀφορμὴν ποιεῖ τὸν Ὀδυσσέα ἐν τῷ μαστιγοφόρῳ Αἴαντι ἀπὸ λαλιᾶς ἀναγνωρίζοντα παρεῖναι τὴν Ἀθηνᾶν, ἐν οἷς λέγει· «ὡς εὐμαθές σου τὸ φώνημ' ἀκούω,κἂν ἄποπτος ᾖς». Ἰστέον δὲ ὅτι οὐ πάνυ δῆλον ἐνταῦθα τὸ ξυνέηκεν, εἴτεγενικῇ συντέτακται, εἴτε αἰτιατικῇ. οὐ γὰρ εὐδιάκριτον, εἴτε ξυνέηκε θεᾶςἀναγνωστέον φωνησάσης ὄπα, εἴτε ξυνέηκε τὴν ὄπα τῆς θεᾶς. (ῃ. 183) Ὅτιπολλάκις ἡ ἐν τοῖς καιριωτάτοις σπουδὴ παραιρεῖται καὶ τὴν λαλιὰν οὐ δυναμένου τοῦ σπεύδοντος λόγοις τε καὶ ἔργοις ἐπιμερίσαι τὴν ἀκμὴν τοῦ καιροῦ.Ὀδυσσεὺς γοῦν ὁ ἐν Ὀδυσσείᾳ πολλὰ διαλεγόμενος τῇ Ἀθηνᾷ ἐνταῦθα οὐδὲτὸ τυχὸν αὐτῇ προσφθέγγεται, ἀλλὰ κελευσθεὶς κωλύειν φῶτα ἕκαστον φεύγονταεὐθὺς ἔχεται τοῦ ἔργου· ἤπειγε γὰρ ὁ καιρός. (ῃ. 183–6) Ὅθεν ἅμα τῇ φωνῇτῆς Ἀθηνᾶς, ἥτις ἦν ἡ ἐν αὐτῷ λαλοῦσα σύνεσις, ἔβη θέειν, ἀπὸ δὲ χλαῖναν βάλεν,ἤτοι ἀπέβαλεν, ἔρριψε· τὴν δὲ ἐκόμισε κῆρυξ Εὐρυβάτης Ἰθακήσιος, περὶ οὗἐν τοῖς εἰς τὴν Ὀδύσσειαν πλατύτερον εἴρηται. ἕτερος οὗτος, καθὰ καὶ προγέγραπται, παρὰ τὸν ὑπουργοῦντα τῷ Ἀγαμέμνονι. Ὁ δ' αὐτὸς Ὀδυσσεὺςκαὶ τοῦ Ἀγαμέμνονος ἀντίος ἐλθὼν ἐφθέγξατο μὲν οὐδ' ὅλως οὐδέν, ἐδέξατοδὲ αὐτοῦ τὸ σκῆπτρον, σὺν ᾧ ἔβη κατὰ νῆας Ἀχαιῶν, ποιήσων ἃ ἔμελλεποιήσειν, μικροῦ καὶ ἀφαρπάσας τοῦ βασιλέως τὸ σκῆπτρον. διόπερ οὐδὲἐκεῖνος καιρὸν ἔσχε λαλῆσαί τι πρὸς αὐτόν, εἰ μή που τυχὸν κατὰ τὸ σιωπώμενον. Ἰστέον δὲ ὅτι ἀπέβαλεν Ὀδυσσεὺς τὴν χλαῖναν, ὡς οἱ παλαιοί φασιν, ἢ αὐτομάτως πεσοῦσαν κατὰ σπουδήν–ἔοικε γὰρ μανδυοειδὲς ἡ χλαῖνα εἶναιπερίβλημα–ἢ ἵνα ταπεινὸς ὑπηρέτης βασιλικῶν δογμάτων εἶναι δοκῇ καὶοὕτω γίνοιτο δι' αἰδοῦς τοῖς Ἕλλησιν, ἢ διὰ τὸ εὐπερίσταλτον, ἵνα ἐν τῷ θέεινῥᾷον τρέχοι, ἤδη δὲ καὶ ἵνα τῷ παραδόξῳ τῆς θέας ἐπιστρέφῃ τοὺς πολλούς,ὥσπερ ἄλλον τρόπον ὁ Ἀγαμέμνων ἀλλαχοῦ πορφύρεον μέγα φᾶρος οὐκἀποβάλλει, ἀλλὰ ἔχων τῇ χειρὶ καὶ διακινῶν αὐτὸ ἐπιστρέφει τοὺς Ἕλληναςεἰς ἑαυτόν. (ῃ. 186) Σκῆπτρον δὲ ἀπὸ τοῦ βασιλέως λαμβάνει, ὡς ἄν, ἐπειδὰνκοιρανέων διέπῃ τὸν στρατόν, ἤτοι βασιλικὰ δρῶν, ἔχῃ σύμβολον αὐτὸ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 193

Ὀδυσσέα καλεῖ ὡς ἀληθῶς τοιοῦτον· πολλῶν γὰρ εὕρηται τεχνῶν ἔμπειρος, ὡς καὶ ἐν

τῇ Ὀδυσσείᾳσυναχθὲν εἰς πλάτος γέγραπται. Εἰ δέ ποτε ἡ μηχανὴ ἐπὶ δόλου

λαμβάνεται,εἴη ἂν καὶ οὕτω πολυμήχανος Ὀδυσσεύς, ὃς παντοίοις δόλοις κεκοσμῆσθαί

πουλεχθήσεται. τῷ δὲ πολυμηχάνῳ ἐναντία ἡ παρ' ἑτέρῳ ποιητῇ ἀμήχανος

γυνή,τουτέστιν ἀφελὴς καὶ ἁπλοϊκὴ καὶ ἄδολος καὶ ἀπάνουργος, ἑτέρα οὖσα παρὰτὴν

Ὁμηρικὴν ἀμήχανον Ἥραν, ὡς φανήσεται. (ῃ. 175) Τὸ δέ «ἐν νήεσι πεσόντες» ἄτακτον

φυγὴν ὀνειδίζει· οὐ γὰρ εἶπεν «εἰς νῆας ἐμβάντες» ἀλλ'«ἐμπεσόντες», ὡς εἴπερ

ἐδιώκοντο. (ῃ. 177 ς.) Ἐν δὲ τῷ ἕνεκα τῆς Ἑλένης εἰπεῖν πολλοὺς τῶν Ἀχαιῶν ἐν Τροίᾳ

ἀπολέσθαι σαφῶς ἡρμήνευσε, τί ἐστι τὸτέλος τοῦ εἰς τὴν Τροίαν πλόου. εἰπὼν γὰρ

ἀνωτέρω, ὅτι τέλος οὔπω τι πέφανταικαὶ ὅτι ἀτελὲς ἡμῖν τὸ ἔργον, οὗ ἕνεκα δεῦρο

ἱκόμεθα, νῦν σαφῶς λέγει, τί τὸτοῦ πολέμου τέλος, ὅτι δηλαδή, ὡς καὶ προερρέθη, τὸ

τὴν Ἑλένην ἐκεῖθενλαβεῖν· ἐν οἷς, ὡς καὶ αὐτὸ προεδηλώθη, ταὐτὸν οἶδε τὸ τέλος καὶ

τὸ οὗ ἕνεκαὁ ποιητής. [(ῃ. 179) Ὅτι ἐρωεῖν ποτὲ μὲν τὸ ὁρμᾶν καὶ προπηδᾶν, ποτὲ δὲ

καὶτὸ ἀναποδίζειν, ὅπερ ἀλλαχοῦ ἐντελῶς μετὰ τῆς ὑπό προθέσεως λέγεται, οἷον·»ἵπποι

δ' ὑπερώησαν». φησὶ γοῦν ἐνταῦθα· «ἀλλ' ἴθι νῦν μετὰ λαὸν Ἀχαιῶν»,ἤγουν εἰς τοὺς

Ἀχαιούς, «μηδέ τ' ἐρώει», τουτέστι μηδὲ ἀφόρμα καὶ ἐνδοιαστικῶς ἀναπόδιζε. Ὅτι

χρήσιμον εἰς παραίνεσιν κατασιγαστικὴν τὸ «ἀλλ' ἴθι 1.303 νῦν μετὰ λαὸν Ἀχαιῶν, σοῖς

δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε», ἤγουν κώλυε,»ἄνδρα ἕκαστον», μηδὲ ἔα ποιεῖν τόδε τι.] (ῃ.

182) Ὅτι οὕτως ἐθάδα Ὅμηρος οἶδε τὴν μυθικὴν Ἀθηνᾶν εἶναι τῷ Ὀδυσσεῖ, ὥστε ἅμα τε

αὐτὴν φωνῆσαι καὶ τὸν Ὀδυσσέα αἰσθέσθαι, ὅτι Ἀθηνᾶ ἦν ἡ λαλοῦσα. φησὶ γοῦν· «ὃ δὲ

ξυνέηκε θεᾶς ὄπα φωνησάσης». κἀντεῦθεν ὁ φιλόμηρος Σοφοκλῆς λαβὼνἀφορμὴν

ποιεῖ τὸν Ὀδυσσέα ἐν τῷ μαστιγοφόρῳ Αἴαντι ἀπὸ λαλιᾶς ἀναγνωρίζοντα παρεῖναι τὴν

Ἀθηνᾶν, ἐν οἷς λέγει· «ὡς εὐμαθές σου τὸ φώνημ' ἀκούω,κἂν ἄποπτος ᾖς». Ἰστέον δὲ

ὅτι οὐ πάνυ δῆλον ἐνταῦθα τὸ ξυνέηκεν, εἴτεγενικῇ συντέτακται, εἴτε αἰτιατικῇ. οὐ γὰρ

εὐδιάκριτον, εἴτε ξυνέηκε θεᾶςἀναγνωστέον φωνησάσης ὄπα, εἴτε ξυνέηκε τὴν ὄπα τῆς

θεᾶς. (ῃ. 183) Ὅτιπολλάκις ἡ ἐν τοῖς καιριωτάτοις σπουδὴ παραιρεῖται καὶ τὴν λαλιὰν

οὐ δυναμένου τοῦ σπεύδοντος λόγοις τε καὶ ἔργοις ἐπιμερίσαι τὴν ἀκμὴν τοῦ

καιροῦ.Ὀδυσσεὺς γοῦν ὁ ἐν Ὀδυσσείᾳ πολλὰ διαλεγόμενος τῇ Ἀθηνᾷ ἐνταῦθα οὐδὲτὸ

τυχὸν αὐτῇ προσφθέγγεται, ἀλλὰ κελευσθεὶς κωλύειν φῶτα ἕκαστον φεύγονταεὐθὺς

ἔχεται τοῦ ἔργου· ἤπειγε γὰρ ὁ καιρός. (ῃ. 183–6) Ὅθεν ἅμα τῇ φωνῇτῆς Ἀθηνᾶς, ἥτις ἦν

ἡ ἐν αὐτῷ λαλοῦσα σύνεσις, ἔβη θέειν, ἀπὸ δὲ χλαῖναν βάλεν,ἤτοι ἀπέβαλεν, ἔρριψε·

τὴν δὲ ἐκόμισε κῆρυξ Εὐρυβάτης Ἰθακήσιος, περὶ οὗἐν τοῖς εἰς τὴν Ὀδύσσειαν

πλατύτερον εἴρηται. ἕτερος οὗτος, καθὰ καὶ προγέγραπται, παρὰ τὸν ὑπουργοῦντα τῷ

Ἀγαμέμνονι. Ὁ δ' αὐτὸς Ὀδυσσεὺςκαὶ τοῦ Ἀγαμέμνονος ἀντίος ἐλθὼν ἐφθέγξατο μὲν

οὐδ' ὅλως οὐδέν, ἐδέξατοδὲ αὐτοῦ τὸ σκῆπτρον, σὺν ᾧ ἔβη κατὰ νῆας Ἀχαιῶν, ποιήσων

ἃ ἔμελλεποιήσειν, μικροῦ καὶ ἀφαρπάσας τοῦ βασιλέως τὸ σκῆπτρον. διόπερ

οὐδὲἐκεῖνος καιρὸν ἔσχε λαλῆσαί τι πρὸς αὐτόν, εἰ μή που τυχὸν κατὰ τὸ σιωπώμενον.

Ἰστέον δὲ ὅτι ἀπέβαλεν Ὀδυσσεὺς τὴν χλαῖναν, ὡς οἱ παλαιοί φασιν, ἢ αὐτομάτως

πεσοῦσαν κατὰ σπουδήν–ἔοικε γὰρ μανδυοειδὲς ἡ χλαῖνα εἶναιπερίβλημα–ἢ ἵνα

ταπεινὸς ὑπηρέτης βασιλικῶν δογμάτων εἶναι δοκῇ καὶοὕτω γίνοιτο δι' αἰδοῦς τοῖς

Ἕλλησιν, ἢ διὰ τὸ εὐπερίσταλτον, ἵνα ἐν τῷ θέεινῥᾷον τρέχοι, ἤδη δὲ καὶ ἵνα τῷ

παραδόξῳ τῆς θέας ἐπιστρέφῃ τοὺς πολλούς,ὥσπερ ἄλλον τρόπον ὁ Ἀγαμέμνων

ἀλλαχοῦ πορφύρεον μέγα φᾶρος οὐκἀποβάλλει, ἀλλὰ ἔχων τῇ χειρὶ καὶ διακινῶν αὐτὸ

ἐπιστρέφει τοὺς Ἕλληναςεἰς ἑαυτόν. (ῃ. 186) Σκῆπτρον δὲ ἀπὸ τοῦ βασιλέως λαμβάνει,

ὡς ἄν, ἐπειδὰνκοιρανέων διέπῃ τὸν στρατόν, ἤτοι βασιλικὰ δρῶν, ἔχῃ σύμβολον αὐτὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

193

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!