18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

διακρίνεταιτῶν σωμάτων ἐντιθεμένων ταῖς πλάστιγξιν, ἀλλὰ καὶ αὐτὸ βάρος τὸ

σταθμώμενον. ἔστιν οὖν ἀτάλαντος ὁ τὸν ἴσον ἕλκων σταθμόν, ἐὰν ταλάντῳ

μέλλοικρίνεσθαι. ὁ δὲ Πορφύριος καὶ αὐτὸς ἀτάλαντον λέγων τὸν ἴσον ἄλλως τὴν

λέξινκαθίστησι δεικνύων ἄνισον μὲν εἶναι παρὰ τοῖς παλαιοῖς τὸ τάλαντον, ὡς 1.301

πολλαχοῦ φαίνεται, ἀτάλαντον δὲ ἐντεῦθεν νοεῖσθαι τὸν μὴ κατὰ τὸ τάλαντονἄνισον,

ἀλλὰ τῆς ἐκείνου ἐστερημένον ἀνισότητος. γίνεται δὲ τὸ τάλαντον, ὁσταθμός, παρὰ τὸ

τάλας, ὃ δηλοῖ τὸν καρτερικόν. τοιοῦτον δὲ ὁ σταθμός, ὡςφορτιζόμενος καὶ διὰ τὰ βάρη

ἐπινοηθείς. μάλιστα δὲ παρὰ τὸ ταλάσσειν, τὸκαρτερεῖν, ἐξ οὗ καὶ ὁ Ἄτλας καὶ ὁ τάλας,

τὸ ῥηθὲν τάλαντον γίνεται· Ἀχθοφορεῖ γὰρ ἀεί, ὅθεν καὶ τρυτάνη παρὰ τοῖς ὕστερον

λέγεται, διότι τοῖς ὄγκοιςτρύεται ἤγουν καταπονεῖται. Κυρίως δὲ μέρος τι τοῦ ζυγοῦ ἡ

τρυτάνη. οὕτω δὲκαὶ πλάστιγξ λέγεται ὁ σταθμὸς ἐκ μέρους ἤτοι ἐκ τῶν πλαστίγγων,

τουτέστιτῶν κάτω πλατέων, οἷς τὰ βάρη ἐπίκεινται. καὶ ζυγὸς δὲ ὁ αὐτὸς ἀπὸ μέρους,οὗ

αἱ ῥηθεῖσαι πλάστιγγες ἐξήρτηνται· πρὸς ὃν [παροιμιάζεται τὸ «ζυγὸςδόλιος», ᾧ

ἀντίκειται τὸ δίκαιον στάθμιον, τὸ παρώνυμον τοῦ σταθμοῦ.] Ὅτιδὲ ἄνισον, ὡς ἐρρέθη,

τὸ τάλαντον καὶ ὅτι καὶ ἐπὶ μικροῦ ποσοῦ καὶ ἐπὶ μεγάλουτίθεται καὶ ὑπὲρ ἑκατὸν

δραχμὰς παρὰ τοῖς παλαιοῖς κορυφοῦται καὶ εἰςκεντηνάριον δὲ περιΐσταται καὶ εἰσέτι

κατωτέρω, καὶ ἐν ἑτέροις ῥηθήσεται.(ῃ. 170) Ὅτι τοσοῦτον ἀμηχανεῖ ὁ πολυμήχανος

Ὀδυσσεὺς καὶ οὕτως αὐτοῦ τὴν καρδίαν ἄχος περιῆλθεν ὥστε οὐδ' ἥπτετο τῆς ἑαυτοῦ

νηὸς καθελκομένηςὑπὸ τῶν αὐτοῦ θεραπόντων εἰς θάλασσαν. ἄλλοι δὲ τὸ «οὐδ' ὅ γε

νηὸς ἐϋσσέλμοιομελαίνης ἥπτετο» ἄλλως νοοῦσι λέγοντες, ὅτι κἂν οἱ ἄλλοι τῶν

οἰκείωνἥπτοντο νηῶν, ἀλλ' Ὀδυσσεὺς οὐκ ἐποίει οὕτω, ἀλλ' ἵστατο ἔργῳ διδάσκων,ὅτι

οὐ δεῖ οὕτω ποιεῖν. εἰ γὰρ ἔδει νηῶν ἅπτεσθαι, ἐποίει ἂν οὕτω καὶ αὐτός.διὰ τί δὲ τοῦτο

ἐποίει; (ῃ. 171) «Ἐπεί», φησίν, «ἄχος καρδίαν καὶ θυμὸνἵκανε», τουτέστιν ἐμπράκτως

ἐδήλου, ὅπερ ἐβούλετο, οἷα λαλεῖν οὐκ ἔχωνὑπὸ ἀμηχανίας. ἄχος γὰρ κατὰ τοὺς

παλαιοὺς ἡ ἄφωνος ἀνία παρὰ τὸ ˉα στερητικὸν μόριον καὶ τὸ χαίνειν. τινὲς δὲ

ὑπερβατῶς τὸν τόπον τοῦτον νοήσαντεςοὕτως εἶπον· εὗρε τὸν Ὀδυσσέα ἑστῶτα, ἐπεί

μιν ἄχος καρδίαν καὶ θυμὸνἵκανεν· οὐδὲ ἥπτετο τῆς οἰκείας νηός. (ῃ. 170) Ναῦς δὲ

εὔσελμος ἢ ἡ εὔζυγοςκαὶ εὐκάθεδρος, καθ' ὃ εὔεδρον Ἀργὼ φησί που Θεόκριτος–σέλμα

γὰρ ἡκαθέδρα, ἐξ οὗ καὶ τὸ σελλίον ἔοικε λέγεσθαι–ἢ αἱ εὔσχοινοι· φασὶ γὰρ οἱπαλαιοὶ

σελμίδας λέγεσθαι τὰ σχοινία. Σημείωσαι δὲ καὶ ἐνταῦθα, ὡς οὐκ ἀεὶἐξ ἀνάγκης

ταὐτόσημά εἰσι τὰ τὴν αὐτὴν ἐτυμολογίαν ἔχοντα. ἰδοὺ γὰρ ὥσπερπαρὰ τὸ μὴ χαίνειν

γίνεται κατά τινας μηχανὴ ἡ μὴ ἐῶσα χαίνειν τινὰ ψεκτικῶς 1.302 διὰ τὸ ἐπιτυχὲς καὶ

ἔντεχνον αὐτῆς, οὕτω καὶ τὸ ἄχος στερεῖ τοῦ χαίνειν, ὡςεἴρηται· καὶ ὅμως πάντῃ

διαφέρετον τὸ ἄχος καὶ ἡ μηχανή. (ῃ. 173) Ὅτιτὸ «διογενὲς Λαερτιάδη, πολυμήχανε

Ὀδυσσεῦ», σχῆμά ἐστι κλητικὸν ὁμοιόπτωτον καλούμενον. λέγει δὲ αὐτὸ κατὰ τὸ

φαινόμενον ἡ μυθικὴ Ἀθηνᾶ πρὸςτὸν Ὀδυσσέα ἐπιρρωννύουσα καὶ τοῖς ἐγκωμίοις

ἐπαίρουσα πρὸς τὴν τοῦἔργου σπουδήν, ἵνα μὴ φυγόντες ἀγεννῶς οἱ Ἕλληνες ἀφήσουσι

τοῖς Τρωσὶτὴν Ἑλένην. ἀληθῶς δὲ ἡ παρ' αὐτῷ φρόνησις τοὺς τοιούτους λόγους

ὑποτείνειαὐτῷ κατὰ λόγον αἰδοῦς. αἰδεῖται γὰρ, ὡς εἰκός, ἀναλογιζόμενος, ἐὰν ὁ

διογενής,ὁ ἀπὸ Λαέρτου, ὃς ἐξ Ἑρμοῦ ἕλκει τὸ γένος, ὁ πολυμήχανος, οὐχ' εὑρήσειτινὰ

μηχανὴν ἐνταῦθα, ἀλλὰ περιόψεται τοὺς Ἀχαιοὺς οὕτω δὴ οἶκόνδε φίληνἐς πατρίδα

γαῖαν φευξομένους, ἐν νήεσι πολυκλήϊσι πεσόντας, καταλίποιεν δὲτὴν Ἑλένην

καύχημα Πριάμῳ τε καὶ Τρωσίν, ἧς ἕνεκα πολλοὶ Ἀχαιῶν ἐνΤροίᾳ ὤλοντο. Τούτοις δὴ

τοῖς λόγοις ἐπιρρωσθεὶς Ὀδυσσεύς, οὓς φρονῶν ἄν τις ἀνὴρ λογίσαιτο, ἔχεται τοῦ ἔργου

εὐθὺς καὶ ἀνύει πολυτρόπως τὸ στῆσαιτοὺς Ἕλληνας τῆς φυγῆς. Πολυμήχανον δὲ τὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

192

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!