18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

γὰρ δηλοῖ τὸ ἀγχοῦ αὐτῷ στῆναιτὴν Ἀθηνᾶν καὶ εἰπεῖν, ἃ εἶπεν. Ἐνταῦθα δὲ καὶ

Ἀργείαν τὴν Λακωνικὴν Ἑλενην λέγει ὡς καὶ τῆς Λακεδαίμονος Ἄργους καλουμένης,

καθάπερ καὶ ὅληποτὲ ἡ Πελοπόννησος. Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα παραδηλοῖ ὁ

ποιητὴςσοφωτέρας κατὰ τὴν παροιμίαν ἐν ταῖς βουλαῖς εἶναι τὰς δευτέρας

φροντίδας.Ἀθηνᾶ μὲν γὰρ [βουλαῖς Ἥρας τῆς, ὡς ἔγνωσται, εἰς βασιλείαν

ἀλληγορουμένης] ὑποτίθεται τῷ Ὀδυσσεῖ ἀγανώτερον ἤγουν πραΰτερον τοὺς Ἕλληνας

μετελθεῖν φεύγοντας εἰποῦσα· «σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον».ὁ δὲ ἐν

τοῖς ἑξῆς φροντίσας διαιρήσει τὸ νόημα καὶ ὃν μὲν ἂν βασιλῆα καὶἔξοχον ἄνδρα

εὑρήσει, τὸν τοιοῦτον μετέρχεται κατὰ τὴν παραγγελίαν τῆς Ἀθηνᾶς. τοὺς δὲ δημότας

οὐ μόνον οὐκ ἀγανοῖς λόγοις δεξιοῦται, ἀλλὰ καὶ ἐπαπειλησάμενος ἐντρίβει καὶ πληγὰς

περιττότερόν τι ποιήσας τῆς θεόθεν ὑποθήκης.τοῦτο δὲ σεμνύνει τὸν Ὀδυσσέα, ὅτι καὶ

πλεῖόν τι τῆς μυθικῆς Ἀθηνᾶς ἐνενόησε.Τινὲς δὲ σφαλέντα ἐν τοσούτῳ θορύβῳ τὸν

Ὀδυσσέα καὶ συνταραχθέντα ἐπιλαθέσθαι φασίν, ὧν ἡ Ἀθηνᾶ συνεβούλευσεν αὐτῷ.

Ἀληθῶς μέντοι–ἀφετέον γὰρ τὰ τοῦ μύθου–τὰ μὲν πρῶτα ἡ φρόνησις οὐκ ἐντελῶς

ἔλαμψε παρὰ τῷὈδυσσεῖ, ἀλλὰ συγκεχυμένος ἓν μόνον ἐνενόησε τὸ ἀγανοῖς λόγοις

ἐπισχεῖντοὺς Ἀχαιούς· ὕστερον δὲ διελὼν παρ' ἑαυτῷ, ὅτι τοῖς μὲν βασιλεῦσιν ἀγαθὸντὸ

τοιοῦτον, ἄνδρες δὲ θρασεῖς κολακευόμενοι χείρους γίνονται, εἰς πλείοναθρασύτητα

ἐπαιρόμενοι, τοὺς μὲν μεγάλους ἑτέρως καθομιλεῖ, τοὺς δὲ μὴτοιούτους ὡς ἐκείνοις

πρέπον μεταχειρίζεται, οἷος ὁ κατὰ σύνεσιν τέλειος, ὃςδηλαδὴ ἐν αὐτοῖς τοῖς καιρίοις

ἔχει τὸ μάλιστα ἐνεργὸν καὶ ἐν τοῖςδεινοῖς· Ὀδυσσεὺς γὰρ τὴν μὲν ἀρχὴν οὐκ ἐντελῶς

ἐνόησε, πρὸς δὲ αὐτοῖςτοῖς ἀγῶσι γενόμενος ἐντελέστατα φρονεῖ. Σημειωτέον δὲ ὅπως ὁ

Ὅμηρος 1.300 αὐξήσας τὴν τοῦ πράγματος περιπέτειαν καὶ εἰς ἄπορον ἀγαγών–

ἀμήχανονγὰρ ἀνθρωπίνως ἐπισχεθῆναι τοὺς Ἕλληνας οὕτως, οἷον κατὰ κράτος

φεύγονταςἀκολούθως τῇ τοῦ βασιλέως δημηγορίᾳ, –θεὸν ἐπεισάγει ἀνύοντα τὸ

δυσχερὲςἀνελπίστως ἐπιφανέντα ὥσπερ ἔκ τινος μηχανῆς, τὴν Ἀθηνᾶν δηλαδή.

καίφασιν οἱ παλαιοί, ὅτι πρῶτος Ὅμηρος καὶ τοῖς τραγικοῖς ποιηταῖς

μηχανὰςεἰσηγάγετο, οἳ πολλαχοῦ τῆς αὐτῶν ποιήσεως θεῖα πρόσωπα μηχανικῶςτῷ

θεάτρῳ ἐπεισφέρουσιν. Ὅρα δὲ καὶ ὅτι ὁ ποιητὴς εἰς ἴσον πως ἄγει ἀρετὴνκαὶ τὸν τῆς

ἀρετῆς μετέχοντα. ἐνταῦθα γὰρ ἡ μὲν Ἥρα παραγγέλλει τῇἈθηνᾷ κωλῦσαι τοὺς

Ἕλληνας, Ἀθηνᾶ δὲ οὐκ αὐτὴ τοῦτο ποιεῖ, ἀλλ' ἐπιτρέπειτὸ πρᾶγμα τῷ Ὀδυσσεῖ, οἷά τις

ἀρχιτέκτων σοφὸς ὑπηρέτην ἐντρεχῆ ἐφευρηκώς· ὁ δὲ Ὀδυσσεύς, ἀνὴρ φρόνησιν ἔχων,

ἀνύει ὅπερ αὐτὴ ἔμελλε ποιῆσαιἡ Ἀθηνᾶ· Ὀδυσσεὺς δὲ τῷ ἔργῳ ἐπιτάσσεται ὑπὸ τῆς

Ἀθηνᾶς, οὐ διότι φρονιμώτερος Νέστορος, ἀλλ' ὅτι φρόνησιν ἔμπρακτον εἶχε. Νέστωρ

μὲν γὰρ ἤδηπέμπελος ἦν, Ὀδυσσεὺς δὲ μετὰ τοῦ λόγου καὶ τὸ πρακτικὸν εἶχεν. (ῃ.

169)Ὅτι τὸν Ὀδυσσέα δῖον ἐν ἄλλοις καὶ διογενῆ λέγων ἐνταῦθα σαφῶς παριστᾷ, ὅτι οὐ

μόνον διὰ τὸ ἀρχικὸν τοιαύτας κλήσεις αὐτῷ ἐπιτίθησιν, ἀλλὰ καὶ μάλισταδιὰ τὴν

σύνεσιν, εἰπὼν αὐτὸν ∆ιῒ μῆτιν ἀτάλαντον ἤτοι ἴσον τῷ ∆ιῒ κατὰ τὴνβουλήν. ἀλλαχοῦ

δὲ θεοῖς ἐναλίγκια μήδεα ἔχοντα ἐρεῖ αὐτόν. ἔστι δὲ κατὰἀλληγορίαν τὸ τὸν Ὀδυσσέα

ἀτάλαντον εἶναι τῷ ∆ιῒ κατὰ τὴν βουλὴν ὅμοιον,ὡς εἴ τις εἴποι, ὅτι νοῦς ἦν αὐτόχρημα·

Ζεὺς γὰρ ἐνταῦθα ὁ νοῦς, δι' οὗ τὸ ζῆνεὖ τοῖς ἀνθρώποις ἐστίν. Ἀτάλαντος δὲ ὁ οἷον

ἰσόσταθμος· τὸ ˉα μὲν γὰρ ἐνταῦθαἰσότητα δηλοῖ κατὰ τοὺς παλαιοὺς ἢ ὁμοιότητα, ὡς

καὶ ἐν τῷ ἀδελφός·τάλαντον δέ φαμεν τὸν σταθμόν. Ἰστέον γὰρ ὅτι, ὥσπερ μέδιμνος τό

τε σκεῦοςτὸ μετροῦν καὶ τὸ ὑπ' αὐτοῦ μετρούμενον, ἔτι δὲ καὶ χοῖνιξ ὁμοίως·

λέγομενγὰρ μέτρον τι χοίνικα· καὶ πῆχυς δὲ αὐτός τε ὁ μετρῶν καὶ τὸ ὑπ'

αὐτοῦμετρούμενον· οὕτω καὶ τάλαντον οὐ μόνον ὁ σταθμός, δι' οὗ τὰ βάρη

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

191

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!