18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐπενοήθη τοῖς ὕστερον ἡ τοῦ κονιορτοῦσύνθεσις. δῆλον γὰρ ὡς ταὐτὸν κονιορτός καὶ

κόνις ἀειρομένη, [οὐ μὴν κειμένηκάτω, ὅτε οὐδὲ κοινιορτός συνθέτως λέγεται, ἀλλὰ

κόνις καὶ κονίη ἐν ἁπλότητι.](ῃ. 152) Ἔτι ὅρα καὶ ὡς ἐνταῦθα μὲν τὸ ἅπτεσθαι γενικῇ

συντάσσει εἰπών·»ἀλλήλοις ἐκέλευον ἅπτεσθαι νηῶν» [καὶ μετ' ὀλίγα· «οὐδ' ὅ γε νηὸς

ἐϋσσέλμοιομελαίνης ἅπτετο».] ἐν μέντοι τῇ αʹ ῥαψῳδίᾳ αἰτιατικῇ αὐτὸ συνέταξεν,

ὡςπροερρέθη. Καὶ σημείωσαι ὅτι τὸ μὲν ἅπτεσθαι ἀντὶ τοῦ ἐπιλαμβάνεσθαιγενικῇ

συντέτακται· εἰ δὲ ἐπὶ φιλοφροσύνης ἢ ἁπλῶς ὁμιλίας ἡ λέξις λαμβάνεται,τότε δὴ

αἰτιατικῇ συντάσσεται. (ῃ. 153) Ἐν δὲ τῷ «οὐροὺς ἐξεκάθαιρον»οὐροὶ λέγονται οἱ τόποι,

ὅθεν ἡ ναῦς ὀρούει, τουτέστιν ὁρμᾷ, καθελκομένη εἰςθάλασσαν. τούτους δὲ οἱ Ἕλληνες

ἐξεκάθαιρον τῆς ὡς εἰκὸς τῷ πολλῷ χρόνῳαὐτόθι συμπεφυρμένης ὕλης. Σημειώδης δέ,

φασίν, ἡ λέξις, ὀξυνομένη πρὸς 1.298 ἀποφυγὴν τοῦ οὔρου τοῦ δηλοῦντος τὸν ἄνεμον.

ἄλλως γὰρ τὰ εἰς ˉρˉοˉς δισύλλαβαἁπλᾶ ἔχοντα τὴν ˉοˉυ δίφθογγον βαρύνονται,

κοῦρος ὁ νέος, θοῦρος ὁ ὁρμητικός,οὖρος ὁ ἄνεμος. δῆλον δὲ ὅτι, ὡς ἐν τῷ μοῦνος

Θερσίτης καὶ νοῦσος κακή καὶλάϊνος οὐδός καὶ ἴκμενος οὖρος, οὕτω καὶ ἐν τῷ οὐρός ὁ

πλεονασμὸς τοῦ ˉυσχῆμα ποιεῖ, ὅ φασιν οἱ γραμματικοὶ ἐπένθεσιν, ἥτις καὶ ψιλοῖ τὰ

δασέα, ὡς ὁοὐδὸς δηλοῖ καὶ ὁ περιορισμός, οὖρος, καὶ ὁ εὔκηλος. (ῃ. 154) Νηῶν δὲ καὶ

νῦνἕρματα τὰ ὑποκείμενα ταῖς ναυσὶ λέγει ξύλα ἔξω περὶ τὴν ἄμμον, ἐφ' ὧνὀχούμεναι

αἱ νῆες ἑδράζονται καὶ ἐρείδονται. τὸ δὲ ταῦτα ὑφέλκειν ἐν τῷμέλλειν ἀποπλέειν τὴν

νῆα ὑφαιρεῖν λέγει ὁ ποιητής. οἱ δὲ μεθ' Ὅμηρον ἐπὶτοῦ κλέπτειν τιθέασι τὴν λέξιν, ὡς

καὶ τὸ ὑφελέσθαι, ἀφ' οὗ καὶ τὸν φιλήτηνπαράγουσί τινες τῶν παλαιῶν σχολιαστῶν

Ἡσιόδου, ἵνα ᾖ φιλήτης, ὁ παρ'Ἡσιόδῳ, μὴ ἀπὸ τοῦ φηλῶ φηλήσω, τὸ ἀπατῶ–αὐτὸ γὰρ

τρίτης ἐστὶ συζυγίας,ὡς δηλοῖ παρὰ Λυκόφρονι τὸ «φηλώσας πρόμον»–ἀλλὰ ὁ κλέπτης

παρὰ τὸὑφελεῖν, οἱονεὶ ὑφειλήτης διὰ διφθόγγου καὶ ἀφαιρέσει τοῦ ˉυ καὶ ἀπελεύσει

τοῦˉε φιλήτης διὰ τοῦ ˉι, ὡς ἂν τῷ σημαινομένῳ τοῦ ὑφειλέτου συνεξομοιωθῇ καὶἡ

γραφὴ τῆς λέξεως ὑποκλαπεῖσά τι τῆς διφθόγγου, ὡς καὶ τοῦτο δοκεῖ τοῖςπαλαιοῖς.

∆ῆλον δὲ ὅτι καὶ ἄλλαι τοιαῦται δίφθογγοι ἐξαιροῦνται τοῦ ˉε δι'αἰτίας ἀστείας, ὡς

δηλοῖ ἡ ἰδέα καὶ αἱ χιράδες καὶ ὁ λιμός, ὡς ἀλλαχοῦ εἴρηται,καὶ μάλιστα ἐν τοῖς τοῦ

Περιηγητοῦ· [Ὧν δὴ τριῶν λέξεων ἡ μὲν φιλόσοφοςἰδέα ὡς ἀσώματος καὶ ἀσύνθετος

ἁπλουστέραν τοῦ φυσικοῦ εἴδους προσφυῶςἔχει γραφήν, αἱ δὲ χιράδες ἤτοι ῥαγάδες

τῶν χειρῶν τῇ ἀπελεύσει τοῦ ˉε τῆςδιφθόγγου τὸ ἐκ τῶν χειρῶν δηλοῦσιν ἀπεληλυθός·

ὁ δὲ ἐκ τοῦ λείπω λιμὸς τὸτῶν λιμωττόντων, φασίν, ἐμφαίνει ἰσχνὸν τῇ διὰ τοῦ ˉι

μόνου γραφῇ. (ῃ. 155)Ἰστέον δὲ καὶ ὅτι ἐν τούτοις κεῖται πληθυντικὸν Ἀττικὸν τὸ

ὑπέρμορα ἀντὶ τοῦ ὑπὲρ τὸ μεμοιραμένον ἤγουν ὑπὲρ τὸ μοιρίδιον, οὗ τὸ ἑνικὸν ἔν τε

ἄλλοις καὶ ἐν 1.299 Ὀδυσσείᾳ ὑπέρμορον, ὧν πρωτότυπον καὶ κοινότερον καὶ

σαφέστερον τὸ ὑπὲρμοῖραν, οἷον «μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἴσω».] (ῃ. 156 σς.)

Ὅτι τὴν Ἥραν ἐνταῦθα ποιῶν βουλευομένην ὁ Ὅμηρος καὶ λέγουσαν διαπορητικῶς

πρὸς τὴν Ἀθηνᾶν [«ὢ πόποι, αἰγιόχοιο ∆ιὸς τέκος Ἀτρυτώνη,] οὕτω δὴ οἱ

Ἕλληνεςφεύξονται, λιπόντες εὐχωλήν», ἤγουν καύχημα, «τοῖς Τρωσὶ τὴν Ἑλένην»

καὶτὰ ἑξῆς, τὴν Ἡραίαν ἤγουν βασιλικὴν φρόνησιν αἰνίττεται ταῦτα

διανοουμένην,ἥτις, ὡς εἰκός, ἐν πολλοῖς μὲν τῶν ἡγεμόνων ἐκινεῖτο, ἐν μόνῳ δὲ τῷ

Ὀδυσσεῖἐνήργησεν ὀξύτερον, ὃς ἐν ἀρχαῖς ὑπὸ ἀμηχανίας καὶ ἄχους μικρόν τι

στὰςδιενοήθη καὶ αὐτὰ ταῦτα, ὡς εἰκός, καὶ αὐτὸς εἰς νοῦν ἔλαβεν ὑπαγορευούσηςοἷον

τῆς Ἀθηνᾶς. Εἶτα μηχανὴν ἀναλαβὼν καὶ ἑαυτὸν ἐρεθίσας εἰς τὸ ἀγανοῖςἐπέεσσιν ἤγουν

ἡμερωτέροις λόγοις, ὡς ῥηθήσεται, κωλύειν ἄνδρα ἕκαστον,εὐθὺς ὥρμησε κοιρανέων

καὶ οὕτω διέπων στρατόν, ὡς ἐρεῖ ὁ ποιητής,ἀναστεῖλαι ὡς ἀγχίνους τὸν ὄχλον. τοῦτο

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

190

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!