18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

διὰ τὴν τοῦ Ἀχιλλέως μῆνιν, ὅμως ἐκ μέρους τοῦ τῶν ἰφθίμων ψυχῶν τῶν 1.30 ἡρώων

καὶ τοὺς κοινοὺς νοητέον ἀνθρώπους. τάχα δὲ καὶ ἅπαντας τοὺς Ἀχαιοὺςσυλλαβὼν

ἐπαίνου νόμῳ ἥρωας λέγει, ἀποσεμνύνων τοὺς θανόντας ἐν τῇ μάχῃκαὶ παραθαρρύνων

παιδευτικῶς καὶ ἑτέρους εἰς ὅμοια, ὡς θεῖον ὂν καὶ μακαριστὸντὸ οὕτω θνῄσκειν καὶ

ἡρωϊκόν. οὕτω καὶ Ἀγαμέμνων ἐν τοῖς ἑξῆς θεραπεύωντὸ Πανελλήνιον ἥρωας αὐτοὺς

καλεῖ ὁμοῦ πάντας καὶ οὐ μόνον, ἀλλὰ καὶφίλους καὶ θεράποντας Ἄρεος. Κἀκεῖνο δὲ

ἰστέον ὅτι σοφώτερόν τινεςἐμβαθύναντες τὸ ἐξ ἀνδρὸς καὶ θεᾶς ἢ ἐκ θεοῦ καὶ γυναικὸς

θνητῆς τοὺςἥρωας γενέσθαι οὕτως ἀνήγαγον φάμενοι τῶν ἀρετῶν τὰς μὲν ἀρρενωποὺς

καὶἀνδρώδεις, οἷον τὴν ἀνδρίαν, τὸ τῆς δικαιοσύνης ἐπεξελευστικὸν κατὰ

τῶνἀδικούντων, τὸ τῆς φρονήσεως δραστικόν, καὶ τὰ τοιαῦτα· τὰς δὲ οἷον

θηλυτέραςδιὰ τὸ μαλθακώτερον, οἷον τὴν ἐπείκειαν, τὴν φιλίαν, τὸ πρᾷον, τὸ ἐλεεῖν

καὶὅσα τοιάδε. οἱ μὲν οὖν ἀνδρώδους ἀρετῆς μέτοχοι ἄνθρωποι θεοῦ πατρὸς ἐλέγοντο·

οἱ δὲ τῆς θηλυτέρας, ἀλλ' οὗτοι μητρὸς θεᾶς ἐφημίζοντο. καὶ τοιοῦτονμὲν καὶ τοῦτο. Ἡ

δὲ ἱστορικὴ κατάστασις ἡ περὶ τοῦ τῶν ἡμιθέων μύθουτοιάδε· ἀγὼν τοῖς παλαιοῖς ἦν

πολύς, ὡς εἰκός, ἀποσεμνύνειν τοὺς ἄρχοντας ἢκαὶ ἄλλως ὑπερέχοντας· καὶ ἕκαστοι

τῶν ἐξ ἔθνους ἡμιλλῶντο τοῖς οἰκείοιςβασιλεῦσιν ἐπινοήσασθαι πλείω τῶν λοιπῶν

σεμνώματα. διὸ καὶ τοὺς κοινοὺςἐγκωμιαστικοὺς ὑπεραναβάντες τόπους διὰ τὸ ὑψηλὸν

καὶ θειότερον τῆςβασιλείας οὐκέτι ἐκ πατέρων ἢ προγόνων τῶν ἁπλῶς ἤθελον

κατάγειν τοὺςἡγουμένους, ἀλλ' ἔνθεόν τι γένος τὸ βασιλικὸν ὑπολαβόντες θεοὺς

αὐτοῖςπατέρας ἐπέστησαν καὶ τοῦτο κατὰ μέθοδον πολυσχιδῆ καὶ πολύτροπον καὶὡς

ἑκάστῳ τῶν ἀρχόντων ἦν προσφυέστερον, ἵνα καὶ πιθανὸν εἴη τὸ θεόθενγενεαλόγημα.

καὶ τοίνυν οἷς μὲν τὸ εὐγενὲς καὶ βασιλικὸν ἄκρως ἐπέπρεπεν,ἐκ ∆ιὸς τούτους ἐποίουν

κατάγειν τὸ γένος· οἷς δὲ λόγος ἐνέλαμπεν, Ἑρμῆςτούτοις ἐξελαλεῖτο πατήρ· ὁ μουσικὸς

ἄρχων εἴτε καὶ μαντικὸς καὶ ἰατρικὸςἈπόλλωνι παῖς ἐπεγράφετο· ὁ στρατιωτικὸς καὶ

ἀνδρεῖος ὑπὸ πατρὶ ἐτάττετοἌρεϊ· τοὺς ᾠδικοὺς ἤτοι ποιητικοὺς Καλλιόπη ἢ Τερψιχόρη

παιδοποιησαμένηἦγεν εἰς φράτορας· τοὺς δὲ τοιούτους καὶ Ἀπόλλων ᾠκειοῦτο εἰς

παῖδας,ὅτι καὶ συνάδειν Μούσαις λέγεται· ὁ περὶ ποίμνια οὐ νομίου Πανὸς

μόνονἐλέγετο, ἀλλὰ καὶ αὐτοῦ Ἑρμοῦ, ἤδη δὲ καὶ Ἀπόλλωνος, ὅτι καὶ νομίω ἐστὸν

ἄμφω Ἀπόλλων τε καὶ Ἑρμῆς· ὁ ποδήνεμος Ζήτης τυχὸν ἢ Κάλαϊς ἐκ Βορέου καταβαίνει

πρὸς γένεσιν. καὶ ἄλλως δὲ εἰπεῖν, ὁ ποδώκης καὶ θέειν ὑγρὸς ἢ καὶτὰ εἰς ναυτιλίαν

δεινὸς ἢ καὶ θαλαττοκρατεῖν εὐτυχῶς ἐπιβαλὼν Ποσειδῶνοςἢ Τρίτωνος ἢ Νηρέως ἢ

Νηρηΐδος ἢ ὅλως θαλαττίου καὶ ἐνύγρου τινὸςδαίμονος τὸ γένος ἕλκειν ἐλέγετο. εἰ δὲ

καὶ λουτροῖς προσπαθῶς εἶχε, πηγή τις 1.31 μάλιστα ἢ ποταμός, τοῦτον τεκεῖν

ἐμυθεύετο. οἱ κυνηγετεῖν εἰδότες καὶ ἀσχόλωςτοῦ θηρᾶν ἔχοντες ὀρεινόμοις νύμφαις

ὅσα καὶ μητράσιν ἐμέλοντο. τὸν ἐκ γῆςπλουτοῦντα οἷα καὶ μήτηρ ἡ ∆ημήτηρ ἀμφεῖπεν.

αὐτόχρημα δὲ γῆ ἐλέγετογείνασθαι, εἴ τίς που ἄρχων βουγάϊος ἦν, ὁποῖος ὁ Ἀνταῖος

φαίνεται καὶ ὁ Τιτυός. ὅλως δὲ εἰπεῖν, τερατωδέστερον μὲν διὰ σεμνότητα οἱ παλαιοὶ

τοὺςβασιλεῖς ἐκ θείου γένους ἐγενεαλόγουν καὶ ἡμιθέους ἔλεγον, τὴν δὲ τοῦ

λόγουαὐτόνομον ἀτοπίαν ἀλληγορία ἐθεράπευεν ἢ ἀναγωγικὴ ἢ καὶ

ἱστορική·ἀλληγορία γάρ τις καὶ ἡ διὰ ἱστοριῶν θεραπεία τῶν μύθων εἶναι δοκεῖ

τοῖςπαλαιοῖς. εἰ δὲ καθ' Ἡρόδοτον οἱ θεοὶ οὕτω καλοῦνται διότι κόσμῳ ἔθεντο τὰπάντα

πρήγματα, εὐλόγως καὶ τοὺς βασιλεῖς ἐθεοποίουν οἱ παλαιοὶ ὡς «λαῶνκοσμήτορας»

κατὰ τὴν ποίησιν καὶ τούτῳ τῷ λόγῳ ἀπεκλήρουν αὐτοῖςτὸ ἡρωϊκὸν ὡς οἷα

καταγομένοις θεόθεν. οὐ μόνον δὲ θεοὺς ἀνθρώποις ἐφιστᾷπρογόνους ἡ κατά τι

ἀγαθότης καὶ ἀρετὴ ὡς λέγεσθαι ἥρωας, ἀλλὰ καὶ εἰςθεοῦ ἀνάγει ὄνομα. πολλοὶ γοῦν ἢ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

19

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!