18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

δὲτὸ ἔργον οὕτως ἀκράαντον, οὗ ἕνεκεν δεῦρο ἱκόμεθα», μονονουχὶ λέγων, ὅτι,κἂν

πόλεις πολλὰς ἄλλας παρεστησάμεθα, ἀλλ' ὁ σκοπὸς ἡμῖν οὐκ ἤνυσται, ἡτῆς Τροίας

ἅλωσις, ναὶ μὴν καὶ ἡ τῆς Ἑλένης ἀνακομιδή. ἐρεῖ οὖν ὁ ποιητής·»ἧς ἕνεκεν πολλοὶ

Ἀχαιῶν ἐν Τροίᾳ ὤλοντο». Καὶ σημείωσαι ἐν τούτοις, ὅτιπρῶτος Ὅμηρος τέλος εἶπεν

εἶναι τὸ οὗ ἕνεκεν. (ῃ. 142 ς.) Ὅτι τὸν κοινὸν λαὸν πολύν φασιν οἱ σοφοὶ διαστέλλοντες

πρὸς τοὺς βουλευτὰς οὐ πολλοὺςὄντας. εἰλήφασι δὲ καὶ τοῦτο ἐκ τοῦ ποιητοῦ πληθὺν

ἐνταῦθα εἰπόντος τοὺς ἐντῇ ἀγορᾷ ἐν τῷ «τοῖς δὲ θυμὸν ὄρινε πᾶσι μετὰ πληθύν, ὅσοι

οὐ βουλῆς ἐπάκουσαν». ἐκ δὲ τῆς τοιαύτης ἀγοραίας πληθύος καὶ ἀγοραῖος ἀνὴρ ἢ

ὄχλος ἐπὶσκώμματος λέγεται. καὶ ἀγοράζειν δὲ ἐντεῦθεν τὸ διατρίβειν ἐν ἀγορᾷ.(ῃ. 144–

9) Ὅτι τὴν τῶν Ἀχαιῶν κίνησιν τὴν ἀπὸ τῆς ἀγορᾶς, ὅτε οἴκαδε ἵεντο, δυσὶ παραβολαῖς

διδάσκει, ὁποία τις ἦν, μιᾷ μὲν ἀπὸ θαλάσσης λέγων·»κινήθη δ' ἀγορὴ ὡς κύματα μακρὰ

θαλάσσης πόντου Ἰκαρίοιο, τὰ μέν τε», 1.295 ἤγουν ἅπερ, «Εὖρός τε Νότος τε ὤρορ'

ἐπαΐξας πατρὸς ∆ιὸς ἐκ νεφελάων».ἑτέρᾳ δὲ ἠπειρωτικῇ τοιαύτῃ· «ὡς δ' ὅτε κινήσει

Ζέφυρος βαθὺ λήϊον ἐπελθὼνλάβρος, ἐπαιγίζων, ἐπί τ' ἠμύει ἀσταχύεσσιν, ὣς τῶν πᾶσ'

ἀγορὴ κινήθη».Ἔστι δὲ κατὰ τοὺς παλαιοὺς αὕτη μὲν ἡ παραβολὴ διὰ τὴν ὁμοθυμαδὸν

ὁρμὴνἑκάστου τῶν Ἑλλήνων· ἡ δὲ πρώτη πρὸς τὸν τάραχον. διὸ καὶ ἐπάγει ὁποιητής,

ὅτι ἀλαλητῷ εἰς τὰς νῆας ὥρμων. Καὶ ἔχει καλῶς ὁ τοιοῦτος τῶνπαλαιῶν λόγος· οὐ γὰρ

τὴν ἁπλῶς κίνησιν τῶν Ἑλλήνων ἔδει κύμασι παραβαλεῖνἀλλὰ τὴν μετὰ πολλοῦ

θορύβου. τάχα δὲ καὶ ἄλλως αὐτὴ μὲν τὴν κατὰ ἴλας καὶφῦλα κίνησιν τῶν Ἀχαιῶν

δηλοῖ, ἡ δὲ τοῦ ληΐου τὴν κατὰ ἄνδρα ἕκαστον, ὅπερὍμηρός φησι φῶτα ἕκαστον μετ'

ὀλίγα. ἡ γὰρ ἁπλῶς ἑνὸς ἑκάστου τῶνἙλλήνων ὁρμὴ καλῶς ἂν εἰκάζοιτο ἀσταχύεσσιν,

οἳ ἀνέμου ἐπιπνέοντοςἐπικεκυφότες κινοῦνται. (ῃ. 144) Κύματα δὲ μακρὰ τὰ ὑψηλὰ

λέγει, τουτέστιτὰ εἰς ὕψος κορυφούμενα· οὕτω γὰρ καὶ μακρὸς Ὄλυμπος ὁ ὑψηλός. ἔστι

δὲὅτε ἡ λέξις καὶ τὸ βαθὺ σημαίνει, ὡς ὅτε φρέατα μακρὰ λέγονται, ἤγουν βαθέα,καὶ

οὐχ' ἁπλῶς, ἀλλὰ πάνυ βαθέα· οὐ γὰρ πᾶν βαθὺ ἤδη καὶ μακρὸν λέγεται.ἐνταῦθα γοῦν

κύματα μὲν μακρά, λήϊον δὲ βαθύ, οὐ μὴν μακρόν. (ῃ. 145) Πόντος δὲ Ἰκάριος μέρος τι

τοῦ Αἰγαίου Εὔρῳ καὶ Νότῳ μάλιστα κυμαινόμενος· ἔνθα, ὡς καὶ ὁ Περιηγητὴς ἱστορεῖ,

μεγάλα ἐγείρονται κύματα· καὶ ἡαἰτία ἐρρέθη ἐκεῖ. Ἰκάριος δὲ πόντος ἢ ἀπὸ Ἰκάρου τοῦ

θρυλλουμένου υἱοῦ∆αιδάλου, ὃς αὐτόθι καταπεσὼν ἀπεπνίγη καὶ ἀφῆκε τῷ πόντῳ τὴν

ἐξ αὐτοῦκλῆσιν, ἢ ἀπὸ νησίου τινὸς αὐτόθι ὄντος, ὡς ἐρρέθη ἐν τοῖς εἰς τὸν Περιηγητήν.

Κἀνταῦθα δὲ ἀρκέσει τοσοῦτον εἰπεῖν, ὅτι κατὰ τὸν Γεωγράφον παράκειται τῇ Σάμῳ

νῆσος Ἰκαρία, ἀφ' ἧς τὸ Ἰκάριον πέλαγος. αὐτὴ δὲ ἐπώνυμος Ἰκάροπαιδὸς ∆αιδάλου, ὃς

κηρίνοις, φησί, πτεροῖς μετεωρισθεὶς πρὸς ἥλιον καὶ μὴκρατήσας τοῦ δρόμου τακέντος

τοῦ κηροῦ καὶ περιρρυέντων τῶν πτερῶν αὐτόθικατέπεσεν. Ἰστέον δὲ ὅτι χαριέντως

νοηθείη ἂν Ἴκαρος ἅπας ὁστισοῦν τῶν νῦν ἐπιτρίπτων ἀποτελεσματικῶν, οἳ κατά τινα

κῆρα πτερυσσόμενοι ἄνω δι'εὕρεσιν ἀληθείας, εἶτα εἰς πόντον ψεύδους καταδύονται

πίπτοντες. Ἔρημοςδέ, φασίν, ἡ Ἰκαρία· νομὰς δ' ἔχει, αἷς χρῶνται Σάμιοι. ἐν τῷ Ἰκαρίῳ

δὲ πελάγει, φασί, καὶ ἡ Σάμος κεῖται, ᾧ συνάπτει πρὸς Νότον τὸ Καρπάθιον.(ῃ. 146) Τὸ

δὲ ὤρορε γίνεται μὲν ἐκ τοῦ ὦρα παρακειμένου, Ἀττικῶς ὄρωρε,καὶ δηλοῖ τὸ διήγειρεν.

ἔπαθε δὲ ὑπέρθεσιν χρόνου μετατεθέντος τοῦ ˉω μεγάλουεἰς τὴν ἄρχουσαν. καὶ τοῦτο

καὶ ἐν τοῖς ἑξῆς πολλαχοῦ εὑρεθήσεται. Οὕτω ποτὲκαὶ ἡ τοῦ Κρονίωνος συστέλλεται

παραλήγουσα χρόνου μεταθέσει. ὁ γὰρ 1.296 Κρονίων, εἰ μὲν βραχύνει τὸ παραλῆγον

δίχρονον, φυλάττει τὸ ˉω ἐν τῇ γενικῇ·εἰ δὲ ἐκτείνει αὐτό, ἀλλάσσει τὸ μακρὸν ˉω ἐν

τῇ γενικῇ. οὕτω καὶ τὸ ἠνάλωτοἐκ τοῦ ἀνήλωτο μετηλλάγη τῷ χρόνῳ καὶ τὸ

ἠναντιοῦτο ἀπὸ τοῦ ἐνηντιοῦτο.Ὅρα δὲ καὶ τὸ πατρός, ὅτι νῦν μὲν ἀπολύτως εἴρηκεν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

188

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!