18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μάχονται, αὐτοὶ δὲ οὔκ εἰσιν ἀξιόμαχοιπρὸς ἐκείνους. Καὶ [ὅρα τό τε «πολλέων ἐκ

πολίων» κάλλος τι ἔχον παρηχητικὸν 1.293 καὶ τὸ «τοιόνδε τοσόνδε τε» καλὸν ὂν ὡς

πάρισον καὶ] τὸ «πλάζουσιν» ἀντὶ τοῦἀποπλανῶσι τοῦ σκοποῦ. χρησιμεύει γὰρ τοῦτο εἰς

τὸ παλιμπλαγχθέντας, ὅπερἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται. [(ῃ. 134) Τὸ δὲ βεβάασιν Ἰωνικὴν

ἀπέλευσιν ἔχειτοῦ ˉκ καὶ συστολὴν τοῦ ˉη εἰς ˉα καὶ γεννᾷ κατὰ κρᾶσιν τὸ βεβᾶσι κατὰ

τὸἑστήκασιν, ἑστήασιν, ἑστάασιν, ἑστᾶσι.] ∆ιὸς δὲ μεγάλου ἐνιαυτοὶ ἀντὶ τοῦἡλίου·

μέτρον γὰρ κινήσεως ἡλιακῆς ὁ χρόνος ἐστίν. [Εἰ δέ που καὶ Κρόνοςμέγας εὕρηται

λεγόμενος, εὑρίσκεται δὲ οἰκεῖον καὶ ἐκεῖ τὸ μέγας διὰ τὸ τοῦἀστέρος πολὺ μέγεθος.]

Σημείωσαι δὲ ὅτι ὁ ἐνιαυτός γίνεται μὲν ἀπὸ τοῦ ἰαύω,τὸ διατρίβω, δηλοῖ δὲ χρόνον

μακρόν· ἰαύειν μὲν γὰρ τὸ διατρίβειν, διατρίβεινδὲ τὸ ἀργεῖν. Ἐνιαυτὸς γοῦν χρόνος ὁ

διατριβὴν ἔχων καὶ μὴ σύντομος. διὸκαὶ ἐπίθετον τοῦ ἔτους εἴληπται παρὰ τῷ Κωμικῷ

εἰπόντι ἐτῶν ἐνιαυτούς.(ῃ. 135) Τὸ δέ «δοῦρα σέσηπεν» Ἀττικόν· Ἀθηναῖοι γὰρ

πληθυντικοῖς οὐδετέροις ἑνικὰ ἐπάγουσι ῥήματα. τὸ μέντοι «σπάρτα λέλυνται» κοινόν.

διὸ καίφασιν οἱ παλαιοί, ὅτι ἑνὶ στίχῳ ἔθηκε τὴν Ἀτθίδα καὶ τὴν κοινὴν χρῆσιν.[∆οῦρα

δὲ νεῶν πρὸς διαστολὴν τῶν τε κατὰ τὴν μάχην καὶ τῶν ἁπλῶς ξύλωνκατὰ τὸ

«ἀνήλυθεν ἐκ δόρυ γαίης». παθητικὸν δὲ τὸ σέσηπε, καθὰ καὶ τὸδιέφθορεν ἐν τῷ

«μαινόμενε, φρένας ἠλέ, διέφθορας». Τινὲς μέντοι αὐτὸἐνεργητικῶς νοοῦσιν, ἵνα λέγῃ

ὅτι διέφθαρκας, ἃς εἶχες φρένας. αὐτοὶ δὲπαραφέρουσι καὶ χρῆσιν ὁμοίαν ἐκ Μενάνδρου

τὸ «εἰ δ' ἔστιν οὗτος τὴν κόρηνδιεφθορώς» καὶ Ἀριστοφάνους τὸ «διέφθορας τὸν ὅρκον

ἡμῶν». Ὥστε διέφθορέ τις, φασίν, ἕτερον, διέφθαρται δὲ ὑφ' ἑτέρου. προσθετέον δὲ καὶ

Σοφοκλέους τὸ»τὰς οὔσας τέ μου καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορας.] Σπάρτα δὲ τὰ

σχοινίαὡς ἀπὸ παλαιοῦ ἔθους· ἐοίκασι γάρ, ὃ δὴ καὶ νῦν πολλαχοῦ γίνεται,

σπάρτωνφυτοῖς χρᾶσθαι οἱ παλαιοὶ εἰς πλοκὴν σχοινίων. καὶ ἦν ἐν λόγῳ

σπάρτοςἸβηρικὴ παρὰ τοῖς παλαιοῖς. λέγει δέ που καὶ γῆν σπαρτοφόρον ὁ

Γεωγράφοςκαὶ σχοινοπλοκικὴν σπάρτον. καὶ μέχρι δὲ νῦν εἶδός τι σχοινίου οἱ

ἰχθυοβόλοισπαρτίναν ὀνομάζουσι. καὶ ὁ Κωμικὸς δὲ τοῦτο παρεμφαίνει ἐν τοῖς

Ὄρνισιν,ἔνθα παίζων περὶ τῆς Λακωνικῆς Σπάρτης ὡς παρωνυμουμένης ἀπὸ

φυτοῦσπάρτου φησὶ μὴ ἂν δεηθῆναι σπάρτης κειρίαν ἔχων ἤτοι μὴ δεηθῆναι σπαρτίνου

1.294 πλέγματος, ἐὰν ἄλλην ἔχῃ κειρίαν ἤτοι δεσμὸν κλίνης. ἀλλὰ τί πλείωλέγειν;

ὅπου καὶ σχοῖνος ἐκ τοῦ φυτοῦ τῆς σχοίνου λέγεται· ἐπεὶ τὸ παλαιὸνἐκ φυτῶν σχοίνων

ἐπλέκοντο τὰ τοιαῦτα, ὃ καὶ νῦν ἔτι πολλαχοῦ παραμένει.Ἐν γοῦν Πελοποννήσῳ

πολλοὶ οὕτω ποιοῦντες ἐπιλέγουσι καὶ καιρὸν ἐπιτήδειοντῇ τοῦ τοιούτου σχοίνου τομῇ

λέγοντες· «Μαΐου βροῦλον, ποντία κάνναβις».Ἴδε δὲ καὶ ὅτι ἐπὶ ξύλου μὲν ἔθηκε τὸ

σήπεσθαι, ἐπὶ δὲ σχοίνου τὸ λύεσθαι, [ὅἐστιν ἀναλύεσθαι· καὶ ὅτι οὐκ ἀεὶ ὁ μέσος

παρακείμενος καὶ ἐνέργειαν δηλοῖ,ὡς ἐν τῷ «δέδορκά σε» ἤγουν βλέπω σε· καὶ πάθος,

ὡς ἐν τῷ «δεδορκὼςἄστρον ὣς λάμψειν» ἤγουν θεαθείς. ἀλλὰ μυριαχοῦ ποτὲ μὲν μόνην

ἐνέργειανὑποβάλλει νοεῖν, ὡς καὶ ἐν τῷ λέλοιπα καὶ λέλογχα, ποτὲ δὲ μόνον πάθος,

ὡςἐνταῦθα σέσηπε τὸ ἐσάπη. ὅμοιον δὲ καὶ τὸ τέτηκεν· ἀντὶ τοῦ ἐτάκη γάρ. ∆ῆλον δὲ ὡς

μεταπλασμὸν γένους ἔχει τὸ σπάρτα· ὡς γὰρ ἡ κέλευθος, τὸκέλευθον, οὕτω καὶ ἡ

σπάρτος, τὸ σπάρτον.] (ῃ. 136) Νήπια δὲ τέκνα φησὶτὰ κατὰ τὸν καιρὸν τοῦ ἀπόπλου

ἐαθέντα τοιαῦτα. νῦν γὰρ οὐκέτι ἂν εἶεν νήπιαδεκαετῆ που ὄντα, ἐὰν τηνικαῦτα ἦσαν

ἡλικίας βρεφικῆς. (ῃ. 137) Σημείωσαιδὲ [ὅτι τε τὸ εἵαται, εἰ καὶ νοεῖται νῦν ἀντὶ τοῦ

κάθηνται, ὅμως προσφυέστερονκαὶ οὐδὲ ἔξω ἀναλογίας ἐστὶ ληφθῆναι ἀντὶ τοῦ εἰσί,

καθὰ ἐν τῷ υʹ τῆς Ὀδυσσείας δηλοῦται σαφῶς, καὶ] ὅτι ἀνωτέρω εἰπών, ὡς πολεμοῦσιν

ἡμῖν οὔπω τιτέλος πέφανται, παρακατιὼν τὸ αὐτὸ παρέφρασε λέγων σαφέστερον· «ἡμῖν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

187

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!