18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μέγιστον». καὶ κατωτέρω δὲ εἰπών «οἵ με μέγα πλάζουσιν»,ἐπάγει διασαφῶν· «καὶ οὐκ

ἐῶσιν ἐκπέρσαι Ἴλιον», οἱονεὶ λέγων, ὅτι πλάζεσθαιλέγω τὸ μὴ ἐᾶσθαι ἑλεῖν τὴν Ἴλιον.

(ῃ. 124) Ὅρα δὲ τὸ ἄμφω τεθὲν ἐπὶΤρώων καὶ Ἑλλήνων. οὐ γὰρ μόνον ἐπὶ δύο

προσώπων ἡ λέξις τίθεται, ὡς ἐν τῷ «ἄμφω ὁμῶς θυμῷ φιλέουσα», ἀλλὰ καὶ ἐπὶ δύο

λαῶν ἢ στρατευμάτων,ὡς ἐνταῦθα ἐν τῷ «ἀριθμηθῆναι ἄμφω». (ῃ. 125 ς.) Σημείωσαι δὲ

καὶ τὴνκαινότητα τοῦ σχήματος τοῦ «Τρῶας μὲν λέξασθαι, ἡμεῖς δ' ἐς

δεκάδαςδιακοσμηθεῖμεν». ὤφειλε μὲν γὰρ εἰπεῖν· Τρῶας μὲν λέξασθαι, ἡμᾶς

δὲδιακοσμηθῆναι. ὁ δὲ καινότερον ἐσχημάτισεν οὐκ ἀκολούθως τῷ Τρῶαςἐπενεγκὼν τὸ

ἡμεῖς. διὸ ἔν τισιν ἀντιγράφοις εὕρηται, φασί, «Τρῶες μέν», ἵναὁμοίως ἐπάγηται τὸ

ἡμεῖς δέ. (ῃ. 129) Ὅρα δὲ καὶ τὴν συγκοπὴν τοῦ πλέαςἀπὸ τοῦ πλέονας καὶ ἔστιν ὁμοία

τῷ χέρηϊ καὶ τοῖς τοιούτοις. (ῃ. 126) συγκέκοπται δὲ ὁμοίως καὶ τὸ «κοσμηθεῖμεν», οὗ τὸ

δεύτερον εἴη ἂν ἀκολούθωςκοσμηθεῖτε, τὸ δὲ τρίτον κοσμηθεῖεν. Κατὰ δεκάδας δὲ

διαιρεῖ τοὺς δαιτυμόνας ὁ βασιλεύς· ἐπεί, φασί, ἔθος ἦν μὴ πλέονας τῶν δέκα

συνεσθίειν. Ἱστορεῖγοῦν καὶ ὁ σοφώτατος Ἰάμβλιχος τὰ Πυθαγορικὰ συσσίτια μὴ ἔχειν

πλεῖον ἢδέκα ἀνθρώπους συνευωχουμένους. Φασὶ δὲ οἱ παλαιοὶ ἐνταῦθα καί, ὅτι

μεγαλοπρεπῶς καὶ ἀστείως ὁ βασιλεὺς καὶ ἐν τῷ καθ' ὑπόθεσιν τούτῳ

συμποσίῳδουλείαν τοῖς Τρωσὶν οἰωνίζεται· ὑπηρετικὸν γὰρ τὸ οἰνοχοεῖν. Λέγουσι δὲ

καὶ 1.292 ἐπίτηδες οἰνοχοεύειν εἰπεῖν τοὺς Τρῶας ἢ μυκτηρίζοντα εἰς τὸν Γανυμήδην,ὃν

λόγος ἦν οἰνοχοεύειν τῷ ∆ιῒ Τρωϊκὸν ὄντα, ὡς δι' ἐκεῖνον τοιούτους εἶναικαὶ τοὺς

Τρῶας, ἢ διαπαίζοντα ἐκείνους ὡς ἐν συμποσίοις ἀλαζονευομένους. Παρασημειοῦνται

δὲ καί, ὅτι Ἴλιον μὲν ὁ ποιητὴς πολλαχοῦ τὴν Τροίαν λέγει, ἐθνικὸν δὲ οὐδαμοῦ λέγει

τοὺς Ἰλιεῖς, ἀλλὰ Τρῶας ἁπανταχοῦ. οὕτω καὶ τὴν Εὔβοιαν εἰδὼς τοὺς πολίτας οὐ λέγει

Εὐβοεῖς ἀλλὰ Ἄβαντας. τοῦτο δὲ καὶ ἐπὶ ἄλλων ἐν τοῖς ἑξῆς φανεῖται γινόμενον.

Παραπηγνύουσι δὲ σημείωσιν καὶ περὶτῆς τοῦ Ἀχιλλέως ὕβρεως εἰπόντος οἰνοβαρῆ τὸν

Ἀγαμέμνονα. ἰδοὺ γάρ, φασίν, ἐνταῦθα τοὺς Ἕλληνας ἀριθμῶν ἀπὸ συμποσίου τὴν

μέθοδον ἔλαβενὡς φίλοινος καὶ περὶ τοιαῦτα κεχηνώς· ἐνῆν γὰρ καὶ ἄλλως μεθοδεῦσαι

τὴναὐτῶν ἀρίθμησιν. Τὸ δὲ ὑπὲρ δεκαπλασίους εἶναι τῶν Τρώων τοὺς

Ἕλληναςὑπερβολικῶς εἰρῆσθαί φασι λέγοντες Τρώων μὲν εἶναι μυριάδας πέντε,

Ἑλλήνων δὲ δώδεκα, ἢ κατὰ τὸν Ἀρίσταρχον δεκατέσσαρας καὶ δύο χιλιάδες

καὶτριακόσιοι εἴκοσι. Σημείωσαι δὲ ὅτι Ἀγαμέμνων μὲν Ἀχαιοῖς δέκα ἕνα ἐπιστήσας

οἰνοχόον Τρῶα μετρίως ἔφη· ὁ δὲ παρ' Ἡροδότῳ Ξέρξης ὀγκηρόταταμετρεῖ τοὺς ἑαυτοῦ

εἰπὼν πρὸς ∆ημάρατον, ὅτι τῷ στρατῷ τῶν Λακεδαιμονίωνσυγκρινόμενοι πλείονες περὶ

ἕνα ἕκαστον γινόμεθα ἢ χίλιοι. (ῃ. 129) [Τὸ δέ»ἐγώ φημι» σεμνόν ἐστιν ὡς ἀξιωματικῶς

λεχθέν· οὐ γὰρ ἔφη ἐγὼ οἴομαι,ἀλλ' ἐγὼ ἀποφαίνομαι.] (ῃ. 124) Τὸ δέ «ὅρκια πιστὰ

ταμόντες» ἀντὶ τοῦτελέσαντες, θύσαντες. τοῦτο γὰρ δηλοῖ τὸ ταμόντες· διὰ τομῆς γὰρ

ζῴωνθυομένων οἱ ἐπὶ μεγάλοις ὅρκοι ἐγίνοντο. ἀεὶ τοίνυν οὕτω λέγει ὁ ποιητὴςκατὰ

διάλεκτον Ἰωνικήν, ὡς καὶ παρὰ Ἡροδότῳ ἐστὶν εὑρεῖν. (ῃ. 130 σς.) Ἰστέον δὲ ὅτι πάνυ

ὀνειδιστικῶς εἰπὼν καὶ πικρῶς τὸ ὑπὲρ δεκαπλασίουςὄντας τοὺς Ἕλληνας τῶν Τρώων,

ὅμως μηδὲν ἀνῦσαι εἰς κρίσιν νίκης ἢ ἥττηςπαραμυθεῖται προσηνέστερον τὸ ὄνειδος

ἐπαγαγών, ὅτι «ἀλλ' ἐπίκουροιπολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες εἰσίν»,

ἀνισάζοντες τοῖς Τρωσὶ τὸἐλάττωμα, «οἵ με μέγα πλάζουσι» καὶ τὰ ἑξῆς· ἐν οἷς καὶ τὸ

«∆ιὸςμεγάλου ἐνιαυτοί» καὶ τὸ «δοῦρα σέσηπε» καὶ «σπάρτα λέλυνται» καὶ τὸ»νήπια

τέκνα» καὶ τὸ «ἔργον ἀκράαντον, οὗ εἵνεκα δεῦρ' ἱκόμεσθα», [ὧν ἡπεριοχὴ πρὸς

ἱστορίαν «ἐννέα δὴ βεβάασι» καὶ ἑξῆς, ὡς προείρηται.] δι' ὧνὀνειδίζει τῷ ἑαυτοῦ

συμμαχικῷ ὁ βασιλεύς, ὡς δέον ὂν ἀναχωρῆσαι, εἴπερ οἱμὲν ἐπίκτητοι τῶν Τρώων οὕτω

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

186

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!