18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

«ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεός». εἴη δὲ ἂν ἀπάτη ἀγαθὴἡ ἐν καιρῷ καὶ οὐδ'

ἐπιβλαβής. [τῇ δὲ τοιαύτῃ γνώμῃ συγγενὲς καὶ Ἡροδότουτὸ «ἔνθα χρή τι ψεῦδος

λέγεσθαι, λεγέσθω». οὕτω καὶ δόλιος Ὀδυσσεὺςκατὰ ἔπαινον καὶ πᾶς δὲ ὁστισοῦν

στρατηγός.] Ἀπάτη δὲ καὶ ἀπατῶ γίνεταιἐκ τοῦ ˉα στερητικοῦ καὶ τοῦ πάτος ἡ

τετριμμένη ὁδός· ἀπάτη γάρ ἐστιν ἡτοῦ ὀρθοῦ ἔκνευσις εἰς τὸ πλάγιον καὶ δόλιον. τάχα

δὲ καὶ ἐκ τοῦ ἀτῶ τὸ βλάπτωκαὶ ἐκ τῆς ἄτης γίνεται ἡ ἀπάτη καὶ τὸ ἀπατᾶν, ὡς καὶ ἐκ

τοῦ ἰδεῖν τὸ ἀπιδεῖν.καὶ ἐν τοῖς ἑξῆς δὲ ῥηθήσεταί τι περὶ τοῦ ἀπατᾶν. (ῃ. 116) Τὸ δέ

«οὕτω που ∆ιῒ μέλλει» κατὰ λέξιν μίαν παρῳδηθὲν γένοιτ' ἂν οἰκεῖον ῥηθῆναι ὑπό

τινοςἀπορουμένου ἐπὶ θείαις οἰκονομίαις, οἷον· «οὕτω που θεῷ μέλλει ὑπερμενέϊφίλον

εἶναι». (ῃ. 117 ς.) Στρατηγῷ δὲ ἢ μάλιστα γενναίῳ βασιλεῖ πρέπονἐπιλεχθῆναι τὸ «ὃς δὴ

πολλάων πολίων κατέλυσε κάρηνα ἠδ' ἔτι καὶ λύσει· τοῦγὰρ κράτος ἐστὶ μέγιστον». [(ῃ.

118) Ἔστι δὲ τὸ «ἠδ' ἔτι καὶ λύσει» ἀντὶ τοῦ»καὶ ἔτι λύσει», ὥστε περιττῶς κεῖται ὁ

ˉκˉαˉι σύνδεσμος.] (ῃ. 117) Μεγαλοπρεπῶς δὲ εἴρηται τὸ κάρηνα διὰ τὰς ὑψηλὰς πόλεις

καὶ ἐπιδόξους. εἰ δὲ κάρηναπόλεων τετόλμηται εἰπεῖν τὰς ἀκροπόλεις ἢ ἁπλῶς τὰς

ἐξοχὰς καὶ οἷονκορυφάς, ἀσφαλῶς ἂν προϊὼν καὶ πόλεως ἐρεῖ κρήδεμνα. κεφαλῆς γὰρ

ἤτοικαρήνου κόσμος τὸ κρήδεμνον, ὃ καὶ ἐπίκρανον κεφαλῆς ἡ τραγῳδία φησίν,

ἣνζηλοῦσι καὶ οἱ κίονος ἐπίκρανον φάμενοι. εἰ δ' οὕτω ταῦτ' ἔστι, προσφυῶς Εὐριπίδης

περὶ Τροίας φησὶ τὸ «ἀπὸ δὲ στεφάναν κέκαρσαι πύργων». ὡς γὰρκρήδεμνον κεφαλῆς,

οὕτω καὶ τὸ στεφανοῦσθαι αὐτῆς ἴδιον, ἤδη δέ ποτε καὶτὸ κείρεσθαι. διὸ οἷα συστοίχως

ἔχοντα χρηστά εἰσιν εἰς μίαν τροπήν. ὡς δὲκαὶ πίθου κρήδεμνον λέγεται, ἡ Ὀδύσσεια

δηλοῖ. Ὅρα δὲ ὅτι οὐκ Ἄρεϊ οὐδὲἈθηνᾷ ἢ Ἐνυοῖ τὴν τῶν πόλεων ἅλωσιν ὁ ποιητὴς

ἀλλὰ τῷ ∆ιῒ ἐπιγράφει ὡς ἐφόρῳ τῶν στρατευμάτων. διὸ κατὰ Ἡρόδοτον Κᾶρες ∆ιῒ

Στρατίῳ θυσίαςἀνάγουσι καὶ ἡ θυγάτηρ Ἀθηνᾶ Στρατία. ἴσως δὲ κάρηνα πόλεων καὶ

αἱκεφαλαὶ αὐτῶν ἤγουν οἱ βασιλεῖς. (ῃ. 119) Ἔτι ἰστέον καὶ ὅτι ὁ δυσανασχετῶνἐπί τινι

κακῶς γινομένῳ ἐρεῖ ἄν, ὡς αἰσχρὸν τόδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι, [ὅτε εἰ καὶ

ἐπὶ πολέμῳ ἡ αἰσχύνη, πρέπει ἐπαγαγεῖν καὶ τὸ «μὰψ οὕτωτοιόνδε τοσόνδε τε λαὸν

ἄπρηκτον πόλεμον» καὶ ἑξῆς, ὡς προέκκειται· (ῃ. 121 ς.) Καὶ ὅτι ταὐτολογεῖ τὸ

πολεμίζειν καὶ τὸ μάχεσθαι·] Καὶ ὅτι τὸ «τέλος οὔπωτι πέφανται» ἀντὶ τοῦ πέφηνεν ἀπὸ

τοῦ φαίνω, ὥσπερ καὶ ἀπὸ τοῦ ξηραίνωἐξήρανται, οἷον «ἐξήρανται ἡ χείρ». πολλὰ δὲ

καὶ ἕτερα τοιαῦτα, ἐν οἷς καὶ τὸ»κατέξανται δέμας» παρ' Εὐριπίδῃ καὶ «πέφανται

λιμήν» καὶ παρὰ Σοφοκλεῖ»κλεινὸν ἔπος πέφανται». (ῃ. 123–8) Ὅτι θέλων δεῖξαι ὁ

ποιητὴς ὑπὲρδεκαπλασίονας εἶναι, ὡς προείρηται, τῶν Ἑλλήνων τοὺς ἐφεστίους Τρῶας,

1.291 χρᾶται τοιούτῳ σχήματι ὑποθετικῷ· «εἴπερ ἂν ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τεὅρκια

πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω, Τρῶας μὲν [λέξασθαι», ἤγουνἐπι]λέξασθαι, «ὅσοι

εἰσὶν ἐφέστιοι, ἡμεῖς δ' ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί, Τρώων δ' ἄνδρα ἕκαστον

ἑλοίμεθα οἰνοχοεύειν, πολλαί κεν δεκάδες δευοίατοοἰνοχόοιο». Λέγει δὲ ὅτι, ἐὰν καθ'

ὑπόθεσιν ὁρκίων ἡμῖν γενομένων καὶ πολέμουἀνοχῆς ὁρισθείσης ἐνσπόνδου ἡμεῖς μὲν

δαιτυμόνων νόμῳ ἀνακλιθῶμεν,ἑλοίμεθα δὲ οἰνοχοεῖσθαι ὑπὸ τῶν ἐφεστίων Τρώων

διαιρεθέντες κατὰ δεκάδας,ἐπιστήσωμεν δὲ ἑκάστῃ δεκάδι Ἑλληνικῇ Τρωϊκὸν ἕνα

οἰνοχόον, πολλαὶ ἂνδεκάδες δέοιντο καὶ οὐκ ἔχοιεν τὸν οἰνοχοήσοντα, ὡς ἐκ τούτου

φαίνεσθαιπολλαπλασίους ἤγουν ὑπὲρ δεκαπλασίους εἶναι τῶν Τρώων τοὺς

Ἕλληνας.διὸ καὶ λέγει θαυμαστικῶς· «τόσσον ἐγώ φημι πλέας εἶναι Ἀχαιοὺς Τρώων,οἳ

ναίουσι κατὰ πτόλιν». τοῦτο δὲ ἐφερμηνευτικόν ἐστι τοῦ ἐφέστιοι (ῃ. 125)Ἐφέστιος γὰρ

ὁ κατὰ πόλιν οἰκῶν καὶ ἑστίαν ἔχων. οἱ δὲ ἐπίκουροι κατὰ τοῦτοντὸν λόγον οὐκ

ἐφέστιοι. οὕτω δὲ καὶ ἀνωτέρω τὸ «ὑπερμενέϊ ∆ιΐ» ἑρμηνεύων ἔφη·»τοῦ γὰρ κράτος ἐστὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

185

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!