18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οὐκ ἐπανιτέον ἀκλεῶς ἐπὶ ἀτελέστῳ ἔργῳ, ἵνα μὴ τὰς ἐλπίδας ἐκείναιςαἰσχύνωμεν. Καὶ

τὸ τῶν ἐνιαυτῶν δὲ ὁμοίως διπλόην ἔχει· οὐ φευκτέον ὡςτοῦ χρόνου τῆς ἁλώσεως

πληρουμένου καὶ φευκτέον διὰ τὸ ἄπρακτον τοῦτοιούτου χρόνου. καὶ τὰ ἄλλα δὲ

ὁμοίως συμβιβασθήσεται κατὰ ἐννοίας διπλᾶς.νικῶσι μέντοι αἱ τοῦ φεύγειν

ἀποτρεπτικαί, διότι ἐνταῦθά ἐστι τῷ βασιλεῖ ὁ τῆςδημηγορίας σκοπός. (ῃ. 141) Μόνον δὲ

ἀπὸ πάντων τὸ «οὐ γὰρ ἔτι Τροίηναἱρήσομεν εὐρυάγυιαν» παρασημειοῦνται οἱ παλαιοὶ

ὡς παντελῶς λύον τὴνἔμφασιν καὶ μὴ νοούμενον ἐν διπλότητι κατὰ ἀκολουθίαν τοῦ

φεύγωμεν. Φασὶδὲ καὶ ὅτι ἔν τισι τῶν ἀντιγράφων οὐδὲ ἐφέρετο τὸ τοιοῦτον, ὡς

ἀφανιστικὸν τοῦσχηματισμοῦ. (ῃ. 139) Ὅρα δὲ καὶ ἐν τῷ «ἀλλ' ἄγετε, ὡς ἂν ἐγὼ εἴπω,

πειθώμεθα πάντες», ὅτι τὸ πάντες οὐ μάτην παρέρριψεν ὁ ποιητής, ἀλλ' ἵνα τις

τῶνγερόντων ἐντεῦθεν λαβὼν ἀφορμὴν ἀπάρξηται ἀντιλέγειν, ὡς ἐν τῷ προβουλίῳἤδη

ὥρισται, εἰ καὶ μὴ ἔφθη τις οὕτω ποιῆσαι κινηθείσης τῆς ἀγορᾶς. ἔχει δέ τιβαθὺ καὶ τὸ

«πειθώμεθα». εἰπὼν γάρ «πειθώμεθα» καὶ ἑαυτὸν τοῖς πειθομένοιςσυντέταχεν. αὐτὸς δὲ

οὐ μόνον οὐ πείσεται, ἀλλὰ καὶ τοὺς ἄλλους κωλύσει.(ῃ. 140) Καὶ τὸ φεύγωμεν δὲ

ἄριστα τέθεικεν, ἵνα τις ἀντειπεῖν ἔχῃ· διὰ τί φευξούμεθα μηδενὸς διώκοντος φανερῶς;

εἰ καὶ οἱ ἀκροαταὶ μηδέν τι περινοούμενοιτῶν λεγομένων ἐγένοντο καὶ πάνυ εὐπειθεῖς

ὄντες κατὰ τὸ «καί οἱ πείθονταιἈχαιοί» εὐθὺς ἀνίστανται καὶ τοῦ νόστου γίνονται κατὰ

τὸ βασιλικὸν κέλευσμα·οἱ δ' αὐτοὶ μετ' ὀλίγα καὶ τῷ Ὀδυσσεῖ κοιρανέοντι μετὰ τοῦ

βασιλικοῦ σκήπτρου 1.289 ῥᾷον πείθονται. Τὸ δέ «πατρίδα γαῖαν» ἐντελῶς καὶ νῦν

πέφρασται, ὡς καὶ ἐνἄλλοις καὶ ἐν τῷ «φράζει δ' ἀπὸ πατρίδος αἴης». ἐν οἷς ὅρα ὡς τὸ

μέν «πατρίδαγαῖαν» διὰ τὸ ἀχάσμητον στοιχεῖ τῷ ˉγ ἐν τῷ γαῖαν, τὸ δέ «πατρίδος

αἴης»ἀπεστράφη αὐτό, οἷα καὶ αὐτοῦ δίχα εὔφωνον ὄν. καὶ οὕτω μὲν τοῦτο. Πατρίδαδὲ

μόνον εἰπεῖν ἐλλιπῶς ἔχει, ὥσπερ καὶ τὸ πατρίς, καθὰ μυριαχοῦ φαίνεται.πατρίς τε γὰρ

γῆ δηλαδὴ ἡ ἐκ πατέρων καὶ ὁ πατρίδα δὲ εἰπὼν γῆν συνεισάγει.πρωτότυπον δὲ

πατρίδος ἡ πάτρα, ἧς χρῆσις καὶ ἐν τῷ «εὖ δ' ἐς πάτρανπλεύσαιμεν» καὶ ἐν τῷ «ὅρκους

προδοῦσα καὶ πάτραν». [Οὐχ' ὑποκοριστικὸν δὲἡ πατρίς, ὡς οὐδὲ ἡ μητρίς, ἀλλ' ἁπλῶς

παράγωγον. Ὡς δὲ ἀπὸ τοῦ γῶ τὸ χωρῶκαὶ τίκτω γέα διὰ τοῦ ˉε ψιλοῦ, ὅθεν κατὰ

κρᾶσιν τὸ γῆ, ἔτι δὲ καὶ γαῖα διὰδιφθόγγου, ὡς τὸ μῶ μαῖα, δηλοῦσιν οἱ παλαιοί. παρ' οἷς

καὶ ὅτι Γαιζῆται παρὰτὴν γαῖαν οἱ Γαλάται, οἳ τῆς οἰκείας ἐκπεσόντες γαῖαν ἐζήτουν, ἐφ'

ἧς οἰκήσουσι· καὶ ὅτι ἐκ τῆς γαίας καὶ γαῖος ἀπόγειος ἄνεμος καὶ βοῦς γαῖος ὁ

ἐργατικός·καὶ ὅτι ἐκ τοῦ γέα, ὃ γράφεται διὰ ψιλοῦ τοῦ ˉε, γέϊος ἢ καὶ ἄλλως γάϊος

παρὰἸταλιώταις καὶ Ταραντίνοις ὁ μίσθιος, ἔστι δ' ὅτε καὶ ὁ παχὺς καὶ

ἀναίσθητοςἄνθρωπος. Τὸ δὲ παρῆχθαι τὴν γαῖαν ἀπὸ τῆς γῆς, ἵνα ᾖ, ὡς σελήνη

σεληναία,οὕτω γῆ γαῖα, οὐκ ἀρέσκει τοῖς παλαιοῖς. καὶ καλῶς ἄρα τοῦτο· ἐχρῆν γὰρ

τῷλόγῳ τούτῳ τὴν γαῖαν μὴ προπερισπᾶσθαι ἀλλὰ παροξύνεσθαι.] (ῃ. 112) Σχέτλιον δὲ

τὸν ∆ία καλεῖ ὡς σχετλιοποιὸν καὶ τοῦ σχετλιάζειν πολλοῖςγινόμενον αἴτιον. ὅτι δὲ καὶ

ἄλλως οὐχ' ὑβριστικὸν ἀεὶ τὸ σχέτλιος, ἐν τοῖςἑξῆς ἀριδήλως φανήσεται· σχέτλιος γὰρ

ἔοικε λέγεσθαι ὁ πλέον τοῦ δέοντος καὶἐφ' οἷς οὐ καιρὸς προθυμούμενος καὶ ὡς εἰπεῖν

ὁρμητίας, ὃν ἔδει σχέσθαι καὶτλῆναι καὶ μὴ ὁρμῆσαι εἰς τὰ παρόντα. ὥσπερ δὲ τὸ νήπιος

παρὰ τῷποιητῇ λέξις ἐστὶν ἐπιφωνητικὴ ἐπὶ τοῖς μὴ κατὰ βαθεῖαν σύνεσιν

γινομένοις,οὕτω καὶ τὸ σχέτλιος ἐπιφωνεῖται ὡς ἐπὶ πολὺ τραχυτέροις καὶ

αὐθεκάστοιςπροσώποις. ἔστι δὲ ὅτε σχέτλιος καὶ ὁ πολλὰ ἀνασχόμενος καὶ τλάς. (ῃ.

112–4) Σημείωσαι δὲ καὶ ὡς πρός τινα ὑποσχόμενον, εἶτα δὴ ἀπατήσαντα, λεχθείη ἂντὸ

«σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσε, νῦν δὲ κακὴν ἀπάτηνβουλεύσατο».

ὅτι δέ ἐστιν οὐ μόνον κακὴ ἀπάτη ἀλλὰ καὶ ἀγαθή, Αἰσχύλος 1.290 δηλοῖ εἰπών·

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

184

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!