18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οἱ ἀοιδοί. τοῦ δὲ Ἄρηοςεὐθεῖα Ὁμήρῳ ἄρρητος, ὁ Ἄρευς Αἰολική, ὡς καὶ Ἡρωδιανῷ

δοκεῖ, καθὰκαὶ ἐν τοῖς ἑξῆς που σαφῶς δηλωθήσεται. (ῃ. 111) Τὸ δέ «ἄτῃ ἐνέδησε

βαρείῃ»ἀστείως τέτραπται, ὡς ἀπὸ δεσμοῦ βαρύνοντός τινα καὶ μὴ ἐῶντος

προκόπτειν,ἐφ' οἷς χρή. εἰ γὰρ καὶ τῇ μυθικῇ Ἄτῃ ἁπαλοὶ οἱ πόδες, ἀλλὰ ἡ ἀληθὴς

βαρύνεινοἶδε. τὸ δὲ τὸν ∆ία ἀπατῆσαι μετὰ τὸ κατανεῦσαι φανερῶς κωλύει τὸν

ἀπόπλουν.οὐ γὰρ δυνατὸν ἐκεῖνον ψεύσασθαι μετὰ τὴν κατάνευσιν, εἴπερ οὐκ ἔστιν

οὐδὲνἔπος ἐκείνου ἀπατηλόν, ὅ τι κεφαλῇ κατανεύσει. ὅτι δὲ κατένευσεν, οἱ γέροντεςἐν

τοῖς ἑξῆς δηλώσουσι. καὶ ἄλλως δὲ οὐδεὶς ἂν σπουδαῖος ἐναντία ἑαυτῷβουλεύσηται. (ῃ.

115) Τὸ δὲ εἰπεῖν, ὅτι δυσκλέα με κελεύει ὁ Ζεὺς ἀπελθεῖν,ἐπεὶ πολὺν ὤλεσα λαόν, οὐκ

ἀφίησιν οὐδὲ αὐτὸ τὸν ἀκούοντα νοεῖν, ὅτι θέλει 1.287 ἀναχωρεῖν ὁ βασιλεύς· ψυχῆς

γὰρ βαρυνομένης ὁ λόγος· συγκέκοπται δὲ τὸδυσκλέα ἐκ τοῦ δυσκλεέα, καί εἰσι καὶ

πληθυντικαὶ χρήσεις τοιαίδε. ἄλλως μέντοι συνῃρῆσθαι ὤφειλεν ἡ τοιαύτη τρισυλλαβία

σὺν περισπασμῷ κατὰ τὸὑγιέα ὑγιᾶ, εὐφυέα εὐφυᾶ. (ῃ. 116) Τὸ δέ «οὕτω που ∆ιῒ μέλλει

φίλον εἶναι»διὰ τὸν δισταγμὸν τοῦ ποὺ ἐπιρρήματος τοῦ δηλοῦντος τὸ ἴσως οὐδὲ

αὐτὸγενναίως ἔχει πρὸς δημηγορίαν. οὐ γὰρ διστάζειν δεῖ τὸν ἐπὶ μεγίστοις

οὕτωβουλευόμενον, ἀλλὰ ἀξιωματικῶς ἀποφαίνεσθαι. (ῃ. 117) Τὸ δέ «ὃς πολλὰςπόλεις

κατέλυσε καὶ ἔτι λύσει» οὐδ' αὐτὸ συμβάλλεταί τι πρὸς τὸ φεύγωμεν,ἀλλ' ἀνάμνησίς

ἐστι τῶν προτέρων ἀνδραγαθιῶν, ἐν αἷς πολεμαρχοῦντοςἈχιλλέως κγʹ εἷλον πόλεις,

ὅθεν οὐκ ἀδύνατον καὶ τὴν Τροίαν αἱρεθῆναι,καθὰ καὶ ἐκείνας. Ἐνταῦθα δὲ σκεπτέον,

ὅπως ταὐτὸν σημαίνει τὸ καταλύεινκαὶ τὸ λύειν ὡς δεσμοῦ μέν τινος ὄντος τοῦ

οἰκοδομεῖν, λύσεως δὲ τῆς καταρρίψεως. (ῃ. 119–21) Τὸ δὲ αἰσχρὸν εἶναι λαὸν τοσοῦτον

τῷ πλήθει καὶ τοιόνδετῇ ἀνδρείᾳ μὰψ οὕτω πολεμεῖν ὀλιγωτέροις ἀνδράσιν ἐπ' οὐδενὶ

τέλει, ἀναντιρρήτως ἐμποδιστικὸν τοῦ φεύγειν ἐστίν, ὡς μὴ ἂν πρέπον ὂν

ἐπονειδίστωςφεύξεσθαι τοῖς τοιούτοις. καὶ ἄλλως δέ, φασί, ταχεῖαν ἐγγυᾶται τὴν νίκην,

εἰπλείους αὐτοὶ τῶν Τρώων καὶ ἰσχυρότεροι καὶ ∆ία δὲ ἔχουσι σύμμαχον, οὗκράτος ἐστὶ

μέγιστον. ὅθεν ὁ Πυθαγόρας λαβών φησι· «θεός ἐστι τὸ πάντωνκρατοῦν, ὅσγε καὶ

πολέμων ἐξουσίαν ἔχει. τίς ἂν οὖν εἴην ἐγώ;» (ῃ. 120) Αἰολέων δὲ ἡ τοῦ μάψ

βραχυλογία ἐκ τοῦ μάτην, ὧν καὶ τὸ ἄψ ἐκ τοῦ ὀπίσω καὶτὸ ὅ ἐκ τοῦ ὅτι καὶ αἱ ἀποκοπαὶ

δὲ τοῦ δῶμα δῶ [καὶ ῥᾴδιον ῥᾴ] καὶ κρίμνον κρῖκαὶ τῶν ὁμοίων, ἔτι δὲ καὶ αἱ συγκοπαί.

τῶν δ' αὐτῶν ὡς ψιλωτικῶν καὶ τὸαὔτως· οὐ γὰρ ἀναντιρρήτως δασύνεται, ὡς φανεῖται

καὶ ἑτέρωθι. (ῃ. 134) Τὸδέ «ἐννέα δὴ βεβήκασιν ἐνιαυτοί» οὐδ' αὐτὸ προτρεπτικόν ἐστιν

εἰς τὸ φυγεῖν.εἶχε γὰρ ἄν τις εἰπεῖν, ὅτι οὐκ ἦν ἡμῖν καιρὸς τοῦ τὴν Τροίαν ἁλῶναι ὁ

ἔνατοςἐνιαυτός, ὡς ἤδη τῶν ἐννέα βεβηκότων καιρὸν εἶναι τοῦ φυγεῖν· δεκάτῳ

δὲἐνιαυτῷ ἁλῶναι τὴν Τροίαν ἔδει, οὗ παρελθόντος καιρὸς ἦν ἀναχωρήσεως. ἐπεὶδὲ

οὔπω παρῆλθεν ὁ δέκατος, μενετέον ἀλλ' οὐ φευκτέον καὶ ἐκδεκτέον τὸ πέρας 1.288 τῆς

μάχης· (ῃ. 135) Τὸ δὲ τὰ δοῦρα σαπῆναι καὶ τὰ σπάρτα λελύσθαι ἀριδηλότατα κώλυμά

ἐστιν οὐ μόνον φυγῆς ἀλλὰ καὶ τῆς ἁπλῶς ἐπανόδου. διὰ τοῦτογάρ φησι καὶ τὸ πλέον

τοῦ κινδύνου τοῖς Ἕλλησιν ἐν τῷ νόστῳ γενέσθαι ναυαγίοις περιπεπτωκόσι διὰ τὴν

τῶν νηῶν σαθρότητα· Ὅθεν τινὲς καὶ τοὺς περὶ Κάλχαντα καὶ Ἀμφίλοχον πεζοὺς

ἀπαλλαγῆναί φασι. μαντικοὶ γὰρ ὄντες προείδοντο τὸν ἐν θαλάσσῃ κίνδυνον. τοῦτο δέ,

φασί, τὸ νόημα εἶπεν ἄν τιςτοῖς Ἕλλησι, κἂν ἐξ ὀρθοῦ ἀποπλέειν αὐτοὺς ἐκώλυε. πρὸς

μέντοι τὸ φαινόμενον βούλεται λέγειν, ὅτι φευκτέον πρὶν διαφθαρῶσιν ἡμῖν αἱ νῆες

τέλεον. (ῃ.136 ς.) Καὶ τὸ τὰς ἀλόχους δὲ καὶ τὰ τέκνα προσμένειν τοὺς Ἕλληνας,

αὐτοὺςδὲ μηδὲν ἔτι ἀνῦσαι ἐπ' ἀμφότερα νοεῖται, ὅτι τε ἐπανιτέον τοῖς ποθοῦσιν, ἵνα,εἰ

καὶ μὴ μετὰ λαφύρων ἐπανέλθωμεν, κἂν γοῦν ἡμᾶς αὐτοὺς ἐπανασωσώμεθα,καὶ ὅτι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

183

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!