18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

βουλὴ τῷβασιλεῖ καὶ στρατηγικὸν ἡ πρὸ τῆς μάχης διάπειρα τῶν στρατιωτῶν,

ὡςγέγραπται. εἰ δὲ διεξέπεσε τοῦ σκοποῦ, ἀλλ' αὐτὸς μὲν συγγνωστέος· οἱ δὲγέροντες

ἀντιστήσονται τῷ τῆς τύχης ἀστάτῳ καὶ κωλύσουσι τὸν λαὸν καὶἀθροίσαντες εἰσαῦθις

αὐτὸν εὐοδώσουσι τῷ βασιλεῖ τὸν σκοπόν, ὡς μετὰ ταῦταφανήσεται, καὶ δείξουσιν οἷόν

τε ἡ σύνεσις ἀγαθὸν καί, ὅτι καλῶς ὁ βασιλεὺςπεποίηκε τὸ προβούλιον. εἰ γὰρ μὴ τὴν

τῶν γερόντων βουλὴν καθίσας ἐδημηγόρησεν ἐκ πρώτης τὸ φεύγωμεν, οὐκ ἦν ἂν ὁ

κωλύσων σκεδαννυμένηντὴν ἀγοράν, ἀλλ' ᾤχοντο ἂν οἱ Ἕλληνες φεύγοντες. Ὅρα δὲ

ὅτι ψεύσεταί ποτε ὁ σπουδαῖος, ὡς καὶ ἐνταῦθα ὁ βασιλεὺς λέγων τὸ φεύγωμεν καὶ ὅσα

ἄλλα τὸσυμφέρον ὑπέβαλλεν. Ὅτι δὲ ἡ δημηγορία τῷ βασιλεῖ ἐσχημάτισται,

δῆλονἐντεῦθεν. αὐτὸς μὲν γὰρ βούλεται φεύγωμεν εἰπεῖν, τὰ δὲ εἰς τοῦτο

συνωθοῦντανοήματα, τὰ μὲν φανερῶς εἰσι κωλυτικὰ τούτου αὐτοῦ τοῦ φεύγειν, τὰ

δὲμέσως πως ἔχει καὶ ἀμφοτέρων ἐστὶ σημαντικὰ τοῦ τε φεύγειν καὶ τοῦ μή·καὶ ἀδηλίαν

ἐμποιεῖ ὁπότερον βούλεται. ἔχουσι γὰρ οὕτω πως τὰ τῆς δημηγορίας.(ῃ. 110–41) Ἐκ

προοιμίου μὲν οὕτως αὐτοὺς προσφωνεῖ· «ὦ φίλοι ἥρωες ∆αναοί, θεράποντες Ἄρηος».

εἶτα λέγει ὅτι ὁ Ζεὺς αὐτὸν ἄτῃ ἐνέδησε βαρείῃ καὶ σχέτλιον ἐκεῖνον καλεῖ, διότι

ὑποσχόμενος καὶ κατανεύσας τὴν τῆς Τροίαςἅλωσιν νῦν ἠπάτησε καὶ κελεύει δυσκλέα

Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσε λαόν.εἶτα τὸν ∆ία σεμνολογῶν φησιν· «οὕτω που ∆ιῒ

μέλλει ὑπερμενέϊ φίλον εἶναι».λέγει δὲ καὶ ὅτι πολλὰ πόλεων κάρηνα ἐκεῖνος ἔλυσε καὶ

εἰσέτι λύσει. μετὰ δὲταῦτα αἰσχύνων τοὺς Ἕλληνάς φησιν, ὅτι «αἰσχρὸν τόδε γ' ἐστὶ καὶ

ἐσσομένοισιπυθέσθαι μάψ», ἤγουν μάτην, «οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν

ἄπρηκτον 1.286 πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι ἀνδράσι παυροτέροις, τέλος δ' οὔ πώ

τιπέφανται». εἶτα δηλῶν, πόσον εἰσὶν οἱ Τρῶες ὀλιγώτεροι, διδάσκει δι' ὑποθετικοῦ

τινος σχήματος, ὡς μετ' ὀλίγα εἰρήσεται, ὑπὲρ δεκαπλασίονας εἶναι τοὺςἝλληνας τῶν

ἐφεστίων Τρώων, ἤγουν ἐγκατοίκων, οἷς καὶ μάλιστα μεμέληκετῆς μάχης, ὡς τῶν

ἐπικούρων, εἰ καὶ ἐκ πολλῶν πόλεων ἦσαν ἐγχέσπαλοι,ὅμως μὴ ὁλοψύχως μαχομένων.

Ταῦτα εἰπὼν ἐπάγει καὶ ὅτι ἐννέα βεβάασι ∆ιὸς μεγάλου ἐνιαυτοὶ καὶ δὴ δοῦρα σέσηπε

νεῶν καὶ σπάρτα λέλυνται. καὶὅτι αἱ ἡμέτεραι ἄλοχοι καὶ τὰ νήπια τέκνα κάθηνται

προσδεχόμεναι ἡμᾶς,ἡμῖν δὲ τὸ ἔργον αὔτως ἀκράαντον, οὗ ἕνεκα δεῦρο ἤλθομεν. καὶ

ἐπὶ τούτοις ὡςἤδη κατασκευάσας δῆθεν, ὃ ἤθελεν, ἐπάγει· «ἀλλ' ἄγεθ', ὡς ἂν ἐγὼ

εἴπω,πειθώμεθα πάντες· φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· οὐ γὰρ ἔτι Τροίαν

αἱρήσομεν εὐρυάγυιαν». Οὕτω τῆς δημηγορίας ἐχούσης τῷ βασιλεῖσκοπητέον τὰ κατ'

αὐτήν. σκοπὸς μὲν γὰρ αὐτῷ δῆθεν τὸ φεύγωμεν. τούτουδὲ προκατάρχουσι κεφάλαια

ταῦτα· μέμψις ∆ιὸς ὡς ἀπατήσαντος, ὅπερἀδύνατον δειχθήσεται· καὶ ὄνειδος τῶν

Ἑλλήνων, διότι τοσοίδε καὶ τοιοίδε ὄντεςἐπὶ μακρὸν οὕτω πολεμοῦντες οὐκ ἤνυσαν, ὃ

προέθεντο, ἀλλὰ καὶ τροπαιοῦχοιἐλπιζόμενοι ἐπανελθεῖν τοῖς ἑαυτῶν, οἱ δὲ οὐ τοιοῦτοι

ἐπανελεύσονται. καὶ ἄλλαδὲ ἐφεξῆς, ὡς φανήσεται, κεῖνται κεφάλαια, οἷς οὐκ ἂν

ἐπενεχθείη τὸ φεύγωμενδυναμένων τῶν ἀκουσάντων εἰπεῖν πρός γε τέως τὰ ῥηθέντα

νῦν κεφάλαια ὡςοὔτε Ζεὺς ψεύδεται οὔτε ἡμεῖς ἀκλεῶς οὕτω καὶ ἀγεννῶς

ἀναχωρήσομεν.καὶ οὕτω μὲν ταῦτα. Τὰ δὲ κατὰ μέρος τῶν νοημάτων τοιαῦτα. (ῃ. 110)

Τὸ μέν»ὦ φίλοι» μέσως πως ἔχει, ὅτι τε φίλος ὢν ἐγώ, κἂν ἀκλεῶς ἀναζεῦξαι

μέλλω,ὅμως δι' ὑμᾶς ἀνέξομαι. καὶ αὖ πάλιν ὅτι φίλοι ὄντες ὑμεῖς οὐκ ἂν ἀνέξοισθέμου

τῆς δυσκλείας οὐδὲ θελήσητε δυσκλέα Ἄργος ἱκέσθαι. τὸ δέ «ἥρωες,θεράποντες Ἄρηος»

φανερῶς ἐπὶ κωλύσει ἔθετο, ὡς μὴ δέον ὂν τοὺς τοιούτουςφεύγειν. ἐπαίρει γάρ, φασίν,

ἐπίτηδες αὐτοὺς ἐγκωμίοις, ὅπως αἰδοῖντοφεύγειν. καὶ ὅρα ὅτι τοὺς ὅλους Ἕλληνας

ἥρωας λέγει. θεράποντες δὲ Ἄρηος οἱ στρατιῶται, ὡς καὶ ∆ιὸς οἱ βασιλεῖς καὶ Μουσῶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

182

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!