18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐστὶν ἡ Πελοπόννησος, καὶ νήσων πολλῶν,οἷον Ῥοδίων, Αἰγινητῶν, Ἰθακησίων. φησὶ

γοῦν καὶ Ὀδυσσεὺς πρὸς Κύκλωπα·»λαοὶ δ' Ἀτρείδεω Ἀγαμέμνονός ἐσμεν». ἐκ πατέρων

οὖν, φασί, Πελοποννήσου καὶ νήσων ἀρχὴν εἰληφὼς οὐ χειροτονητὸς ἦν. Καὶ ὅρα ὅτι

νήσων μὲν πολλῶντὸν Ἀγαμέμνονά φησιν ἄρχειν, Ἄργους δὲ παντός. οὐκ ἄρα

Μυκηναίων μόνων εἶναι ἄρχων δοκεῖ. τινὲς μέντοι νήσους ἐνταῦθα κώμας τινὰς τοῦ

Ἄργουςἐννέα φασί, χερσαίας μέν, καλουμένας δὲ νήσους, καὶ ὑπὸ ἐξουσίαν οὔσας

τῷἈγαμέμνονι. καὶ τοιαῦτα μὲν ταῦτα. Ὅρα δὲ καὶ ὡς, εἰ καὶ καλὸν ὑπομειδιᾷ ἡ ῥηθεῖσα

γενεαλογία, οἷς ἐκ τοῦ ῥητορικοῦ κάλλους ἔχει, ἀλλὰ καὶ ἑτεροίως ταῖςποιητικωτέραις

τῶν λέξεων χρῴζεται. τοιαῦται δὲ μάλιστα τό τε φορῆναι ἤτοιφέρειν, οὗ θέμα φοραίνω

ἢ φόρημι, ὡς καὶ ἀλλαχοῦ φανεῖται, καὶ τὸ Θυέσταἀντὶ τοῦ Θυέστης ἐν τῷ «αὐτὰρ ὁ

Θυέστ' Ἀγαμέμνονι λεῖπε», οὗ ὁ μὲν ποιητικὸςχαρακτὴρ κατὰ τὸ «ἱππότα Φοίνιξ» καὶ

«ἱππηλάτα Πηλεύς», ὁ δὲ κοινὸς κατὰτὸ πενέστης, Ὀρέστης, ἀργέστης. Ὅτι

βουλευσάμενος ὁ βασιλεὺς πειράσασθαι τῶν Ἑλλήνων, καθὰ προγέγραπται, ὡς ἂν γνῷ,

εἴτε θέλουσιν ἀποκινδυνεύσεινεἴτε καὶ μή, καὶ παραγγείλας τῇ τῶν γερόντων βουλῇ

ἀντιπεσεῖν καὶ κωλῦσαιαὐτόν, ἐφ' οἷς δηλονότι μέλλει δημηγορῆσαι ὡς ἐπὶ φυγῇ καὶ

καταλύσει τοῦπολέμου, εἶτα καθίσας Πανελλήνων ἀγοράν, ἀνίσταται καὶ δημηγορεῖ

τοιαῦτα,ἐξ ὧν φαίνεται μὲν κατασκευάζειν τὴν τοῦ λόγου ἀξίωσιν, τῇ δὲ ἀληθείᾳ

τὸἐναντίον τῇ ἀξιώσει συνάγει. Ἀξιοῖ μὲν γὰρ κατὰ τὸ φαινόμενον φεύγεινἀφέντας τὸν

πόλεμον. καὶ τοῦτό ἐστιν αὐτῷ πέρας τῆς δημηγορίας. αἱ δὲκατασκευαί, δι' ὧν δείκνυται

δῆθεν τὸ δεῖν φεύγειν, τοὐναντίον ἅπαν συνάγουσιν, οὔτε σταθεραὶ οὖσαι ἀλλὰ καὶ

λίαν εὐδιάλυτοι. καὶ οὕτω ποιεῖται δημηγορίαντὴν λεγομένην ἐσχηματισμένην.

Σχήματι γὰρ μόνῳ καὶ προσποιήσει καὶ κατὰμόνον τὸ φαινόμενον ἐξ ἐπιπολῆς λέγει τὸ

«φεύγωμεν». ἐν δὲ τῷ βάθει τῶνλεγομένων καὶ τῇ τοῦ λόγου ψυχῇ τὸ μὴ φεύγειν καὶ

κατασκευάζει καὶ βούλεται,χρώμενος ἐννοίαις ἀμφιβόλοις τε καὶ διπλαῖς καὶ ὡς οἷον

εἰπεῖν ἀμφιταλάντοις,δοκούσαις μὲν κατασκευάζειν τὸ δέον εἶναι φυγεῖν, ῥεπούσαις δὲ

μᾶλλον εἰς τὸἀνάπαλιν, ὡς εἶναι δυνατὸν τῷ λέγοντι εἰπεῖν, ὡς διὰ ταῦτα μάλιστα

οὐφευκτέον, ὦ βασιλεῦ, δι' ἅτινα σὺ φεύγειν ἀξιοῖς. Οὕτω τοίνυν ὁ βασιλεὺς

τὴνδημηγορίαν στρεπτὴν κατασκευάσας καὶ ἀφορμὰς ἐνδοὺς ἀντιλογιῶν τοῖςἀριστεῦσι

καραδοκεῖ μὲν ἀπ' αὐτῶν, ὡς εἰκός, ἐναντίωσιν, καθὰ καὶ παρῄνεσεν,οὐ φθάνει δέ τις

ἐκείνων ἀντιλαλῆσαι καὶ ὁ ὄχλος πρὸς μόνον τὸ φαινόμενονἀπιδὼν ἅμα τε ἤκουσεν,

ὅτι φεύγωμεν, καὶ εὐθὺς ἀναστὰς τῆς ἀξιώσεωςταύτης γίνεται. Εἰ γὰρ καὶ ἄλλως ἐν τοῖς

κινδυνώδεσι κατὰ τὴν Ὁμηρικὴνἱστορίαν ἐπείθοντο οἱ Ἀχαιοὶ τῷ βασιλεῖ καὶ μάλα

ἦσαν εὐπειθεῖς, πολλῷ 1.285 πλέον ἐνταῦθα τοιοῦτοι γένοιντο ἄν. Καὶ ὅρα τὸ ἐν τοῖς

πρακτέοις ἀβέβαιον. ὁγὰρ βασιλεὺς ὁ πυκινὴν βουλὴν ἀρτύνας καὶ ἄριστα

βουλευσάμενος τὴν τῶνἙλλήνων διάπειραν μικροῦ δεῖν εἰς κακὸν ἂν ἀπώνατο τοῦ

βουλεύματος. ἀλλ'οὐκ ἤδη διὰ τοῦτο καὶ κακῶς ἐβουλεύσατο· οὐ γὰρ ἐξ ἅπαντος, ὡς καὶ

προείρηται, ἐκ τῶν ἀποτελεσμάτων κριτέον τὰ πράγματα. Ἔστι γὰρ οὗ καὶ βουλῆςοὐκ

ἀγαθῆς τὸ τέλος εἰς ἀγαθὸν ἀπέβη, ὁποῖα τὰ τῶν Ἀθηναίων ὁ Κωμικὸςεἶναι λέγει

βουλεύματα. οὐκ ἤδη δὲ διὰ τὸ τοῦ τέλους ἀγαθὸν ἀγαθὴν ἂν εἴποιτις καὶ τὴν

προηγησαμένην εἶναι βουλήν. οὕτω καὶ ἀγαθὴν συμβουλὴν τέλοςπολλάκις οὐκ ἀγαθὸν

διεδέξατο. καὶ οὐ δήπου τῇ τοῦ τέλους φαυλότητι συναποδοκιμαστέον καὶ τὴν πρὸ

ταύτης βουλήν, ἀλλ' αὐτὴν μὲν ἀποδεκτέον, τὸ δὲτέλος ἐπιγραπτέον τῇ τῶν πρακτέων

φύσει, ἅπερ ἐνδεχόμενα ὄντα ποτὲ μὲνοὕτω, ποτὲ δὲ ἄλλως ἐκβαίνουσι, [τοῦ τυχᾳδίου

ἔστιν οὗ ἢ συνεπωθοῦντος ἢἀντιπράττοντος, ὡς εἶναι οὐκ ἀπροσφυὲς εἰπεῖν, ὅτι καὶ ἐν

τοῖς τοιούτοις οἱἄνθρωποι πρὸς τὰς τύχας τὰς φρένας κέκτηνται.] Ἀγαθὴ μὲν οὖν ἡ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

181

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!