Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

μὲν ἀδικήσας εἰς λέχοςτὸν Ἀτρέα καὶ τὸ χρυσόμαλλον ἀρνίον ὑποσπάσας, ὃ πρὸς Ἑρμοῦ ἐκεῖνος εἶχεν ἐν τοῖς θρέμμασιν ἐξαίρετον, ὁ δὲ τῷ Θυέστῃ παραβαλὼν εἰς τροφὴν τὰ φίλτατα,ὧν καὶ γευσάμενος ἐκεῖνος πόλιν ἐξ αὐτοῦ ἀφῆκε καλεῖσθαι τὴν Ἔμειαν, ὅπουδηλαδὴ τὰ καταβρωθέντα ἐξήμεσε. καὶ ταῦτα μὲν Ἀτρεὺς καὶ Θυέστης, ἵνα τιςἐπιτέμῃ τὰ πολλά. Ἀγαμέμνων δὲ ὁ τοῦ Ἀτρέως καὶ Αἴγισθος ὁ τοῦ Θυέστου καὶ αὖ Ὀρέστης ὁ τοῦ Ἀγαμέμνονος, ὅπως τοὺς πατρῴους οἴκους διέθεντο, αἱ ἱστορίαι θρυλλοῦσι. ῥίπτει γὰρ Ἀγαμέμνονα μὲν Αἴγισθος ἀλάστωρ γενόμενοςτοῦ βασιλικοῦ λέχους τε καὶ σώματος, Αἴγισθον δὲ Ὀρέστης ἀμύνων τῷ πατρί,αὐτός τε τροχηλατούμενος κατὰ τὴν τραγῳδίαν τῷ τῆς μητρὸς αἵματι οὐκεὐδαιμόνως ἔζησεν. οὕτως αἱ τοῦ Μυρτίλου Ἐριννύες τὸ τοῦ Πέλοπος γένοςμετῆλθον, ὃς τὸν Μυρτίλον ἀνελὼν καὶ ἑαυτῷ ἡνιοχήσας πλήξιππος ὑπὸ Ὁμήρουκέκληται ὡς τὴν ἡνιοχείαν αὐτουργήσας, [ὡς εἴπερ ἦν πλήξιππος, κεντρηνεκέαςἄρα ἤλαυνεν ἵππους.] ἀλλὰ ταῦτα μὲν ἄλλοι. (ῃ. 106 ς.) Ὅμηρος δὲ τὰ μὲνκατὰ τὸν Ἀγαμέμνονα καὶ τὸν Αἴγισθον οἶδε, τὰ δὲ κατὰ τὸν Ἀτρέα καὶ τὸν1.283 Θυέστην οὐχ' ὁμοίως τοῖς λοιποῖς ἱστορεῖ, ἀλλὰ φαίνεται εἰδὼς αὐτοὺς πάνυ1.283 φίλια φρονοῦντας ἀλλήλοις. Φησὶ γάρ, ὅτι Ἀτρεὺς θνῄσκων ἔλιπε τὸ σκῆπτροντῷ Θυέστῃ, ὡς ἐπὶ παιδὶ ἀτελεῖ τῷ Ἀγαμέμνονι θνῄσκων τῷ πρεσβυτάτῳ τῶνπαίδων καὶ ἀναθεὶς τῷ ἀδελφῷ Θυέστῃ ἐπιτροπεύειν τοῦ Ἀγαμέμνονος. ὁ δὲαὖθις ἔλιπε τὸ σκῆπτρον, οὐ τῷ παιδὶ Αἰγίσθῳ περιόντι, ἀλλὰ τῷ Ἀγαμέμνονιτῷ ἐπιτροπευομένῳ δίκαια ποιῶν. Τινὲς δέ φασι τὸν ποιητὴν εἰδέναι μὲν καὶαὐτὸν τὰ κατὰ τὸν Ἀτρέα καὶ Θυέστην κακά, σιωπῆσαι δὲ αὐτὰ διὰ τὸ τῆςἱστορίας οὐκ εὔφημον καὶ ἵνα μὴ βλασφημήσῃ τὸ γένος· οὐ γὰρ εἴωθε κακολογεῖν Ὅμηρος. ἐμφαίνει μέντοι, φασίν, ὥσπερ διὰ τοῦ πλήξιππος τὰ κατὰ τὸν Μυρτίλον μιᾷ λέξει τὸ πολὺ παραφήνας τοῦ πράγματος διὰ τὸ μὴ εὐκαίρωςἔχειν πολυλογεῖν, οὕτω καὶ ἐνταῦθα ὁμοίως τὰ κατὰ τὸν Ἀτρέα καὶ Θυέστηνδιὰ τοῦ ἔλιπεν. ἐπὶ μὲν γὰρ τῶν ἄλλων προσώπων, παρ' οἷς οὐκ ἦν τις διαφορά,τὸ ἔδωκε λέγει· ἔδωκεν Ἥφαιστος, ἔδωκε Ζεύς, ἔδωκεν Ἑρμῆς, ἔδωκεΠέλοψ· ἐπὶ δὲ τῶν ἀλλήλοις διαφόρων τὸ ἔλιπεν ἔθετο, ὡς μήτε τοῦ Ἀτρέως αὐτόθεν ἑκοντὶ τὸ σκῆπτρον δόντος τῷ Θυέστῃ, μήτ' αὖ τοῦ Θυέστου τὸοἰκεῖον δόντος τῷ Ἀγαμέμνονι· τὸ μὲν γὰρ ἔδωκε φιλίας σημεῖόν φασιν οἱπαλαιοί, τὸ δὲ καταλιπεῖν ἀνάγκης. καὶ τὸ πολύαρνα δὲ τὸν Θυέστην εἰπεῖνἔμφασιν οἴονται διδόναι τοῦ νοσφισμοῦ τῆς χρυσέας ἀρνός· καίτοι τοῦτο ἄλλωςδηλοῖ τὸν πολυθρέμμονα ὡς ἀπὸ μέρους τῶν ἀρνῶν, ἐξ ὧν καὶ τὸ ἄρνυσθαι, ὡςκαὶ ἐν Ὀδυσσείᾳ εἴρηται. καὶ ταῦτα μὲν οὕτως. Ἐν δὲ τῷ χωρίῳ τούτῳ καὶ ἄλλο τι σημειοῦνται οἱ παλαιοί, ὅτι ἐξ ἑκάστου τῶν προσώπων ἡ τοῦ σκήπτρουδιάβασις ἀνομοίως γίνεται, κἀντεῦθεν ποικιλίαν μηχανησαμένου τοῦ ποιητοῦτῷ γενεαλογικῷ τόπῳ τούτῳ οὐ γὰρ κατὰ τὸν αὐτὸν λόγον Ἥφαιστος ∆ιῒ καὶ Ζεὺς Ἑρμῇ καὶ οἱ ἑξῆς τοῖς μετ' αὐτοὺς τὸ σκῆπτρον διδόασιν, ἀλλ' Ἥφαιστοςμὲν τῷ ∆ιῒ τεῦξεν ἢ ὡς τεχνίτης χειρῶναξ βασιλεῖ χαρισάμενος ἢ ὡς ἐπιτεταγμένος ὑπὸ ∆ιός· Ζεὺς δὲ τῷ Ἑρμῇ δίδωσιν ὡς κηρύκιον. ῥάβδος δὲ τὸκηρύκιον σύμβολον οὖσα τοῦ κήρυκα εἶναι τὸν φέροντα. Ἑρμῆς δὲ τῷ Πέλοπι τυχὸν μὲν δωρεῖται, ὃ εἶχε κηρύκιον, τυχὸν δὲ καὶ ὡς λαβὼν αὐτὸ πρὸς ∆ιὸς καὶ κελευσθεὶς κομίσαι τῷ Πέλοπι· Πέλοψ δὲ τῷ Ἀτρεῖ ὡς υἱῷ κληρονομήσαντι τῆς ἀρχῆς· Ἀτρεὺς δὲ Θυέστῃ ὡς ἐπιτρόπῳ τοῦ παιδός, καθὰ γέγραπται· ἐτελεύτησε γὰρ ἐπὶ μικροῖς τοῖς παισί· Θυέστης δὲ τῷ Ἀγαμέμνονι ὡςπληρῶν τὸ ἐπιτραπέν. (ῃ. 108) Τὸ δέ «πολλαῖς νήσοις καὶ Ἄργεϊ παντὶἀνάσσειν» δεῖγμά ἐστι τοῦ μὴ ἁπλῶς χειροτονητὸν εἶναι εἴτ' οὖν αἱρετὸνβασιλέα τὸν Ἀγαμέμνονα κατά τινας, οἷς καὶ ὁ Εὐριπίδης ἐν τῇ κατ' αὐτὸνἸφιγενείᾳ συνηγορεῖ· οὐ γὰρ Μυκήνης μόνον αὐτὸν βασιλέα λέγει, ἀλλὰ 1.284 παντός τε τοῦ Ἄργους, ὅπερ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 180

ἐστὶν ἡ Πελοπόννησος, καὶ νήσων πολλῶν,οἷον Ῥοδίων, Αἰγινητῶν, Ἰθακησίων. φησὶ γοῦν καὶ Ὀδυσσεὺς πρὸς Κύκλωπα·»λαοὶ δ' Ἀτρείδεω Ἀγαμέμνονός ἐσμεν». ἐκ πατέρων οὖν, φασί, Πελοποννήσου καὶ νήσων ἀρχὴν εἰληφὼς οὐ χειροτονητὸς ἦν. Καὶ ὅρα ὅτι νήσων μὲν πολλῶντὸν Ἀγαμέμνονά φησιν ἄρχειν, Ἄργους δὲ παντός. οὐκ ἄρα Μυκηναίων μόνων εἶναι ἄρχων δοκεῖ. τινὲς μέντοι νήσους ἐνταῦθα κώμας τινὰς τοῦ Ἄργουςἐννέα φασί, χερσαίας μέν, καλουμένας δὲ νήσους, καὶ ὑπὸ ἐξουσίαν οὔσας τῷἈγαμέμνονι. καὶ τοιαῦτα μὲν ταῦτα. Ὅρα δὲ καὶ ὡς, εἰ καὶ καλὸν ὑπομειδιᾷ ἡ ῥηθεῖσα γενεαλογία, οἷς ἐκ τοῦ ῥητορικοῦ κάλλους ἔχει, ἀλλὰ καὶ ἑτεροίως ταῖςποιητικωτέραις τῶν λέξεων χρῴζεται. τοιαῦται δὲ μάλιστα τό τε φορῆναι ἤτοιφέρειν, οὗ θέμα φοραίνω ἢ φόρημι, ὡς καὶ ἀλλαχοῦ φανεῖται, καὶ τὸ Θυέσταἀντὶ τοῦ Θυέστης ἐν τῷ «αὐτὰρ ὁ Θυέστ' Ἀγαμέμνονι λεῖπε», οὗ ὁ μὲν ποιητικὸςχαρακτὴρ κατὰ τὸ «ἱππότα Φοίνιξ» καὶ «ἱππηλάτα Πηλεύς», ὁ δὲ κοινὸς κατὰτὸ πενέστης, Ὀρέστης, ἀργέστης. Ὅτι βουλευσάμενος ὁ βασιλεὺς πειράσασθαι τῶν Ἑλλήνων, καθὰ προγέγραπται, ὡς ἂν γνῷ, εἴτε θέλουσιν ἀποκινδυνεύσεινεἴτε καὶ μή, καὶ παραγγείλας τῇ τῶν γερόντων βουλῇ ἀντιπεσεῖν καὶ κωλῦσαιαὐτόν, ἐφ' οἷς δηλονότι μέλλει δημηγορῆσαι ὡς ἐπὶ φυγῇ καὶ καταλύσει τοῦπολέμου, εἶτα καθίσας Πανελλήνων ἀγοράν, ἀνίσταται καὶ δημηγορεῖ τοιαῦτα,ἐξ ὧν φαίνεται μὲν κατασκευάζειν τὴν τοῦ λόγου ἀξίωσιν, τῇ δὲ ἀληθείᾳ τὸἐναντίον τῇ ἀξιώσει συνάγει. Ἀξιοῖ μὲν γὰρ κατὰ τὸ φαινόμενον φεύγεινἀφέντας τὸν πόλεμον. καὶ τοῦτό ἐστιν αὐτῷ πέρας τῆς δημηγορίας. αἱ δὲκατασκευαί, δι' ὧν δείκνυται δῆθεν τὸ δεῖν φεύγειν, τοὐναντίον ἅπαν συνάγουσιν, οὔτε σταθεραὶ οὖσαι ἀλλὰ καὶ λίαν εὐδιάλυτοι. καὶ οὕτω ποιεῖται δημηγορίαντὴν λεγομένην ἐσχηματισμένην. Σχήματι γὰρ μόνῳ καὶ προσποιήσει καὶ κατὰμόνον τὸ φαινόμενον ἐξ ἐπιπολῆς λέγει τὸ «φεύγωμεν». ἐν δὲ τῷ βάθει τῶνλεγομένων καὶ τῇ τοῦ λόγου ψυχῇ τὸ μὴ φεύγειν καὶ κατασκευάζει καὶ βούλεται,χρώμενος ἐννοίαις ἀμφιβόλοις τε καὶ διπλαῖς καὶ ὡς οἷον εἰπεῖν ἀμφιταλάντοις,δοκούσαις μὲν κατασκευάζειν τὸ δέον εἶναι φυγεῖν, ῥεπούσαις δὲ μᾶλλον εἰς τὸἀνάπαλιν, ὡς εἶναι δυνατὸν τῷ λέγοντι εἰπεῖν, ὡς διὰ ταῦτα μάλιστα οὐφευκτέον, ὦ βασιλεῦ, δι' ἅτινα σὺ φεύγειν ἀξιοῖς. Οὕτω τοίνυν ὁ βασιλεὺς τὴνδημηγορίαν στρεπτὴν κατασκευάσας καὶ ἀφορμὰς ἐνδοὺς ἀντιλογιῶν τοῖςἀριστεῦσι καραδοκεῖ μὲν ἀπ' αὐτῶν, ὡς εἰκός, ἐναντίωσιν, καθὰ καὶ παρῄνεσεν,οὐ φθάνει δέ τις ἐκείνων ἀντιλαλῆσαι καὶ ὁ ὄχλος πρὸς μόνον τὸ φαινόμενονἀπιδὼν ἅμα τε ἤκουσεν, ὅτι φεύγωμεν, καὶ εὐθὺς ἀναστὰς τῆς ἀξιώσεωςταύτης γίνεται. Εἰ γὰρ καὶ ἄλλως ἐν τοῖς κινδυνώδεσι κατὰ τὴν Ὁμηρικὴνἱστορίαν ἐπείθοντο οἱ Ἀχαιοὶ τῷ βασιλεῖ καὶ μάλα ἦσαν εὐπειθεῖς, πολλῷ 1.285 πλέον ἐνταῦθα τοιοῦτοι γένοιντο ἄν. Καὶ ὅρα τὸ ἐν τοῖς πρακτέοις ἀβέβαιον. ὁγὰρ βασιλεὺς ὁ πυκινὴν βουλὴν ἀρτύνας καὶ ἄριστα βουλευσάμενος τὴν τῶνἙλλήνων διάπειραν μικροῦ δεῖν εἰς κακὸν ἂν ἀπώνατο τοῦ βουλεύματος. ἀλλ'οὐκ ἤδη διὰ τοῦτο καὶ κακῶς ἐβουλεύσατο· οὐ γὰρ ἐξ ἅπαντος, ὡς καὶ προείρηται, ἐκ τῶν ἀποτελεσμάτων κριτέον τὰ πράγματα. Ἔστι γὰρ οὗ καὶ βουλῆςοὐκ ἀγαθῆς τὸ τέλος εἰς ἀγαθὸν ἀπέβη, ὁποῖα τὰ τῶν Ἀθηναίων ὁ Κωμικὸςεἶναι λέγει βουλεύματα. οὐκ ἤδη δὲ διὰ τὸ τοῦ τέλους ἀγαθὸν ἀγαθὴν ἂν εἴποιτις καὶ τὴν προηγησαμένην εἶναι βουλήν. οὕτω καὶ ἀγαθὴν συμβουλὴν τέλοςπολλάκις οὐκ ἀγαθὸν διεδέξατο. καὶ οὐ δήπου τῇ τοῦ τέλους φαυλότητι συναποδοκιμαστέον καὶ τὴν πρὸ ταύτης βουλήν, ἀλλ' αὐτὴν μὲν ἀποδεκτέον, τὸ δὲτέλος ἐπιγραπτέον τῇ τῶν πρακτέων φύσει, ἅπερ ἐνδεχόμενα ὄντα ποτὲ μὲνοὕτω, ποτὲ δὲ ἄλλως ἐκβαίνουσι, [τοῦ τυχᾳδίου ἔστιν οὗ ἢ συνεπωθοῦντος ἢἀντιπράττοντος, ὡς εἶναι οὐκ ἀπροσφυὲς εἰπεῖν, ὅτι καὶ ἐν τοῖς τοιούτοις οἱἄνθρωποι πρὸς τὰς τύχας τὰς φρένας κέκτηνται.] Ἀγαθὴ μὲν οὖν ἡ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 181

μὲν ἀδικήσας εἰς λέχοςτὸν Ἀτρέα καὶ τὸ χρυσόμαλλον ἀρνίον ὑποσπάσας, ὃ πρὸς Ἑρμοῦ

ἐκεῖνος εἶχεν ἐν τοῖς θρέμμασιν ἐξαίρετον, ὁ δὲ τῷ Θυέστῃ παραβαλὼν εἰς τροφὴν τὰ

φίλτατα,ὧν καὶ γευσάμενος ἐκεῖνος πόλιν ἐξ αὐτοῦ ἀφῆκε καλεῖσθαι τὴν Ἔμειαν,

ὅπουδηλαδὴ τὰ καταβρωθέντα ἐξήμεσε. καὶ ταῦτα μὲν Ἀτρεὺς καὶ Θυέστης, ἵνα

τιςἐπιτέμῃ τὰ πολλά. Ἀγαμέμνων δὲ ὁ τοῦ Ἀτρέως καὶ Αἴγισθος ὁ τοῦ Θυέστου καὶ αὖ

Ὀρέστης ὁ τοῦ Ἀγαμέμνονος, ὅπως τοὺς πατρῴους οἴκους διέθεντο, αἱ ἱστορίαι

θρυλλοῦσι. ῥίπτει γὰρ Ἀγαμέμνονα μὲν Αἴγισθος ἀλάστωρ γενόμενοςτοῦ βασιλικοῦ

λέχους τε καὶ σώματος, Αἴγισθον δὲ Ὀρέστης ἀμύνων τῷ πατρί,αὐτός τε

τροχηλατούμενος κατὰ τὴν τραγῳδίαν τῷ τῆς μητρὸς αἵματι οὐκεὐδαιμόνως ἔζησεν.

οὕτως αἱ τοῦ Μυρτίλου Ἐριννύες τὸ τοῦ Πέλοπος γένοςμετῆλθον, ὃς τὸν Μυρτίλον

ἀνελὼν καὶ ἑαυτῷ ἡνιοχήσας πλήξιππος ὑπὸ Ὁμήρουκέκληται ὡς τὴν ἡνιοχείαν

αὐτουργήσας, [ὡς εἴπερ ἦν πλήξιππος, κεντρηνεκέαςἄρα ἤλαυνεν ἵππους.] ἀλλὰ ταῦτα

μὲν ἄλλοι. (ῃ. 106 ς.) Ὅμηρος δὲ τὰ μὲνκατὰ τὸν Ἀγαμέμνονα καὶ τὸν Αἴγισθον οἶδε, τὰ

δὲ κατὰ τὸν Ἀτρέα καὶ τὸν1.283 Θυέστην οὐχ' ὁμοίως τοῖς λοιποῖς ἱστορεῖ, ἀλλὰ

φαίνεται εἰδὼς αὐτοὺς πάνυ1.283 φίλια φρονοῦντας ἀλλήλοις. Φησὶ γάρ, ὅτι Ἀτρεὺς

θνῄσκων ἔλιπε τὸ σκῆπτροντῷ Θυέστῃ, ὡς ἐπὶ παιδὶ ἀτελεῖ τῷ Ἀγαμέμνονι θνῄσκων τῷ

πρεσβυτάτῳ τῶνπαίδων καὶ ἀναθεὶς τῷ ἀδελφῷ Θυέστῃ ἐπιτροπεύειν τοῦ

Ἀγαμέμνονος. ὁ δὲαὖθις ἔλιπε τὸ σκῆπτρον, οὐ τῷ παιδὶ Αἰγίσθῳ περιόντι, ἀλλὰ τῷ

Ἀγαμέμνονιτῷ ἐπιτροπευομένῳ δίκαια ποιῶν. Τινὲς δέ φασι τὸν ποιητὴν εἰδέναι μὲν

καὶαὐτὸν τὰ κατὰ τὸν Ἀτρέα καὶ Θυέστην κακά, σιωπῆσαι δὲ αὐτὰ διὰ τὸ τῆςἱστορίας

οὐκ εὔφημον καὶ ἵνα μὴ βλασφημήσῃ τὸ γένος· οὐ γὰρ εἴωθε κακολογεῖν Ὅμηρος.

ἐμφαίνει μέντοι, φασίν, ὥσπερ διὰ τοῦ πλήξιππος τὰ κατὰ τὸν Μυρτίλον μιᾷ λέξει τὸ

πολὺ παραφήνας τοῦ πράγματος διὰ τὸ μὴ εὐκαίρωςἔχειν πολυλογεῖν, οὕτω καὶ

ἐνταῦθα ὁμοίως τὰ κατὰ τὸν Ἀτρέα καὶ Θυέστηνδιὰ τοῦ ἔλιπεν. ἐπὶ μὲν γὰρ τῶν ἄλλων

προσώπων, παρ' οἷς οὐκ ἦν τις διαφορά,τὸ ἔδωκε λέγει· ἔδωκεν Ἥφαιστος, ἔδωκε Ζεύς,

ἔδωκεν Ἑρμῆς, ἔδωκεΠέλοψ· ἐπὶ δὲ τῶν ἀλλήλοις διαφόρων τὸ ἔλιπεν ἔθετο, ὡς μήτε

τοῦ Ἀτρέως αὐτόθεν ἑκοντὶ τὸ σκῆπτρον δόντος τῷ Θυέστῃ, μήτ' αὖ τοῦ Θυέστου

τὸοἰκεῖον δόντος τῷ Ἀγαμέμνονι· τὸ μὲν γὰρ ἔδωκε φιλίας σημεῖόν φασιν οἱπαλαιοί, τὸ

δὲ καταλιπεῖν ἀνάγκης. καὶ τὸ πολύαρνα δὲ τὸν Θυέστην εἰπεῖνἔμφασιν οἴονται διδόναι

τοῦ νοσφισμοῦ τῆς χρυσέας ἀρνός· καίτοι τοῦτο ἄλλωςδηλοῖ τὸν πολυθρέμμονα ὡς ἀπὸ

μέρους τῶν ἀρνῶν, ἐξ ὧν καὶ τὸ ἄρνυσθαι, ὡςκαὶ ἐν Ὀδυσσείᾳ εἴρηται. καὶ ταῦτα μὲν

οὕτως. Ἐν δὲ τῷ χωρίῳ τούτῳ καὶ ἄλλο τι σημειοῦνται οἱ παλαιοί, ὅτι ἐξ ἑκάστου τῶν

προσώπων ἡ τοῦ σκήπτρουδιάβασις ἀνομοίως γίνεται, κἀντεῦθεν ποικιλίαν

μηχανησαμένου τοῦ ποιητοῦτῷ γενεαλογικῷ τόπῳ τούτῳ οὐ γὰρ κατὰ τὸν αὐτὸν λόγον

Ἥφαιστος ∆ιῒ καὶ Ζεὺς Ἑρμῇ καὶ οἱ ἑξῆς τοῖς μετ' αὐτοὺς τὸ σκῆπτρον διδόασιν, ἀλλ'

Ἥφαιστοςμὲν τῷ ∆ιῒ τεῦξεν ἢ ὡς τεχνίτης χειρῶναξ βασιλεῖ χαρισάμενος ἢ ὡς

ἐπιτεταγμένος ὑπὸ ∆ιός· Ζεὺς δὲ τῷ Ἑρμῇ δίδωσιν ὡς κηρύκιον. ῥάβδος δὲ τὸκηρύκιον

σύμβολον οὖσα τοῦ κήρυκα εἶναι τὸν φέροντα. Ἑρμῆς δὲ τῷ Πέλοπι τυχὸν μὲν δωρεῖται,

ὃ εἶχε κηρύκιον, τυχὸν δὲ καὶ ὡς λαβὼν αὐτὸ πρὸς ∆ιὸς καὶ κελευσθεὶς κομίσαι τῷ

Πέλοπι· Πέλοψ δὲ τῷ Ἀτρεῖ ὡς υἱῷ κληρονομήσαντι τῆς ἀρχῆς· Ἀτρεὺς δὲ Θυέστῃ ὡς

ἐπιτρόπῳ τοῦ παιδός, καθὰ γέγραπται· ἐτελεύτησε γὰρ ἐπὶ μικροῖς τοῖς παισί· Θυέστης δὲ

τῷ Ἀγαμέμνονι ὡςπληρῶν τὸ ἐπιτραπέν. (ῃ. 108) Τὸ δέ «πολλαῖς νήσοις καὶ Ἄργεϊ

παντὶἀνάσσειν» δεῖγμά ἐστι τοῦ μὴ ἁπλῶς χειροτονητὸν εἶναι εἴτ' οὖν αἱρετὸνβασιλέα

τὸν Ἀγαμέμνονα κατά τινας, οἷς καὶ ὁ Εὐριπίδης ἐν τῇ κατ' αὐτὸνἸφιγενείᾳ συνηγορεῖ·

οὐ γὰρ Μυκήνης μόνον αὐτὸν βασιλέα λέγει, ἀλλὰ 1.284 παντός τε τοῦ Ἄργους, ὅπερ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

180

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!