18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὑποβάλλει τοῦ ἰάπτειν παρὰ τῷ αὐτῷ Τραγικῷ. ἔστι γὰρ ἰάψειν ὄρχησιν ἢ τὸ εἰπεῖν

καὶδιδάξαι παρὰ τὸ ἔπω ἴπτω πλεονασμῷ τοῦ ˉα κατὰ τὸ ἐνέπω ἐνίπτω, ἢ τὸἐπιπέμψειν

ἀπὸ τοῦ ἱῶ, ἐξ οὗ τὸ ἀφίημι· ὡς γὰρ θῶ θάπτω, ῥῶ ῥάπτω, οὕτωςἱῶ ἰάπτω τὸ ἵημι, ὅ ἐστι

πέμπω· ὅθεν καὶ ἰός.] Ἰστέον δὲ καὶ ὅτι τὸ ὅλοντοῦτο χωρίον τὸ «πολλὰς δ' ἰφθίμους

ψυχὰς Ἄϊδι προΐαψεν» ἐπαινεῖται πρὸςτῶν παλαιῶν ὡς καιρίως ἐμπερίβολον. ἔγκειται

γὰρ αὐτῷ, φασί, ταῦτα· τὸψυχάς, οὐσία· ποσὸν τὸ πολλάς· ποιὸν τὸ ἰφθίμους· τόπος τὸ

Ἄϊδι· χρόνος τὸπροΐαψεν, ὅ ἐστι πρὸ τοῦ μοιριδίου, φασίν, ἔπεμψεν. (ῃ. 4) Ἥρωας δὲ

ἡπαλαιὰ σοφία γένος τι θεῖον εἶναι δοξάζει μέσον θεῶν καὶ ἀνθρώπων. καὶ τὸμὲν θεῖον

φῦλον εἰς θεοὺς διαιρεῖ καὶ δαίμονας, ὧν καὶ διαφορὰν λέγει, ὁποίαφανήσεται

ἀλλαχοῦ· τοὺς δὲ ἀνθρώπους εἴς τε ἥρωας καὶ εἰς αὐτὸ τοῦτο ἀνθρώπους. καὶ

ὑποβεβηκέναι μέν φησι θεοῖς δαίμονας, ἀνθρώπους δὲ ἥρωσιν, οὓςκαὶ ἐκ θείου καὶ

ἀνθρωπίνου σώματος φῦναι λέγουσι. διὸ καὶ Ἡσίοδος ἡμιθέουςαὐτοὺς λέγει ἢ ἐκ θεᾶς

ὄντας καὶ θνητοῦ ἀνδρός, ὁποῖος καὶ Ἀχιλλεὺς ὁ ἐκ Θέτιδος καὶ Πηλέως· ἢ ἀνάπαλιν,

ὁποῖον ὁ Λυκόφρων τὸν Ἕκτορα παραδίδωσι, πατρὸς μὲν Ἀπόλλωνος, θνητῆς δὲ

μητρός. καὶ οὕτω μέν τινες. ἕτεροι δὲσυντομώτερον φράζοντές φασιν· ἄκρα μὲν θεοὶ καὶ

ἄνθρωποι· μέσον δὲ γένοςἀμφοῖν τὸ ἡρωϊκόν, θεοῖς μὲν ὑποβεβηκός, ἀνθρώπων δὲ

ὑπερκείμενον διὰ 1.29 μετουσίαν ἀρετῆς, ἀφ' ἧς καὶ δοκοῦσι παρονομάζεσθαι. καὶ

δῆλον, ὡς οἱτοιοῦτοι ἀπὸ τῆς ἀρετῆς βούλονται καλεῖσθαι τοὺς ἥρωας, ἀνθρώπους μὲν

ὄντας,διὰ δὲ τὸ θεῖον τῆς ἀρετῆς ἡμιθέους νομισθέντας. ἄλλοι δὲ ἀπὸ τοῦ ἔρωτος

τροπῇτοῦ ˉε εἰς ˉη παράγουσι τοὺς ἥρωας, καὶ τούτου ἢ ἐπαινετοῦ καὶ εἰς κάλλος

θεῖονὁρῶντος καὶ ἀνατεινομένου εἰς τὸ ἄκρον ἐφετὸν καὶ τῶν κάτω μὲν ἀπάγοντοςτὸν

ἄνθρωπον, ταῖς δὲ ἀνωτάτω θέαις προσενοῦντος, ὡς οὕτω κληροῦσθαιἡμιθέου κλῆσιν

αὐτόν· ἢ καὶ ἄλλως, ἐκ μυθικοῦ ἔρωτος καὶ ἐμπαθοῦς. ἔρωςγὰρ κάλλους ἀμυθήτου

πολὺς μυθικῶς ἐκκαυθεὶς τὰ ἀνομοίως ἔχοντα γένησυντήξας οἷον πρὸς γάμον ἔμιξεν.

ἄλλοι δὲ ἀπὸ τῆς ἔρας τοὺς ἥρωας εἶπονκαλεῖσθαι· γῆθεν γὰρ ἦσαν, εἰ καὶ δι' ἀρετὴν

ὥσπερ οὐρανώθησαν. οἱ δὲ ἀπὸτοῦ ἀέρος, ὡς δηλοῦται καὶ ἔν τινι τῶν παρὰ Πορφυρίῳ

ἐπιγραμμάτων, ἐν ᾧκεῖται τὸ «σῆμα μὲν ἐν πόντῳ κεῖται· πνεῦμα δ' ἀὴρ ὅδ' ἔχει». φησὶ

δὲ καὶἩσίοδος «ἠέρα ἑσσάμενοι, πάντῃ φοιτῶντες ἐπ' αἶαν» ἤγουν ἐνδυθέντες ἀέρα,ὡς

μετὰ τὸ ἀπολυθῆναι τοῦ σώματος μὴ κάτω ἀπιόντες ἀλλ' ἐν ἀέρι ὄντες καὶγέρας

ἔχοντες τὸ πανταχοῦ γῆς φοιτᾶν καὶ τὰ κατ' ἀνθρώπους ἐπισκέπτεσθαι. Σημείωσαι δὲ

ὅτι καὶ ἐνταῦθα Ὅμηρος τήν τε ἑαυτοῦ ποίησιν σεμνύνει καὶ τὸν ἀκροατὴν δὲ πάλιν

παραμυθεῖται, ὡς, εἰ καὶ ἀπὸ τοῦ ἐσχάτου ἤρξατοἔτους, ὅμως καὶ μεγάλα καὶ πολλά τινα

ἐρεῖ καὶ οὐ μικροπρεπὴς αὐτῷ ἔσταιἡ ποίησις. καὶ ὑποβάλλει ἐλπίδας ὡς οὐδὲ περὶ

τυχόντων ἐρεῖ προσώπων, ἀλλὰἡρώων, καὶ τούτων πολλῶν, μεμνήσεται, ὥστε καὶ

πράξεων ἡρωϊκῶν τῶνἐν Τρωσί τε καὶ Ἕλλησι. διὰ τοῦτο γὰρ καὶ προανεφώνησεν, ὡς

εἴρηται, ὅτιμυρία τοῖς Ἀχαιοῖς ἡ τοῦ Ἀχιλλέως μῆνις ἄλγεα ἔθηκεν, ἐκ τῶν Τρώων

δηλαδὴ ἡρωϊκῶν καὶ αὐτῶν ὄντων καὶ οἵων δαψιλῆ χορηγίαν ἱστορίας, ναὶ δὴκαὶ

πλάσεως δραματικωτέρας, ὑποβαλεῖν τῷ ποιητῇ, ὡς εἶναι τὸ Ὁμηρικὸνὅλον προοίμιον,

καθὰ καὶ ἐρρέθη, προκατασκευήν τινα, ἣν οἱ μὲν φιλόσοφοισκοπὸν λόγου καλοῦσιν, οἱ

δὲ ῥήτορες καὶ προέκθεσιν καὶ ὑπόσχεσιν ὑπισχνουμένου τοῦ ποιητοῦ ἐκ τῆς τοῦ

Ἀχιλλέως ἄρξασθαι μήνιδος καὶ μυρία ἱστορήσεινἄλγη καὶ πολλὰς πράξεις ἡρωϊκάς. ἐν

τούτοις δὲ καὶ ψόγος μήνιδος εὐφυῶςὑποφαίνεται· ὡς πάνυ γὰρ αὕτη χειρίστη, εἴπερ

διὰ μὲν ὁμόνοιαν σωτηρίαπολυετὴς ἦν τοῖς Ἀχαιοῖς, διὰ δὲ τὴν ὀλιγοήμερον Ἀχιλλέως

μῆνιν τοσαῦτα ἐπιγεγόνασι κακά. φευκτέον ἄρα τὴν μῆνιν, ἧς τὴν φαυλότητα τοῖς

προθύροιςἐπέγραψε τῆς Ἰλιάδος ὁ ποιητής. εἰ δὲ μὴ μόνον ἥρωες Ἄϊδι παρεπέμφθησαν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

18

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!