18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τῷ Παυσανίου Λεξικῷ φέρεται ἀργεϊφόντης ὁ ὀφιοκτόνος· ἄργην γάρ, φησίν, ἔνιοι

τὸνὄφιν καλοῦσιν. οὐ μέντοι ἱστορεῖ καὶ πῶς ὀφιοκτόνος ὁ Ἑρμῆς. (ῃ. 104) Τὸνδὲ

Πέλοπα πλήξιππον λέγει ὡς ἡνιοχικόν. τοιοῦτον γὰρ αὐτὸν ἡ ἱστορίαπαραδίδωσιν, ὃς

Φρὺξ μὲν ἀνέκαθεν ὤν, εἰς τὴν Ἑλλάδα δὲ διαβάς, κατέχειτὴν ἀπ' αὐτοῦ ῥηθεῖσαν, ὡς

εἴρηται, Πελοπόννησον, καταγωνισάμενος ἅρματιτὸν Οἰνόμαον καὶ λαβὼν ἔπαθλον τήν

τε βασιλείαν ἐκείνου καὶ τὴνθυγατέρα Ἱπποδάμειαν, ἣν ἐκεῖνος ἆθλον ἐτίθει τῷ

νικήσαντι αὐτὸν ἅρματι. Οἱ δὲ παλαιοὶ καὶ ἄλλως πλήξιππόν φασι κληθῆναι τὸν

Πέλοπα, ὡς αὐτόν ποτεκατ' ἀνάγκην τινὰ ἑαυτῷ ἡνιοχήσαντα. τοῦτο δὲ λέγουσι διὰ τὰ

ἐπὶ τῷ Μυρτίλῳθρυλλούμενα, ὃς ἡνιόχει μὲν Οἰνομάῳ τῷ τῆς ῥηθείσης Ἱπποδαμείας

πατρὶἙρμοῦ παῖς λεγόμενος διὰ τὸ δόλιος εἶναι καὶ λόγιος· προὔδωκε δὲ τὸνδεσπότην

πεισθεὶς τῇ παιδὶ θελούσῃ τὸ κακὸν κατὰ ἔρωτα Πέλοπος καὶ τοὺςπασσαλίσκους ἤτοι

ἐμβόλους ἐξελών, οἳ ταῖς χοινικίσιν ἤτοι τῷ ἄκρῳ τοῦἄξονος ἐνειρόμενοι κατέχουσι

τοὺς τροχούς, διεκπεσεῖν αὐτοὺς ἐν τῷ καιρῷ τῆςἁρματηλασίας πεποίηκεν. οὐ γὰρ ἔτι

τοὺς ἐμβόλους εἶχον οἱ χοίνικες διὰ τὴντοῦ Μυρτίλου πανουργίαν. καὶ οὕτω νενίκηται

μὲν ὁ δεσπότης Οἰνόμαος ἢ κατάτινας καὶ ἀνῄρηται πρὸς τοῦ [πενθεροφθόρου] Πέλοπος

[ὁ πρὶν γαμβροκτόνος]δεινὰ τῷ Μυρτίλῳ ἐπαρασάμενος. ἦν δὲ τὸ λοιπὸν Ἱπποδάμεια

ὑπὸ τῷ Πέλοπικαὶ ὁ Μυρτίλος πρὸς τῆς δίκης ἐνηδρεύετο κατὰ τὴν ἀρὰν τοῦ

Πέλοπος.ἦλθε δὴ καιρὸς καὶ ὁ Πέλοψ ὑπὸ ἡνιόχῳ τῷ αὐτῷ Μυρτίλῳ ἐφ'

ἅρματοςὥδευεν ἔχων καὶ τὴν Ἱπποδάμειαν παραβαίνουσαν. διψᾷ ἡ γυνή· ἐκλαλεῖ

τὸπάθος· κάτεισιν ὁ Πέλοψ· ἄπεισιν ὑδρευσόμενος καὶ τὸν τῆς δίψης καύσωνασβέσων

τῇ γυναικί. τῇ δὲ ἄλλο πάθος ἐκκαίεται καὶ πῦρ ἔρωτος ὑπανάπτεταικαὶ ἦν ὁ ἔρως ἐπὶ

Μυρτίλῳ τῷ τοῦ δεσπότου προδότῃ· ὡς δὴ κατήπειγε τὸπάθος, ἐκφαίνει αὐτὸ ἡ γυνὴ

καὶ τὸν Μυρτίλον προκαλεῖται κατὰ τοῦ πυρός.ὁ δὲ ἐνταῦθα γοῦν φρένας λαβὼν οὐ

πείθεται. ἐπάνεισιν ἐπὶ τούτοις ὁ Πέλοψ.καὶ ἡ γυνὴ τὸν ἔρωτα εἰς μανίαν τρέψασα–

τοιοῦτον γὰρ ἔρως ἐξαμαρτάνων–φθάνει κατειπεῖν τοῦ Μυρτίλου ψευδῆ, ὡς ἄρα ὁ τοῦ

πατρὸς Οἰνομάου προδότηςἐπὶ τῷ πρώτῳ δεσπότῃ ἐν οὐδενὶ τίθησι καὶ τὸν δεύτερον καὶ

ἅρματι ἐπιβουλευσάμενος τότε καὶ νῦν καταδιφρεῦσαι τὸν Πέλοπα ἐν οὐ καλοῖς

βεβούληται 1.282 καὶ τὸν Οἰνόμαον καταρρίψας τοῦ ἅρματος διεκπεσεῖν ἄρτι τῆς εὐνῆς

πειρᾶταιτὸν Πέλοπα. ταῦτά τε οὖν, ὡς εἰκός, ἐλάλησε καὶ βίαν ἐξετραγῴδησε καὶ δόλον

Μυρτίλου καὶ λόγους αἱμύλους καὶ ὅσα ἄλλα ὁ δυστυχήσας ἔρως εἰς κατηγορίαν

ὑπηγόρευε τῇ γυναικί. πιστεύει τοῖς λόγοις ὁ Πέλοψ καὶ πείθεται καὶ τοῦ Μυρτίλου

καταδιαιτήσας ἐρήμην οὐκ ἤθελεν ἐκεῖνον ἔτι ζῆν· ἤδη γὰρ αἱ τῆςδίκης ἄρκυες τῷ

Μυρτίλῳ ἐπήγνυντο. καὶ τέως μὲν ὁ Πέλοψ ἐχεμυθῶν ἔπεττετὸν χόλον. ἐπειδὴ δὲ πρὸς

κρημνῷ βαθυτάτῳ γένοιτο καὶ στενοχωρίᾳ ὁδοῦ καὶθάλασσα μὲν ὑπέξυε τὸν κρημνόν, ὁ

δὲ πυκναῖς πάγων ἐξετραχύνετο προβολαῖς,καὶ ὁ Μυρτίλος ἀφυλάκτως εἶχεν οὐδέν τι

συνειδὼς ἑαυτῷ δεινόν, λαβόμενοςἀπροόπτως ὁ Πέλοψ ἐκείνου βάλλει κατωκάρα τὸν

ἄνδρα. καὶ ὁ μὲν κατέβαινεθανούμενος ταύτην εὑρὼν ποινήν, οἷς τὸν δεσπότην

Οἰνόμαον ἔσφηλεν, ὁ δὲ Πέλοψ ἐφ' ὁμοίοις ἑαυτῷ κηλῖδα δυσδαιμονίας ἐνέτριψεν ἐν οὐ

καλοῖς τὸν εὐεργέτην Μυρτίλον ἀμυνάμενος. ἔτι γὰρ ἑαυτοῦ ὢν ὁ Μυρτίλος καὶ εἰδώς,

ὡς οὐκ ἐνδίκῃ πίπτει, ἐπαρᾶται, καθά που Οἰνόμαος αὐτῷ, οὕτως αὐτὸς πανωλεθρίαντῷ

γένει τοῦ Πέλοπος. καὶ αὐτὸς μὲν οὕτως εἰπὼν οὐκέτι λαλεῖν εἶχεν, ἀλλὰκατενεχθέντα

αὐτὸν εἶχε τὸ ὑποκείμενον πέλαγος, ὃ καὶ Μυρτῷον ἐκεῖθενἐκλήθη· περὶ ὃ καὶ ἡ Αἴγινα

νῆσος κεῖται κατά τινας καὶ ἡ Ἐλευσίν. ἡ δὲ δίκηἐπιστρέφεται τοῦ Μυρτίλου καὶ

τρέπεται κατὰ τοῦ γένους τῷ Πέλοπι καὶ εἰςτοὺς ἐπιγόνους παραπέμπει τὰς ποινάς.

ἐντεῦθεν οἱ Πελοπίδαι Ἀτρεύς τε καὶ Θυέστης τῇ τραγῳδίᾳ πολλὴν ἐχορήγησαν ὕλην, ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

179

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!