Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

πολλαχοῦ τὸ ˉμ, ὥσπερ καὶ ἐν τῷ μοχλός ἀπὸ τοῦ ὀχλῶ,καὶ ἀπὸ τοῦ εἴρω εἶραξ καὶ μεῖραξ, καὶ ἐκ τοῦ ἀχύρου ἀχυρμιά, καὶ ἐκ τοῦ τέκωτέκμωρ, τὸ τέλος. οὕτως οὖν καὶ Ἐρέας καὶ κατὰ πλεονασμὸν Ἑρμέας, ἐξ οὗ Ἑρμῆς ὁ τὰ τῶν θεῶν εἴρων ἤτοι ἀγγέλλων, ἵνα ἐκ τοῦ Ἑρμέας ἐπενθέσει μὲν τοῦ ˉι ὁ Ἑρμείας γίνηται, ὡς Αἰνέας Αἰνείας, Αὐγέας Αὐγείας, κατὰ κρᾶσινδὲ Ἑρμῆς, ὡς Ποδέας Ποδῆς, Σωσέας Σωσῆς. Ἡ μέντοι ἀλληγορία Ἑρμῆντὸν λόγον νοοῦσα καὶ ἐκ τοῦ ἑρμηνεύειν αὐτὸν ἐτυμολογεῖ ὡς ἑρμηνεύοντα τὰτῆς ψυχῆς βουλήματα καὶ ἐξαγγέλλοντα, ὅθεν καὶ διάκτορον αὐτὸν καλεῖ οἷατορῶς, ὅ ἐστι σαφῶς, ὡς προείρηται, αὐτὰ προάγοντα. τὸν δ' αὐτὸν καὶἈργεϊφόντην ἐπονομάζει ὡς ἀργὸν φόνου· εἰρηνικὸν γὰρ ὁ λόγος. Ὁ δὲ μῦθος1.280 Ἀργεϊφόντην τὸν φονέα τοῦ Ἄργου καλεῖ, ὃν φύσεως τέρας ἡ ἱστορία παραδίδωσιν ὀφθαλμοὺς αὐτῷ ἀνοίξασα διὰ παντὸς τοῦ σώματος, οὓς ἄλλοτεἄλλους ἀνοίγων καὶ τοῖς μὲν μύων, τοῖς δὲ βλέπων, ἄϋπνος ἦν διὰ βίουἄστροις μέν τισιν ἀνατέλλουσιν ἐπανοίγων τοὺς μύοντας ὀφθαλμοὺς συνανατέλλοντας ὥσπερ καὶ αὐτούς, ἑτέροις δὲ αὖ πάλιν τῶν ἀστέρων δυομένοιςἐγκαταμύων τοὺς βλέποντας ὀφθαλμοὺς καὶ ὥσπερ συγκαταδύων τὸν ἐν αὐτοῖςὀπτικὸν ἥλιον, ὃ καὶ Εὐριπίδης δηλοῖ ἐν οἷς φησιν Ἄργου ὄμματα «τὰ μὲν ξὺνἄστρων ἐπιτολαῖσι βλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα». καὶ οὕτω μὲνὁ μῦθος πολυωπὸν πλάττει τὸν Ἄργον. Ἡ δὲ ἱστορία τὸν Ἄργον τοῦτον, ὃς καὶπανόπτης ἐπεκαλεῖτο, πολυπράγμονα τὰ εἰς ὄψιν εἶναι βούλεται καὶ ὀριγνώμενον πᾶσι παρεῖναι πράγμασι καὶ ἀεί ποτε καὶ ὡς οἷόν τε συνεχῶς πάντα ὁρᾶνκαὶ μηδὲν τῶν ὑπὸ τὴν ἀρχὴν αὐτοῦ διαλανθάνειν αὐτόν. ἴσως δὲ καὶ ἀγχίνουςὁ ἄνθρωπος ἦν καὶ τὰ μὲν ὁρῶν, τὰ δὲ προορῶν, ὁποῖον ὁ ποιητὴς λέγει τὸνβλέποντα τά τε ἔμπροσθεν καὶ τὰ ὄπισθεν, ὡς προγέγραπται. τυχὸν δὲ καὶὀξὺς ἦν τὴν θέαν, ἀλλὰ καὶ ἐγρηγορὼς τὰ πολλὰ καὶ ὀλίγῳ ὕπνῳ ἑαυτὸνἐπιτρέπων. διόπερ ὁ μῦθος πολλοὺς ὀφθαλμοὺς αὐτῷ ἐφιλοτιμήσατο. εἰκὸς δὲκαὶ εὐθυόνειρον εἶναι τὸν ἄνθρωπον καὶ ἐδόκει καὶ κατὰ τοῦτο ἄϋπνος εἶναι ὡςκαὶ ἐν τῷ ὑπνοῦν ἐοικὼς καθορᾶν διὰ τὴν ἀληθῆ τῶν φαντασιῶν ἔκβασιν.Ὥσπερ δὲ τὸν Ἄργον ὁ μῦθος αἰνιγματωδῶς ἐσέμνυνεν, οὕτω καὶ ἄλλον τινὰ πολλὰ πράττοντα ταῖς χερσὶν Ἑκατόγχειρα ἔπλασε καί τινι ἀκαμάτῳ τὴνπορείαν ὄντι ἀπὸ χαλκοῦ τὸ σκέλος ἐσφυρηλάτησε. καὶ ἀκουστικὸν δέ τινα ὄνταὄνου φέρειν ὦτα εἶπε τερατολογῶν πολυτρόπως τὰς φιλοτιμίας τῆς φύσεως.Ἦν δὲ ὁ Ἄργος βασιλεὺς χώρας, ἥτις ἀπ' αὐτοῦ μὲν Ἄργος, ἀπὸ δὲ Πέλοποςὕστερον ὠνομάσθη Πελοπόννησος. τὸν τοιοῦτον Ἄργον ἡ Ἥρα ἐπιστῆσαι λέγεται φύλακα τῆς Ἰοῦς, ἵνα ὁ Ζεὺς ὑπὸ τοιούτῳ σκοπῷ ἀΰπνῳ τηρούμενοςἀπέχοιτο τῆς τοιαύτης γυναικός. Ἑρμῆς δὲ δόλῳ τὸν Ἄργον καταγωνίζεται∆ιὸς ἀξιώσαντος καί, ἐπεὶ λαθραίως οὐκ εἶχεν αὐτὸν ἀνελεῖν, λίθῳ βαλὼνπεφόνευκε. κἀντεῦθεν Ἀργεϊφόντης λέγεται, οἷον Ἀργοφόντης, καὶ τροπῇ τοῦ ˉο εἰς ˉε καὶ πλεονασμῷ διχρόνου Ἀργεϊφόντης, ὥσπερ καὶ ἀνδροφόντηςἀνδρεφόντης καὶ κατὰ πλεονασμὸν ἀνδρεϊφόντης. καίτοι τὸ ἀνδρεϊφόντης τινὲςὡς ἀπὸ τῆς ἀνδρί δοτικῆς διὰ τοῦ ˉι γράψαντες διφορεῖσθαι τὴν λέξιν πεποιήκασι·τὸ μέντοι Ἀργεϊφόντης ἀεὶ τὴν διὰ διφθόγγου ἔχει γραφήν. [Ἰστέον δὲ ὅτι τὸ1.281 Ἀργεφόντης, καθὰ καὶ τὸ ἀνδρεφόντης, ἐξ ὧν Ἀργεϊφόντης καὶ ἀνδρεϊφόντης,∆ωρικά εἰσιν, ὡς Ἡρωδιανὸς δηλοῖ ἐν οἷς λέγει τοιαῦτα· αἱ εἰς ˉοˉς ὀξύτονοι γενικαὶ συντιθέμεναι συμφώνου ἐπιφερομένου ἢ διὰ τοῦ ˉο λέγονται, οἷον Ζηνός Ζηνόθεος, θριπός θριπόβρωτος, ἁλός ἁλοθήκη· ἢ διὰ τοῦ ἰῶτα, οἷον Αἰγίπαν,[πυρίχαλκος], νυκτικόραξ. οὕτως οὖν, φησί, καὶ ἁλοτρίβανος, ὡς ἁλοπώληςκαὶ ἁλοθήκη. ὁ μέντοι διὰ τοῦ ˉε ἁλετρίβανος μήποτε ∆ώριόν ἐστιν; οἱ γὰρτὸν Ἀπόλλωνα Ἀπέλλωνα εἰπόντες καὶ τὸν ἀνδροφόνον ἀνδρεφόνον, οὗτοι καὶ τὸν ἁλοτρίβανον ἁλετρίβανον εἴποιεν ἄν.] Ἔτι ἰστέον καὶ ὡς ἐν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 178

τῷ Παυσανίου Λεξικῷ φέρεται ἀργεϊφόντης ὁ ὀφιοκτόνος· ἄργην γάρ, φησίν, ἔνιοι τὸνὄφιν καλοῦσιν. οὐ μέντοι ἱστορεῖ καὶ πῶς ὀφιοκτόνος ὁ Ἑρμῆς. (ῃ. 104) Τὸνδὲ Πέλοπα πλήξιππον λέγει ὡς ἡνιοχικόν. τοιοῦτον γὰρ αὐτὸν ἡ ἱστορίαπαραδίδωσιν, ὃς Φρὺξ μὲν ἀνέκαθεν ὤν, εἰς τὴν Ἑλλάδα δὲ διαβάς, κατέχειτὴν ἀπ' αὐτοῦ ῥηθεῖσαν, ὡς εἴρηται, Πελοπόννησον, καταγωνισάμενος ἅρματιτὸν Οἰνόμαον καὶ λαβὼν ἔπαθλον τήν τε βασιλείαν ἐκείνου καὶ τὴνθυγατέρα Ἱπποδάμειαν, ἣν ἐκεῖνος ἆθλον ἐτίθει τῷ νικήσαντι αὐτὸν ἅρματι. Οἱ δὲ παλαιοὶ καὶ ἄλλως πλήξιππόν φασι κληθῆναι τὸν Πέλοπα, ὡς αὐτόν ποτεκατ' ἀνάγκην τινὰ ἑαυτῷ ἡνιοχήσαντα. τοῦτο δὲ λέγουσι διὰ τὰ ἐπὶ τῷ Μυρτίλῳθρυλλούμενα, ὃς ἡνιόχει μὲν Οἰνομάῳ τῷ τῆς ῥηθείσης Ἱπποδαμείας πατρὶἙρμοῦ παῖς λεγόμενος διὰ τὸ δόλιος εἶναι καὶ λόγιος· προὔδωκε δὲ τὸνδεσπότην πεισθεὶς τῇ παιδὶ θελούσῃ τὸ κακὸν κατὰ ἔρωτα Πέλοπος καὶ τοὺςπασσαλίσκους ἤτοι ἐμβόλους ἐξελών, οἳ ταῖς χοινικίσιν ἤτοι τῷ ἄκρῳ τοῦἄξονος ἐνειρόμενοι κατέχουσι τοὺς τροχούς, διεκπεσεῖν αὐτοὺς ἐν τῷ καιρῷ τῆςἁρματηλασίας πεποίηκεν. οὐ γὰρ ἔτι τοὺς ἐμβόλους εἶχον οἱ χοίνικες διὰ τὴντοῦ Μυρτίλου πανουργίαν. καὶ οὕτω νενίκηται μὲν ὁ δεσπότης Οἰνόμαος ἢ κατάτινας καὶ ἀνῄρηται πρὸς τοῦ [πενθεροφθόρου] Πέλοπος [ὁ πρὶν γαμβροκτόνος]δεινὰ τῷ Μυρτίλῳ ἐπαρασάμενος. ἦν δὲ τὸ λοιπὸν Ἱπποδάμεια ὑπὸ τῷ Πέλοπικαὶ ὁ Μυρτίλος πρὸς τῆς δίκης ἐνηδρεύετο κατὰ τὴν ἀρὰν τοῦ Πέλοπος.ἦλθε δὴ καιρὸς καὶ ὁ Πέλοψ ὑπὸ ἡνιόχῳ τῷ αὐτῷ Μυρτίλῳ ἐφ' ἅρματοςὥδευεν ἔχων καὶ τὴν Ἱπποδάμειαν παραβαίνουσαν. διψᾷ ἡ γυνή· ἐκλαλεῖ τὸπάθος· κάτεισιν ὁ Πέλοψ· ἄπεισιν ὑδρευσόμενος καὶ τὸν τῆς δίψης καύσωνασβέσων τῇ γυναικί. τῇ δὲ ἄλλο πάθος ἐκκαίεται καὶ πῦρ ἔρωτος ὑπανάπτεταικαὶ ἦν ὁ ἔρως ἐπὶ Μυρτίλῳ τῷ τοῦ δεσπότου προδότῃ· ὡς δὴ κατήπειγε τὸπάθος, ἐκφαίνει αὐτὸ ἡ γυνὴ καὶ τὸν Μυρτίλον προκαλεῖται κατὰ τοῦ πυρός.ὁ δὲ ἐνταῦθα γοῦν φρένας λαβὼν οὐ πείθεται. ἐπάνεισιν ἐπὶ τούτοις ὁ Πέλοψ.καὶ ἡ γυνὴ τὸν ἔρωτα εἰς μανίαν τρέψασα– τοιοῦτον γὰρ ἔρως ἐξαμαρτάνων–φθάνει κατειπεῖν τοῦ Μυρτίλου ψευδῆ, ὡς ἄρα ὁ τοῦ πατρὸς Οἰνομάου προδότηςἐπὶ τῷ πρώτῳ δεσπότῃ ἐν οὐδενὶ τίθησι καὶ τὸν δεύτερον καὶ ἅρματι ἐπιβουλευσάμενος τότε καὶ νῦν καταδιφρεῦσαι τὸν Πέλοπα ἐν οὐ καλοῖς βεβούληται 1.282 καὶ τὸν Οἰνόμαον καταρρίψας τοῦ ἅρματος διεκπεσεῖν ἄρτι τῆς εὐνῆς πειρᾶταιτὸν Πέλοπα. ταῦτά τε οὖν, ὡς εἰκός, ἐλάλησε καὶ βίαν ἐξετραγῴδησε καὶ δόλον Μυρτίλου καὶ λόγους αἱμύλους καὶ ὅσα ἄλλα ὁ δυστυχήσας ἔρως εἰς κατηγορίαν ὑπηγόρευε τῇ γυναικί. πιστεύει τοῖς λόγοις ὁ Πέλοψ καὶ πείθεται καὶ τοῦ Μυρτίλου καταδιαιτήσας ἐρήμην οὐκ ἤθελεν ἐκεῖνον ἔτι ζῆν· ἤδη γὰρ αἱ τῆςδίκης ἄρκυες τῷ Μυρτίλῳ ἐπήγνυντο. καὶ τέως μὲν ὁ Πέλοψ ἐχεμυθῶν ἔπεττετὸν χόλον. ἐπειδὴ δὲ πρὸς κρημνῷ βαθυτάτῳ γένοιτο καὶ στενοχωρίᾳ ὁδοῦ καὶθάλασσα μὲν ὑπέξυε τὸν κρημνόν, ὁ δὲ πυκναῖς πάγων ἐξετραχύνετο προβολαῖς,καὶ ὁ Μυρτίλος ἀφυλάκτως εἶχεν οὐδέν τι συνειδὼς ἑαυτῷ δεινόν, λαβόμενοςἀπροόπτως ὁ Πέλοψ ἐκείνου βάλλει κατωκάρα τὸν ἄνδρα. καὶ ὁ μὲν κατέβαινεθανούμενος ταύτην εὑρὼν ποινήν, οἷς τὸν δεσπότην Οἰνόμαον ἔσφηλεν, ὁ δὲ Πέλοψ ἐφ' ὁμοίοις ἑαυτῷ κηλῖδα δυσδαιμονίας ἐνέτριψεν ἐν οὐ καλοῖς τὸν εὐεργέτην Μυρτίλον ἀμυνάμενος. ἔτι γὰρ ἑαυτοῦ ὢν ὁ Μυρτίλος καὶ εἰδώς, ὡς οὐκ ἐνδίκῃ πίπτει, ἐπαρᾶται, καθά που Οἰνόμαος αὐτῷ, οὕτως αὐτὸς πανωλεθρίαντῷ γένει τοῦ Πέλοπος. καὶ αὐτὸς μὲν οὕτως εἰπὼν οὐκέτι λαλεῖν εἶχεν, ἀλλὰκατενεχθέντα αὐτὸν εἶχε τὸ ὑποκείμενον πέλαγος, ὃ καὶ Μυρτῷον ἐκεῖθενἐκλήθη· περὶ ὃ καὶ ἡ Αἴγινα νῆσος κεῖται κατά τινας καὶ ἡ Ἐλευσίν. ἡ δὲ δίκηἐπιστρέφεται τοῦ Μυρτίλου καὶ τρέπεται κατὰ τοῦ γένους τῷ Πέλοπι καὶ εἰςτοὺς ἐπιγόνους παραπέμπει τὰς ποινάς. ἐντεῦθεν οἱ Πελοπίδαι Ἀτρεύς τε καὶ Θυέστης τῇ τραγῳδίᾳ πολλὴν ἐχορήγησαν ὕλην, ὁ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 179

πολλαχοῦ τὸ ˉμ, ὥσπερ καὶ ἐν τῷ μοχλός ἀπὸ τοῦ ὀχλῶ,καὶ ἀπὸ τοῦ εἴρω εἶραξ καὶ

μεῖραξ, καὶ ἐκ τοῦ ἀχύρου ἀχυρμιά, καὶ ἐκ τοῦ τέκωτέκμωρ, τὸ τέλος. οὕτως οὖν καὶ

Ἐρέας καὶ κατὰ πλεονασμὸν Ἑρμέας, ἐξ οὗ Ἑρμῆς ὁ τὰ τῶν θεῶν εἴρων ἤτοι ἀγγέλλων,

ἵνα ἐκ τοῦ Ἑρμέας ἐπενθέσει μὲν τοῦ ˉι ὁ Ἑρμείας γίνηται, ὡς Αἰνέας Αἰνείας, Αὐγέας

Αὐγείας, κατὰ κρᾶσινδὲ Ἑρμῆς, ὡς Ποδέας Ποδῆς, Σωσέας Σωσῆς. Ἡ μέντοι ἀλληγορία

Ἑρμῆντὸν λόγον νοοῦσα καὶ ἐκ τοῦ ἑρμηνεύειν αὐτὸν ἐτυμολογεῖ ὡς ἑρμηνεύοντα

τὰτῆς ψυχῆς βουλήματα καὶ ἐξαγγέλλοντα, ὅθεν καὶ διάκτορον αὐτὸν καλεῖ οἷατορῶς,

ὅ ἐστι σαφῶς, ὡς προείρηται, αὐτὰ προάγοντα. τὸν δ' αὐτὸν καὶἈργεϊφόντην

ἐπονομάζει ὡς ἀργὸν φόνου· εἰρηνικὸν γὰρ ὁ λόγος. Ὁ δὲ μῦθος1.280 Ἀργεϊφόντην τὸν

φονέα τοῦ Ἄργου καλεῖ, ὃν φύσεως τέρας ἡ ἱστορία παραδίδωσιν ὀφθαλμοὺς αὐτῷ

ἀνοίξασα διὰ παντὸς τοῦ σώματος, οὓς ἄλλοτεἄλλους ἀνοίγων καὶ τοῖς μὲν μύων, τοῖς

δὲ βλέπων, ἄϋπνος ἦν διὰ βίουἄστροις μέν τισιν ἀνατέλλουσιν ἐπανοίγων τοὺς μύοντας

ὀφθαλμοὺς συνανατέλλοντας ὥσπερ καὶ αὐτούς, ἑτέροις δὲ αὖ πάλιν τῶν ἀστέρων

δυομένοιςἐγκαταμύων τοὺς βλέποντας ὀφθαλμοὺς καὶ ὥσπερ συγκαταδύων τὸν ἐν

αὐτοῖςὀπτικὸν ἥλιον, ὃ καὶ Εὐριπίδης δηλοῖ ἐν οἷς φησιν Ἄργου ὄμματα «τὰ μὲν

ξὺνἄστρων ἐπιτολαῖσι βλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα». καὶ οὕτω μὲνὁ

μῦθος πολυωπὸν πλάττει τὸν Ἄργον. Ἡ δὲ ἱστορία τὸν Ἄργον τοῦτον, ὃς καὶπανόπτης

ἐπεκαλεῖτο, πολυπράγμονα τὰ εἰς ὄψιν εἶναι βούλεται καὶ ὀριγνώμενον πᾶσι παρεῖναι

πράγμασι καὶ ἀεί ποτε καὶ ὡς οἷόν τε συνεχῶς πάντα ὁρᾶνκαὶ μηδὲν τῶν ὑπὸ τὴν ἀρχὴν

αὐτοῦ διαλανθάνειν αὐτόν. ἴσως δὲ καὶ ἀγχίνουςὁ ἄνθρωπος ἦν καὶ τὰ μὲν ὁρῶν, τὰ δὲ

προορῶν, ὁποῖον ὁ ποιητὴς λέγει τὸνβλέποντα τά τε ἔμπροσθεν καὶ τὰ ὄπισθεν, ὡς

προγέγραπται. τυχὸν δὲ καὶὀξὺς ἦν τὴν θέαν, ἀλλὰ καὶ ἐγρηγορὼς τὰ πολλὰ καὶ ὀλίγῳ

ὕπνῳ ἑαυτὸνἐπιτρέπων. διόπερ ὁ μῦθος πολλοὺς ὀφθαλμοὺς αὐτῷ ἐφιλοτιμήσατο.

εἰκὸς δὲκαὶ εὐθυόνειρον εἶναι τὸν ἄνθρωπον καὶ ἐδόκει καὶ κατὰ τοῦτο ἄϋπνος εἶναι

ὡςκαὶ ἐν τῷ ὑπνοῦν ἐοικὼς καθορᾶν διὰ τὴν ἀληθῆ τῶν φαντασιῶν ἔκβασιν.Ὥσπερ δὲ

τὸν Ἄργον ὁ μῦθος αἰνιγματωδῶς ἐσέμνυνεν, οὕτω καὶ ἄλλον τινὰ πολλὰ πράττοντα

ταῖς χερσὶν Ἑκατόγχειρα ἔπλασε καί τινι ἀκαμάτῳ τὴνπορείαν ὄντι ἀπὸ χαλκοῦ τὸ

σκέλος ἐσφυρηλάτησε. καὶ ἀκουστικὸν δέ τινα ὄνταὄνου φέρειν ὦτα εἶπε τερατολογῶν

πολυτρόπως τὰς φιλοτιμίας τῆς φύσεως.Ἦν δὲ ὁ Ἄργος βασιλεὺς χώρας, ἥτις ἀπ' αὐτοῦ

μὲν Ἄργος, ἀπὸ δὲ Πέλοποςὕστερον ὠνομάσθη Πελοπόννησος. τὸν τοιοῦτον Ἄργον ἡ

Ἥρα ἐπιστῆσαι λέγεται φύλακα τῆς Ἰοῦς, ἵνα ὁ Ζεὺς ὑπὸ τοιούτῳ σκοπῷ ἀΰπνῳ

τηρούμενοςἀπέχοιτο τῆς τοιαύτης γυναικός. Ἑρμῆς δὲ δόλῳ τὸν Ἄργον

καταγωνίζεται∆ιὸς ἀξιώσαντος καί, ἐπεὶ λαθραίως οὐκ εἶχεν αὐτὸν ἀνελεῖν, λίθῳ

βαλὼνπεφόνευκε. κἀντεῦθεν Ἀργεϊφόντης λέγεται, οἷον Ἀργοφόντης, καὶ τροπῇ τοῦ ˉο

εἰς ˉε καὶ πλεονασμῷ διχρόνου Ἀργεϊφόντης, ὥσπερ καὶ ἀνδροφόντηςἀνδρεφόντης καὶ

κατὰ πλεονασμὸν ἀνδρεϊφόντης. καίτοι τὸ ἀνδρεϊφόντης τινὲςὡς ἀπὸ τῆς ἀνδρί δοτικῆς

διὰ τοῦ ˉι γράψαντες διφορεῖσθαι τὴν λέξιν πεποιήκασι·τὸ μέντοι Ἀργεϊφόντης ἀεὶ τὴν

διὰ διφθόγγου ἔχει γραφήν. [Ἰστέον δὲ ὅτι τὸ1.281 Ἀργεφόντης, καθὰ καὶ τὸ

ἀνδρεφόντης, ἐξ ὧν Ἀργεϊφόντης καὶ ἀνδρεϊφόντης,∆ωρικά εἰσιν, ὡς Ἡρωδιανὸς δηλοῖ

ἐν οἷς λέγει τοιαῦτα· αἱ εἰς ˉοˉς ὀξύτονοι γενικαὶ συντιθέμεναι συμφώνου

ἐπιφερομένου ἢ διὰ τοῦ ˉο λέγονται, οἷον Ζηνός Ζηνόθεος, θριπός θριπόβρωτος, ἁλός

ἁλοθήκη· ἢ διὰ τοῦ ἰῶτα, οἷον Αἰγίπαν,[πυρίχαλκος], νυκτικόραξ. οὕτως οὖν, φησί, καὶ

ἁλοτρίβανος, ὡς ἁλοπώληςκαὶ ἁλοθήκη. ὁ μέντοι διὰ τοῦ ˉε ἁλετρίβανος μήποτε

∆ώριόν ἐστιν; οἱ γὰρτὸν Ἀπόλλωνα Ἀπέλλωνα εἰπόντες καὶ τὸν ἀνδροφόνον

ἀνδρεφόνον, οὗτοι καὶ τὸν ἁλοτρίβανον ἁλετρίβανον εἴποιεν ἄν.] Ἔτι ἰστέον καὶ ὡς ἐν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

178

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!