Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

τοὺς Ἕλληνας εἰς ἀγοράν. εἴη δ' ἂν λέγωνἀλληγορικῶς ὄσσαν ἢ τὴν τῶν βασιλέων ἄρτι κέλευσιν, οἷς πειθόμενοι συνήγοντο,ἢ τὴν πάντων τῶν Ἀχαιῶν πρὸς ἀλλήλους ἐγκέλευσιν, οἳ ἐπέκεινα τῶν ἐννέακηρύκων ὤτρυνον καὶ αὐτοὶ ἑαυτοὺς εἰς τὴν ἀγοράν. Ὅρα δὲ τὸ «ὄσσα δεδῄει»ἀντὶ τοῦ ἔλαμπε, καθ' ὁμοιότητα φρασθὲν τοῦ «ἐνοπή», ὅ ἐστι μάχη, «δεδῄει»,ὡς ἀπὸ τοῦ δαίω, τὸ καίω· ἴσως δὲ καὶ ἀπὸ τοῦ δαίω, τὸ μερίζω· πολλοὶ γὰροἱ βοῶντες· ἢ ἀπὸ τοῦ δαίω, τὸ μανθάνω, ἀφ' οὗ ὁ διδάσκαλος, ἵνα δηλοῖτὴν διδάσκουσαν τοὺς ἀκούοντας τὸ ποιητέον. ποιηταῖς δὲ μόνοις ἡ λέξις αὕτηφιλεῖται. [ὡς δὲ θεία λέξις παρὰ ποιηταῖς ἡ ὄσσα δηλοῦσά ποτε καὶ μαντείαν,πολλαχοῦ φαίνεται.] (ῃ. 94–6) Ὅτι ἐκφράζων ἐν ὀλίγῳ τὸν τῆς ἀγορᾶς θροῦνφησιν· «οἳ δ' ἀγέροντο· τετρήχει δ' ἀγορή, ὑπὸ δ' ἐστοναχίζετο γαῖα λαῶνἱζόντων, ὅμαδος δ' ἦν». (ῃ. 95) Ἔστι δὲ τετρήχει μὲν κατὰ ὀνοματοποιΐαν τὸτετάρακτο ἢ τετράχυντο ἀπὸ τοῦ τεταράχει συγκοπῇ καὶ τροπῇ τοῦ ˉα εἰς ˉη. Τὸδὲ στοναχίζεσθαι ὠνοματοπεποίηται καὶ αὐτὸ καὶ δηλοῖ ποιὰν βοήν τινα,καθὰ καὶ τὸ στένειν ἐπὶ θαλάσσης παρὰ Σοφοκλεῖ λεγόμενον· οὐ μόνον γὰρ ἐπὶθρήνου ἡ λέξις τίθεται ἀλλὰ καὶ ἐπὶ ἁπλῶς θορύβου. (ῃ. 96) Ὅμαδος δὲ ἡ ὁμοῦαὐδή, ὁ κοινὸς θόρυβος, ὅπερ καὶ ἀλαλητὸς λέγεται, οἱονεὶ ὁμολαλητός. [Ὅραδὲ ὡς ἀναλόγως τῇ ὀτρυντύϊ τῆς ὄσσης κατεσπευσμένα παρενέσπαρται κομματικὰ ποιοῦντα γλυκύτητα, τὸ «οἳ δ' ἀγέροντο» καὶ ἑξῆς ἕως τοῦ «ὅμαδος δ' ἦν».(ῃ. 95) Τοῦ δὲ στεναχίζετο, οὗ πολλάκις ἡ ἄρχουσα καὶ διὰ τοῦ ˉο μικροῦπροφέρεται, διπλῆ ἡ παραγωγὴ ἐκ τοῦ στένω· στενάχω γὰρ ἐξ αὐτοῦ, εἶταστεναχίζω.] (ῃ. 96 ς.) Ὅτι ἐννέα κήρυκες βοῶντες τοὺς Ἕλληνας κατεσίγαζον. αὔξησις δέ ἐστι καὶ τοῦτο τοῦ θορύβου τῆς ἀγορᾶς, εἰ τοσοῦτοι κήρυκες μόλιςἔπειθον αὐτοὺς σχέσθαι μὲν τῆς βοῆς, ἀκοῦσαι δὲ τῶν βασιλέων. Σημείωσαι 1.277 δὲ καὶ νῦν ὅτι, ὡς καὶ ἐν τοῖς ἑξῆς πολλαχοῦ φανήσεται, προσπαθῶς ἔχει ὁποιητὴς τῷ ἐννέα ἀριθμῷ διά τε ἄλλας αἰτίας, ἃς λέγουσιν οἱ παλαιοί, οἷον καὶὅτι τετράγωνός ἐστι καὶ τέλειος ἐκ τελείου τοῦ τρία γινόμενος πολυπλασιασθέντος εἰς ἑαυτόν, ἀλλὰ καὶ διὰ τὰς Μούσας, αἳ τῷ ἀριθμῷ τούτῳ περιγράφονται.οἱ δ' αὐτοὶ παλαιοὶ καὶ ὡς περισσάκις περισσὸν τὸν ἐννέα σεμνύνουσιν ἀριθμὸνεἰς τρεῖς διαιρούμενον τριάδας, ὧν ἑκάστη πάλιν τριὰς εἰς μονάδας τρεῖς.πολλαχοῦ τοίνυν ὁ ποιητὴς εὐεπίφορός ἐστιν εἰς τὸν ἐννέα ἀριθμόν, ὡς δειχθήσεται. διὸ καὶ ἐνταῦθα τοὺς κήρυκας ἐννέα εἶναί φησι καὶ ἐν τοῖς ἑξῆς δέ πουἐννέα τινὰς ἀντανιστᾷ τῷ Ἕκτορι πολεμίους. Τινὲς δὲ πειρῶνται καὶ ἱστορικῶςἀποκαθιστᾶν τὴν τῶν κηρύκων τούτων ἐννεάδα λέγοντες, ὅτι Ταλθύβιος καὶ Εὐρυβάτης Ἀγαμέμνονος κήρυκες, Ὀδίος Αἴαντος, Εὐρυβάτης ἕτεροςὈδυσσέως, Ἀσφαλίων καὶ Ἐτεωνεὺς Μενελάου. συγκαταριθμοῦσι δὲ αὐτοῖςκαὶ Στέντορα τὸν εὐρυβόαν, οὗπερ Ὅμηρος ἐν τοῖς ἑξῆς μεμνήσεται, καὶ τὸν Θοώτην, ἤδη δὲ καὶ τὸν Κάλχαντα μεγαλόφωνον καὶ αὐτὸν τεκμηριούμενοι ἐξὧν εὕρηταί που ἐν τοῖς μετὰ ταῦτα ὁ Ποσειδῶν τῷ Κάλχαντι ἐξομοιούμενοςκαὶ τοῖς Ἕλλησιν ἐμβοώμενος καὶ κελεύων μάχεσθαι. (ῃ. 99 ς.) Ὅτι τὸ «σπουδῇ ἕζετο λαὸς παυσάμενοι κλαγγῆς» ἀντὶ τοῦ μόλις ἐκαθέσθη καὶ δυσχερῶς. διὸ καὶ ὁ Ἕκτωρ νυκτός που κατὰ τῶν Ἑλλήνων βουλευόμενός φησι «μὴ ἀσπουδεὶ φύγοιεν», ἀντὶ τοῦ μὴ δίχα σπουδῆς καὶ εὐχερῶς καὶ ἄνευ βίας.ὅτε μέντοι ἐρεῖ τις ἀπὸ σπουδῆς τι λέγειν, τότε ἡ λέξις τὸ ὁλοψύχως καὶἐνδιαθέτως καὶ ἐναγωνίως δηλοῖ. [Ἰστέον δὲ ὡς οἱ τεχνικοὶ τὸ σπουδῇ ἤγουντὸ ῥηθὲν Ὁμηρικὸν ἐπίρρημα λογίζονται ὁμοίως τῷ κομιδῇ ἀντὶ τοῦ λίαν καὶσὺν ἐπιμελείᾳ.] (ῃ. 100) Ὅρα δὲ τὸ κλαγγή ἐνταῦθα ἐπὶ ἀνθρώπων κραυγῆςτεθέν. (ῃ. 101–8) Ὅτι φθάσας μὲν ἄφθιτον ἔφη τὸ πατρῷον τοῦ Ἀγαμέμνονος σκῆπτρον, ὅπερ Ἥφαιστος ἔκαμε τεύχων· ἐνταῦθα δὲ ἐφερμηνεύων, πῶς ἄφθι1.278 τον ἦν, διότι δηλαδὴ ἀδιάδοχον, καθὰ προγέγραπται, ἢ καὶ ὡς θεόθεν εἰς αὐτὸνκατελθόν, καὶ ἅμα Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 176

καὶ γενεαλογίαν ἐκτιθέμενος, φησίν, ὅτι Ἥφαιστος μὲναὐτό «δῶκε ∆ιῒ Κρονίωνι ἄνακτι· αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ Ἀργεϊφόντῃ·Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι πληξίππῳ· αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκ' Ἀτρέϊ ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνῄσκων ἔλιπε πολύαρνι Θυέστῃ· αὐτὰρ ΘυέστηςἈγαμέμνονι λεῖπε φορῆναι πολλῇσι νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν».Οὕτω τοίνυν τὸ σκῆπτρον ἄφθιτον ὡς θεόθεν τε δοθὲν τῷ γένει τῶν Ἀτρειδῶν καὶ ἐκ προγόνων εἰς τοὺς ἐπιγόνους διαβεβηκός. Ὅρα δὲ ὅτι ἐν τῷ περὶ τοῦσκήπτρου λόγῳ δεῆσαν ἢ τῷ ἀτάρ συνδέσμῳ χρήσασθαι ἢ τῷ δέ, ἐν ἑκάστῳστίχῳ ἕνα παρ' ἕνα χάριν ποικιλίας τοὺς τοιούτους συνδέσμους ὁ ποιητὴςτίθησιν ἐκκλίνων τὸ μονοειδές. φησὶ γάρ· αὐτὰρ Ζεὺς ἔδωκεν, Ἑρμείας δὲἔδωκεν, αὐτὰρ Πέλοψ ἔδωκεν, Ἀτρεὺς δὲ ἔλιπεν, αὐτὰρ Θυέστης ἔλειπε. καὶὅρα καὶ ὅπως κατὰ σχῆμα ἐπιμονῆς τετράκις μὲν εἶπε τὸ ἔδωκε, δὶς δὲ τὸ ἔλιπεν.ἐποίησε δὲ ὁ ποιητὴς τοῦτο οἷα μὴ ἔχων λέξεις καιριωτέρας τούτων εἰπεῖν.ὅρα δὲ καὶ ὅτι τὸ μέν «Ἀτρεὺς ἔλιπε» διὰ τοῦ ˉι γέγραφεν· ἔστι γὰρ χρόνου ἀορίστου δευτέρου· τὸ δέ «Θυέστης Ἀγαμέμνονι λεῖπε» διὰ διφθόγγου, χρόνονἀντὶ χρόνου λαβὼν ἤγουν ἀντὶ ἀορίστου παρατατικόν, ὁποῖόν τι καὶ ἐπὶ τοῦεἶδον γίνεται. τὸ γὰρ εἶδον καὶ ἡ λοιπὴ κλίσις τοῦ τοιούτου ῥήματος, ὅπερ ἀντὶτοῦ ἐθεασάμην λαμβάνεται, τὰ μὲν πλείω παρὰ τῷ ποιητῇ τὴν διὰ τοῦ ˉι ἔχειγραφὴν τῷ λόγῳ τοῦ δευτέρου ἀορίστου, ἐξ οὗ καὶ τὸ ἰδεῖν ἀπαρέμφατον καὶἡ ἰδών μετοχή· ἔστι δὲ ὅτε καὶ διὰ διφθόγγου γράφεται, ὅπερ ἐστὶ ῥῆμα χρόνουπαρατατικοῦ δηλοῦντος μὲν τὸ ἔβλεπον, λαμβανομένου δὲ ἀντὶ ἀορίστου τοῦἐθεασάμην. τὸ δὲ σχῆμα τοῦ ῥηθέντος χωρίου κλίμακα καὶ κλιμακωτὸν λέγουσινοἱ παλαιοί, ἕτεροι δὲ ἐποικοδόμησιν. γίνεται δὲ σχῆμα κλιμακωτόν, ὅταν τὸλῆγον τῆς φθασάσης ἐννοίας ἀρχὴ γένηται τῆς ἐφεξῆς, οἷον ὡς εἴ τις εἴπῃ· ὁβασιλεὺς ἀγαθός· ὁ ἀγαθὸς ἀγαθὰ ποιεῖ· ὁ ἀγαθὰ ποιῶν εὐεργετεῖ· ὁ εὐεργετῶνθεὸν μιμεῖται. τοιοῦτόν τι κἀνταῦθα τὸ σχῆμα· Ἥφαιστος μὲν ἔδωκε ∆ιΐ, Ζεὺςδὲ τῷ Ἑρμῇ, Ἑρμῆς δὲ Πέλοπι καὶ καθεξῆς. κάλλους δὲ σχῆμα κατὰ τοὺς παλαιοὺς τὸ κλιμακωτὸν οἰκεῖον ὂν πανηγυρικαῖς ἐννοίαις, ὁποία τις ἐνταῦθακαὶ ἡ κατὰ τὸ βασιλικὸν σκῆπτρον γενεαλογία. τῆς δ' αὐτῆς ἰδέας καὶ τὸαὐτάρ τρὶς κείμενον ἐνταῦθα ἐπαναφορικῶς ἐν καταρχῇ στίχων ἕνα παρ' ἕνα,καὶ ἡ ῥηθεῖσα ἐπιμονὴ καὶ τὰ ποιητικὰ πάρισα, τὸ «πολλῇσι νήσοισιν ἀνάσσειν»καὶ τὸ «αὐτὰρ ὁ αὖτε» δὶς τεθὲν κατ' ἐπαναφορὰν ἐν δυσὶ στίχων ἀρχαῖς, εἰ καὶποιητικῶς πέφρασται. παρίσωται δὲ καλῶς καὶ τὸ «∆ιῒ Κρονίωνι ἄνακτι».Ὅρα δὲ καὶ ὅτι δίχα τοῦ Ἡφαίστου τὰ λοιπὰ πρόσωπα ἐνταῦθα μετὰ ἐπιθέτων ἐξάγει, τὸν ∆ία μὲν εἰπὼν Κρονίωνα καὶ ἄνακτα, τὸν Ἑρμῆν δὲ διάκτορον 1.279 Ἀργεϊφόντην, ἔτι δὲ καὶ ἄνακτα. θεία δὲ λέξις τὸ ἄναξ, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳγέγραπται· διὸ καὶ ἐπὶ Ἑρμοῦ μόνου καὶ ∆ιὸς αὐτὴν ἐνταῦθα τέθεικε. τὸν δὲ Πέλοπα πλήξιππον προσέφη· τὸν δὲ Ἀτρέα ποιμένα λαῶν, σεμνῶς ὀνομάσας αὐτόν· τάχα γὰρ κρείττων ἦν τοῦ πατρὸς τὰ εἰς βασιλείαν· τὸν δὲ Θυέστηνπολύαρνα, οἱονεὶ λέγων, ὅτι Ἀτρεὺς μὲν λαῶν ἦγε ποίμνια, ὁ δὲ Θυέστηςἀρνῶν καὶ τοιούτων ζῴων· τὸν Ἀγαμέμνονα δὲ προάγει μὲν ἐπιθέτου χωρίς,περιφραστικῶς δὲ ἄνακτα καὶ αὐτὸν εἰπεῖν βούλεται λέγων αὐτὸν Ἄργεϊ παντὶἀνάσσειν. (ῃ. 103) Ἔστι δὲ διάκτορος μὲν ἢ ὁ διάτορος, ὅ ἐστι σαφὴς ἐν ταῖςἀγγελίαις· τορὸν γὰρ τὸ τρανὲς καὶ σαφές· ἢ ὁ αὐτὸ τοῦτο ἄγγελος ἀπὸ τοῦἄγω, ἐξ οὗ καὶ ὁ ἄγγελος. ἄγγελός τε γὰρ ἀπὸ τοῦ ἄγειν φαίνεται γίνεσθαι καὶδιάκτωρ δὲ ὁμοίως ἀπὸ τοῦ ἄγω, ὥσπερ ἀπὸ τοῦ λέγω λέκτωρ καὶ ἀλέκτωρ. τὸδὲ ἄκτωρ κλιθὲν εἰς τὴν ἄκτορος γενικὴν πεποίηκε [τῇ εἰς ἀρχὴν ἀναδρομῇ]εὐθείαν τὴν ὁ διάκτορος ἤτοι ὁ ἄγγελος. καὶ αὐτὸ δὲ τὸ Ἑρμῆς ἀπὸ τοῦ εἴρω,τὸ ἀγγέλλω, ἐτυμολογοῦσί τινες, ἐξ οὗ Ἐρέας ὄνομα ὡς ὁ Αἰνέας καὶ πλεονασμῷ τοῦ ˉμ Ἑρμέας, ἐξ οὗ ὁ καὶ ἐν τῇ Ὀδυσσείᾳ δηλούμενος Ἑρμῆς.πλεονάζειν γάρ φασι Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 177

καὶ γενεαλογίαν ἐκτιθέμενος, φησίν, ὅτι Ἥφαιστος μὲναὐτό «δῶκε ∆ιῒ Κρονίωνι

ἄνακτι· αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ Ἀργεϊφόντῃ·Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι

πληξίππῳ· αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκ' Ἀτρέϊ ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνῄσκων ἔλιπε

πολύαρνι Θυέστῃ· αὐτὰρ ΘυέστηςἈγαμέμνονι λεῖπε φορῆναι πολλῇσι νήσοισι καὶ Ἄργεϊ

παντὶ ἀνάσσειν».Οὕτω τοίνυν τὸ σκῆπτρον ἄφθιτον ὡς θεόθεν τε δοθὲν τῷ γένει τῶν

Ἀτρειδῶν καὶ ἐκ προγόνων εἰς τοὺς ἐπιγόνους διαβεβηκός. Ὅρα δὲ ὅτι ἐν τῷ περὶ

τοῦσκήπτρου λόγῳ δεῆσαν ἢ τῷ ἀτάρ συνδέσμῳ χρήσασθαι ἢ τῷ δέ, ἐν ἑκάστῳστίχῳ

ἕνα παρ' ἕνα χάριν ποικιλίας τοὺς τοιούτους συνδέσμους ὁ ποιητὴςτίθησιν ἐκκλίνων τὸ

μονοειδές. φησὶ γάρ· αὐτὰρ Ζεὺς ἔδωκεν, Ἑρμείας δὲἔδωκεν, αὐτὰρ Πέλοψ ἔδωκεν,

Ἀτρεὺς δὲ ἔλιπεν, αὐτὰρ Θυέστης ἔλειπε. καὶὅρα καὶ ὅπως κατὰ σχῆμα ἐπιμονῆς

τετράκις μὲν εἶπε τὸ ἔδωκε, δὶς δὲ τὸ ἔλιπεν.ἐποίησε δὲ ὁ ποιητὴς τοῦτο οἷα μὴ ἔχων

λέξεις καιριωτέρας τούτων εἰπεῖν.ὅρα δὲ καὶ ὅτι τὸ μέν «Ἀτρεὺς ἔλιπε» διὰ τοῦ ˉι

γέγραφεν· ἔστι γὰρ χρόνου ἀορίστου δευτέρου· τὸ δέ «Θυέστης Ἀγαμέμνονι λεῖπε» διὰ

διφθόγγου, χρόνονἀντὶ χρόνου λαβὼν ἤγουν ἀντὶ ἀορίστου παρατατικόν, ὁποῖόν τι καὶ

ἐπὶ τοῦεἶδον γίνεται. τὸ γὰρ εἶδον καὶ ἡ λοιπὴ κλίσις τοῦ τοιούτου ῥήματος, ὅπερ

ἀντὶτοῦ ἐθεασάμην λαμβάνεται, τὰ μὲν πλείω παρὰ τῷ ποιητῇ τὴν διὰ τοῦ ˉι

ἔχειγραφὴν τῷ λόγῳ τοῦ δευτέρου ἀορίστου, ἐξ οὗ καὶ τὸ ἰδεῖν ἀπαρέμφατον καὶἡ ἰδών

μετοχή· ἔστι δὲ ὅτε καὶ διὰ διφθόγγου γράφεται, ὅπερ ἐστὶ ῥῆμα χρόνουπαρατατικοῦ

δηλοῦντος μὲν τὸ ἔβλεπον, λαμβανομένου δὲ ἀντὶ ἀορίστου τοῦἐθεασάμην. τὸ δὲ σχῆμα

τοῦ ῥηθέντος χωρίου κλίμακα καὶ κλιμακωτὸν λέγουσινοἱ παλαιοί, ἕτεροι δὲ

ἐποικοδόμησιν. γίνεται δὲ σχῆμα κλιμακωτόν, ὅταν τὸλῆγον τῆς φθασάσης ἐννοίας

ἀρχὴ γένηται τῆς ἐφεξῆς, οἷον ὡς εἴ τις εἴπῃ· ὁβασιλεὺς ἀγαθός· ὁ ἀγαθὸς ἀγαθὰ ποιεῖ· ὁ

ἀγαθὰ ποιῶν εὐεργετεῖ· ὁ εὐεργετῶνθεὸν μιμεῖται. τοιοῦτόν τι κἀνταῦθα τὸ σχῆμα·

Ἥφαιστος μὲν ἔδωκε ∆ιΐ, Ζεὺςδὲ τῷ Ἑρμῇ, Ἑρμῆς δὲ Πέλοπι καὶ καθεξῆς. κάλλους δὲ

σχῆμα κατὰ τοὺς παλαιοὺς τὸ κλιμακωτὸν οἰκεῖον ὂν πανηγυρικαῖς ἐννοίαις, ὁποία τις

ἐνταῦθακαὶ ἡ κατὰ τὸ βασιλικὸν σκῆπτρον γενεαλογία. τῆς δ' αὐτῆς ἰδέας καὶ τὸαὐτάρ

τρὶς κείμενον ἐνταῦθα ἐπαναφορικῶς ἐν καταρχῇ στίχων ἕνα παρ' ἕνα,καὶ ἡ ῥηθεῖσα

ἐπιμονὴ καὶ τὰ ποιητικὰ πάρισα, τὸ «πολλῇσι νήσοισιν ἀνάσσειν»καὶ τὸ «αὐτὰρ ὁ αὖτε»

δὶς τεθὲν κατ' ἐπαναφορὰν ἐν δυσὶ στίχων ἀρχαῖς, εἰ καὶποιητικῶς πέφρασται.

παρίσωται δὲ καλῶς καὶ τὸ «∆ιῒ Κρονίωνι ἄνακτι».Ὅρα δὲ καὶ ὅτι δίχα τοῦ Ἡφαίστου τὰ

λοιπὰ πρόσωπα ἐνταῦθα μετὰ ἐπιθέτων ἐξάγει, τὸν ∆ία μὲν εἰπὼν Κρονίωνα καὶ

ἄνακτα, τὸν Ἑρμῆν δὲ διάκτορον 1.279 Ἀργεϊφόντην, ἔτι δὲ καὶ ἄνακτα. θεία δὲ λέξις τὸ

ἄναξ, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳγέγραπται· διὸ καὶ ἐπὶ Ἑρμοῦ μόνου καὶ ∆ιὸς αὐτὴν

ἐνταῦθα τέθεικε. τὸν δὲ Πέλοπα πλήξιππον προσέφη· τὸν δὲ Ἀτρέα ποιμένα λαῶν,

σεμνῶς ὀνομάσας αὐτόν· τάχα γὰρ κρείττων ἦν τοῦ πατρὸς τὰ εἰς βασιλείαν· τὸν δὲ

Θυέστηνπολύαρνα, οἱονεὶ λέγων, ὅτι Ἀτρεὺς μὲν λαῶν ἦγε ποίμνια, ὁ δὲ Θυέστηςἀρνῶν

καὶ τοιούτων ζῴων· τὸν Ἀγαμέμνονα δὲ προάγει μὲν ἐπιθέτου χωρίς,περιφραστικῶς δὲ

ἄνακτα καὶ αὐτὸν εἰπεῖν βούλεται λέγων αὐτὸν Ἄργεϊ παντὶἀνάσσειν. (ῃ. 103) Ἔστι δὲ

διάκτορος μὲν ἢ ὁ διάτορος, ὅ ἐστι σαφὴς ἐν ταῖςἀγγελίαις· τορὸν γὰρ τὸ τρανὲς καὶ

σαφές· ἢ ὁ αὐτὸ τοῦτο ἄγγελος ἀπὸ τοῦἄγω, ἐξ οὗ καὶ ὁ ἄγγελος. ἄγγελός τε γὰρ ἀπὸ τοῦ

ἄγειν φαίνεται γίνεσθαι καὶδιάκτωρ δὲ ὁμοίως ἀπὸ τοῦ ἄγω, ὥσπερ ἀπὸ τοῦ λέγω

λέκτωρ καὶ ἀλέκτωρ. τὸδὲ ἄκτωρ κλιθὲν εἰς τὴν ἄκτορος γενικὴν πεποίηκε [τῇ εἰς

ἀρχὴν ἀναδρομῇ]εὐθείαν τὴν ὁ διάκτορος ἤτοι ὁ ἄγγελος. καὶ αὐτὸ δὲ τὸ Ἑρμῆς ἀπὸ τοῦ

εἴρω,τὸ ἀγγέλλω, ἐτυμολογοῦσί τινες, ἐξ οὗ Ἐρέας ὄνομα ὡς ὁ Αἰνέας καὶ πλεονασμῷ

τοῦ ˉμ Ἑρμέας, ἐξ οὗ ὁ καὶ ἐν τῇ Ὀδυσσείᾳ δηλούμενος Ἑρμῆς.πλεονάζειν γάρ φασι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

177

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!