18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

δοκοῦσι πέτεσθαιὥσπερ ἄρτι ἀρχόμεναι καὶ μικρὸν ἐπικαθεσθεῖσαι τοῖς ἄνθεσιν εἶτα

αἴρονταικαὶ πάλιν ἐφιζάνουσαι αὖθις πέτονται. καὶ ἄλλως δέ, φασί, νέον πέτονται

ἤτοιἀκμαῖον, ὡς ἀεὶ ὁμότονον ἀπ' ἀρχῆς ἕως τέλους τὴν πτῆσιν ποιούμεναι.(ῃ. 89) Τὸ

δὲ βοτρυδὸν πέτεσθαι τὰς μελίσσας εἴληπται μὲν ὁμοιοτελεύτως πρὸςτὸ ἰλαδὸν ἰέναι

τοὺς Ἕλληνας. πάνυ δὲ ἡ λέξις ἔχει ἐμφαντικώτατα· εἴποιςγὰρ ἂν ἰδὼν τὸ ἔθνος τῶν

μελισσῶν, ὅταν ἐπικαθεσθῇ ἄνθεσι, βότρυϊ ἐοικέναι,ὡς ἀπὸ ῥαγῶν συγκειμένῳ ξανθῶν.

ἐξήρτηνται γὰρ ἀλλήλων ὡς ῥᾶγες· καὶπετόμεναι δὲ ἐγγὺς ἀλλήλων εἰσίν, οὐ μόνον ὅτι

ὑπὸ βασιλεῖ πέτονται προάρχοντιτῆς πτήσεως, ἀλλὰ καὶ διὰ δειλίαν τὴν ἀπὸ τῶν

μελισσοφάγων ὀρνίθων.συνασπίζουσι γὰρ ὥσπερ τῇ πυκνώσει, καθὰ καὶ τὰ τῶν

προβάτων ποίμνια.ἤδη δὲ καὶ διὰ τὸ δύσριγον, ψυχραὶ γάρ εἰσιν, ἐγγὺς ἀλλήλων

πέτονται θερμότηταἑαυταῖς ἐντεῦθέν τινα μηχανώμεναι. ἰστέον δὲ ὅτι Ὁμήρου

εἰπόντος βοτρυδὸντὰς μελίσσας πέτεσθαι, ἐναλλάξας τὸ σχῆμα παλαιός τις σμῆνος ἔφη

βοτρύωνκαὶ ἐπεσημήνατο ἀντιστρόφως εἰπεῖν τῷ ποιητῇ εἰπόντι τὸ βοτρυδόν

ἐπὶμελισσῶν· ὡς καὶ ἐάν τινος εἰπόντος τοὺς ἄνδρας ὡς θῆρας μάχεσθαι, ἕτερος 1.275

ἀναστρέψας εἴπῃ τοὺς θῆρας ἀνδρῶν δίκην μαχεσθῆναι. ποιεῖ δὲ τοιαῦτα καὶ Πίνδαρος.

Ὁμήρου γὰρ ἐν ταῖς αὐτοῦ ποιήσεσι τὴν Μοῦσαν ἀείδειν διεγείραντος, αὐτός φησιν ὅτι

ἀνέηκέ με ἡ Μοῦσα ἤγουν ἀνέπεισε· πάλιν Ὁμήρουνέφος εἰπόντος πεζῶν ὁ Πίνδαρος

στρατόν φησι νεφελῶν, ἀντιστρέψας καὶοὕτω τὸ Ὁμηρικόν, ὡς καὶ ἐν τοῖς ἑξῆς

ῥηθήσεται. Τὸ δέ «ἐπὶ ἄνθεσιν ἐαρινοῖς»ἀντὶ τοῦ «ἐπὶ ἄνθη ἐαρινά» ὅμοιον τῷ «ἦλθεν

ἐπὶ Κρήτεσιν» ἀντὶ τοῦ «ἐπὶ τοὺς Κρῆτας». ἠρινῶν δὲ ἀνθέων μέμνηται διὰ τὸ φύσει

κατὰ ἔαρ πλεονάζειν αὐτά.χειμὼν γὰρ ἄνθη οὐκ οἶδε· μετοπώρῳ δὲ εἴπερ εἰσί, τὴν

παροιμίαν ξενίζουσιν»ἐν μετοπώρῳ τὰ ἄνθη» λέγουσαν. (ῃ. 90) Τὸ δὲ ἅλις παρὰ τὸ

ἁλίζω γίνεται,ὅθεν καὶ ἁλία Περσῶν παρ' Ἡροδότῳ ἡ ἄθροισις. ἴσως δὲ ἐκεῖθεν παρ'

αὐτῷκαὶ τὸ ἀλέες ἀντὶ τοῦ ἠθροισμένοι ὁμοῦ, ὅπερ Ὅμηρος ἀολλέες φησί. (ῃ. 93) Τοῦ δὲ

ἰλαδόν χρῆσις καὶ παρὰ Ἡσιόδῳ. πρωτότυπον δὲ αὐτοῦ ἡ ἴλη, ὃ σημαίνει τὴν τάξιν. καὶ

πάλαι μὲν καὶ ἡ ἴλη καὶ τὸ ἰλαδόν διὰ τῆς ˉεˉι διφθόγγου εἶχε τὴνἄρχουσαν, ὡς ἀπὸ τοῦ

εἰλῶ, τὸ συστρέφω, ἐξ οὗ τότε καὶ τὸ πέδειλον. ὕστερονδὲ οὐχ' οὕτως, ἀλλ' ἐν τῷ ˉι

αὐτοῖς ἡ γραφή. Σημείωσαι δὲ καὶ ὅτι διχῇχρωμένου τοῦ ποιητοῦ ταῖς παραβολαῖς, ταῖς

μὲν δι' ὀλίγου καὶ πάνυ στενῶς,ταῖς δὲ εἰς πλάτος, ὡς προείπομεν· πρώτη μὲν αὐτῷ

βραχυτάτη παραβολὴ καὶἀναπόδοτος ἐν τῇ αʹ ῥαψῳδίᾳ ἐστὶ τὸ «ἠΰτ' ὀμίχλη», πλατεῖα

δὲ πρώτη αὕτηἐνταῦθα ἐκ τῶν μελισσῶν ληφθεῖσα, ζῴου συγγενοῦς τῇ ποιήσει, ὥς

φασιν οἱπαλαιοί, διά τε τὸν μόχθον τὸν ἐπὶ τῇ ἐργασίᾳ καὶ διὰ τὴν τοῦ ἔργου

γλυκύτητακαὶ τὸ τοῦ κηρίου εὐσύνθετον. ὧν πάντων μετέχει καὶ ἡ ποίησις πόνῳ

τεπροϊοῦσα–οὐδὲν γὰρ τῶν καλῶν πόνου χωρίς–ἔχουσα δὲ καὶ γλυκύτηταοὐκ ὀλίγην,

ἐναγλαϊζομένη δὲ καὶ τῇ τοῦ μέτρου εὐσυνθεσίᾳ. (ῃ. 92) [Ἐντούτοις δὲ τὸ ἔστιχον

ἐστιχόωντό φησιν Ὅμηρος ὡς ἀπὸ ἐνεστῶτος τοῦ στιχῶ.ὡς γὰρ στείβω, οὗ δεύτερος

ἀόριστος ἔστιβον καὶ μέλλων δεύτερος στιβῶ, ἀφ'οὗ ἐξ ἀναδρομῆς τῆς εἰς θέμα ἐνεστὼς

ὁ στιβῶ· οὕτω καὶ ἐκ τοῦ στείχω,ἔστιχον, στιχῶ, θεματικὸς ἐνεστὼς συζυγίας δευτέρας

τῶν περισπωμένωνστιχῶ, ἐξ οὗ τὸ ἐστιχῶντο. τὸ μέντοι στιβῶ στιβήσω οὐ φαίνεται

οἵας συζυγίαςἐστίν. Ὅτι τὸ «ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο» ἀγχιβαθῆ εἶναι

δηλοῖ 1.276 τὸν τοῦ ναυστάθμου αἰγιαλόν. ὅτι δὲ Ἠών δισυλλάβως καὶ τόπος ἐστὶ

Στρυμόνιος καὶ Ἠϊών τρισυλλάβως πόλις ἐν Χερονήσῳ παρὰ Θουκυδίδῃ καὶ ἄλληπρὸς

τῇ Πιερίᾳ, ὧν οἱ πολῖται Ἠϊονεὺς καὶ Ἠϊονίτης, δηλοῦσιν οἱ παλαιοί.] (ῃ. 93) Ὅτι τὴν

ὄσσαν ἐνταῦθα φανερῶς ἄγγελον ∆ιὸς λέγει, τουτέστιν ἀέρος,ἐν τῷ «μετὰ δέ σφισιν

ὄσσα δεδήει ὀτρύνουσ' ἰέναι, ∆ιὸς ἄγγελος», ἥτιςἐξακουομένη διὰ τοῦ ἀέρος ὀτρύνει

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

175

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!