18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐστιν, ὡς προδεδήλωται,οὗ προηγεῖται τὸ εὖτε, ὡς καὶ αὐτὸ εἴρηται, διαλυθὲν εἰς τὸ

ἠΰτε. ἰστέονγὰρ ὡς ἡ ˉεˉυ δίφθογγος πολλαχῶς ἀλλοιοῦται καὶ οὐ μόνον φυλάσσεται

κινουμένη,ὡς ἐν τῷ εὔχω εὐχή, ἀλλὰ καὶ μεταμορφοῦται πολυειδῶς ἢ τοῦ ˉυ

ἐκπίπτουσα,ὡς ἐν τῷ σπεύδω σφεδανόν, τεύχω τέχνη· ἢ τὸ ˉε ἀποπτύουσα, ὡς ἐν τῷ

1.273 φεύγω φυγή, ἐρεύγω ἐρυγή, πεύθω Πυθών· ἢ τὸ ˉε μόνον τρέπουσα εἰς ˉο,

οἷονσπεύδω σπουδή, ἢ τὸ ˉυ εἰς ˉι, οἷον φεύγω φευδωδός, φασί, καὶ φειδωλός ὁφεύγων

τὸ διδόναι· ἢ ἅμα μεταβάλλουσα τὸ ˉε εἰς ˉο καὶ τὸ ˉυ εἰς ˉι, οἷον λευγαλέοςλοίγιος, ὑφ'

ὧν δηλοῦται τὸ ὀλέθριον. ἔτι δὲ ἀλλοιοῦται καὶ διαλυομένη, εἶτατρέπουσα τὸ ˉε εἰς ˉη,

οἷον εὔκομος ἠΰκομος. οὕτως οὖν καὶ ἐκ τοῦ εὖτε διαλύσεικαὶ ἐκτάσει γίνεται ἠΰτ'

ὀμίχλη καὶ ἠΰτ' ἔθνεα.] Ἔθνεα [δὲ] μελισσῶν καταχρηστικῶς λέγει· κυρίως γὰρ ἐπὶ

ἀνθρώπων τίθεται ἡ λέξις, ἐφ' ὧν καὶ τὸ ἔθοςκυριολεκτεῖται, ἀφ' οὗ καὶ τὸ ἔθνος

παράγεται. λέγει δὲ καὶ ἐν τοῖς ἑξῆςὁμοίως χηνῶν καὶ γεράνων καὶ κύκνων ἔθνεα καὶ

μυιάων ἔθνεα παραχρώμενοςτῇ λέξει καὶ ἐκεῖ καὶ μὴ θέλων ἀγέλην εἰπεῖν. κἂν γὰρ οἱ

νεώτεροι ἀγέλας ἐπὶὀρνέων τιθῶσι, ἀλλ' Ὅμηρος τὴν τοιαύτην λέξιν τῷ τῶν βοῶν

πλήθει προσήρμοσε. βούλονται δὲ οἱ νεώτεροι ἐπὶ μελισσῶν οὐκ ἔθνος λέγειν, ἀλλὰ

σμῆνος·μάλιστα δὲ ἑσμὸν μετὰ δασέος πνεύματος, ὡς δηλοῖ παρὰ Ἀριστοτέλει

ὁἀφεσμός. τὸ γὰρ σμῆνος οὐ μόνον ἐπὶ πλήθους λέγεται μελισσῶν, ἀλλὰ καὶτὸ σίμβλον

ἤτοι τὸ ἀγγεῖον, ἐν ᾧ τὸ μέλι ἀποτιθέασιν αἱ μέλισσαι, σμῆνοςκαλεῖται. Τὸ δὲ

μελισσάων καὶ τὸ ἀδινάων καὶ τὸ ἐρχομενάων καὶ τὸ κλισιάωνσχῆμα μὲν ποιοῦσι

καλὸν ἐπὶ κόσμῳ τῆς παραβολῆς, τὸ λεγόμενον ὁμοιοκατάληκτον καὶ πάρισον· εἰσὶ δὲ

Αἰολικὰ πλεονασμὸν ἔχοντα τοῦ ˉα μακροῦ· ὄγκονδὲ ποιοῦσι φωνῆς πρεπούσης

μεγαλοφωνίᾳ ποιητικῇ διὰ τὴν χασμῳδίαν τὴν ἐκτοῦ ˉα καὶ ˉω. Ἀδιναὶ δὲ μέλισσαι αἱ

πυκναὶ παρὰ τὸ ἄδην, ὃ δηλοῖ τὸ δαψιλῶς.διὸ καὶ δασύνεσθαι αὐτό τινες βούλονται,

καθὰ ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου δηλοῦται, ὡς τοῦ ἅδην δασυνομένου παρὰ τοῖς

Ἀττικοῖς. ἔνθα καὶ σημείωσαιτὴν διὰ ἑνὸς ˉδ γραφὴν τοῦ ἄδην καὶ τὴν τοῦ ˉα

συστολήν. [Ἰστέον δὲ ὅτι κατὰτοὺς παλαιοὺς πολλαχῶς τὸ ἀδινόν ἤγουν τὸ ἀθρόον, ὡς

ἐνταῦθα, καὶ τὸοἰκτρόν, ὡς ἐν τῷ «ἀδινὸν στοναχῆσαι», καὶ τὸ ἁδὺ ἤγουν ἡδύ, οἷον

«Σειρήνων 1.274 ἀδινάων», καὶ τὸ πυκνὸν καὶ ἰσχνόν, οἷον «ἀμφ' ἀδινὸν κῆρ». κατὰ δέ

τιναςκαὶ τὸ ἠρέμα, οἷον «ἀδινῶς ἀνενείκατο φώνησέν τε».] (ῃ. 88) Πέτραν δὲγλαφυρὴν

τὸ σπήλαιον λέγει, ὡς εἴρηται, ἵνα νοῶμεν ἐκ τοιαύτης πέτραςἤτοι σπηλαιώδους τὰς

ῥηθείσας ἀδινὰς μελίσσας ἐξέρχεσθαι· ἀπὸ γὰρ μικροῦἀγγείου ἑτέρου πολλαὶ οὕτως οὐκ

ἂν ἐξέλθοιεν μέλισσαι, ἵνα ἐξ αὐτῶν ὁποιητὴς ποιήσῃ παραβολὴν εἰς τὸ τοσοῦτον

στράτευμα τῶν Ἀχαιῶν. Ἰστέον δὲ ὅτι τὸ πέτρα γλαφυρή καὶ τὸ παρ' Ἡσιόδῳ «γλάφυ

πετρῆεν» ταὐτὸν δηλοῦσι·καὶ ὅτι ἐνταῦθα μὲν ἐπὶ αὐτοφυοῦς πράγματος ἥρμοσε τὸ

γλάφειν, ἐξ οὗ τὸγλαφυρόν, κυρίως δὲ ἐπὶ χειροκμήτων τὸ τοιοῦτον τίθεται ῥῆμα κατὰ

ὀνοματοποιΐαν, ὡς καὶ τὸ γράφειν. καὶ δηλοῖ ὁ ποιητὴς τοῦτο ἐν Ὀδυσσείᾳ

εἰπών·»εὐνὰς διαγλάψασα», ὅ ἐστι κοιλάνασα. οὕτω καὶ τὸ σκάπτειν ἀπροσφυὲς ὂν

τῷπλοίῳ ἐποίησεν ὅμως σκάφος αὐτὸ λέγεσθαι, ὅπερ ἐπὶ γῆς μᾶλλον ἁρμόττει,ὡς τὸ

«σκάφος οὐκέτι οἰνέων». οἰκειότερον δὲ μᾶλλον ἐπὶ νηὸς τὸ γλαφυρόν,[καθὰ καὶ ἡ

κοιλότης, δι' ἣν καὶ κοῖλαι νῆες λέγονται.] Αἰεὶ δὲ νέον ἔρχεσθαιτὰς μελίσσας λέγει διὰ

τὸ πολὺ πλῆθος, ἵνα λέγῃ ὅτι οὕτω πολλαὶ ἦσαν,ὥστε συνεχῶς προϊοῦσαι νεωστὶ

ἐδόκουν ἐξέρχεσθαι. οἱ δὲ νέον τὸ ἔαρ νοοῦσιν,εἰ καὶ ἄλλως πολιὸν λέγεται διὰ τὰ τότε

ἄνθη, καὶ λέγουσιν ὅτι κατὰ τὸ νέονἤτοι κατὰ τὸ ἔαρ ἔρχονται· τότε γὰρ μάλιστα τῶν

σίμβλων ἐκπέτονται ἐς τὰἄνθη. ἄλλοι δέ φασιν, ὅτι τὰ μὲν ἄλλα ζῷα τὴν πτῆσιν

ἀποτεταμένην ποιοῦσιν,αἱ δὲ μέλισσαι κατὰ βραχύ. διὸ καί, οἷον εἰπεῖν, ἀεὶ νέον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

174

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!