18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τοιάδε τινὰ ποιοῦντες· αἱ δὲ μετὰ ἀποδόσεως, ὡς ὅτε τις εἴποι, ὅτι, ὡςδ' ὅτε θῆρες

μαχόμενοι τάδε τινὰ διαπράττονται, ὧς ἢ οὕτω καὶ οἵδε τάδεἐποίουν. ἀποδέδοται γὰρ ἡ

τοιαύτη παραβολὴ ἐν τῷ ὧς καὶ ἐν τῷ οὕτως.ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τοιαύτη τις

καὶ ἐνταῦθα παραβολὴ παρὰ τῷποιητῇ, ἔνθα τὴν τῶν Ἀχαιῶν ὁρμὴν εἰς τὴν ἀγορὰν

παραβολικῶς θέλωνδιδάξαι μελίσσαις εἰκάζει αὐτοὺς καὶ λέγει οὕτως· «ἠΰτε ἔθνεα εἶσι

μελισσάωνἀδινάων πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων, βοτρυδὸν δὲ πέτονται

ἐπ'ἄνθεσιν εἰαρινοῖσιν, αἳ μέν τ' ἔνθα ἅλις πεποτήαται», ἤγουν πέτονται Ἰωνικῶς,ὡς

ῥηθήσεται μετ' ὀλίγον, «αἳ δὲ ἔνθα· ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶκλισιάων ἔστιχον

ἰλαδὸν εἰς ἀγοράν». καὶ τοιαύτη μὲν ἡ παραβολὴ δηλοῦσα καὶδιδάσκουσα τὴν τῶν

Ἑλλήνων κίνησιν ἀπὸ πράγματος γνωρίμου καὶ εἰωθότοςπάντοτε γίνεσθαι. Λέγει γὰρ

ὅτι, ὥσπερ αἱ μέλισσαι ἀπὸ πέτρας γλαφυρᾶς,δηλονότι σπηλαίου τινὸς ὡς εἰκὸς ὀρεινοῦ,

ἐξερχόμεναι πολλαὶ ὁμοῦ καὶ πυκναὶπέτονται βοτρυδόν, οὕτω καὶ οἱ Ἕλληνες εἰς

ἀγορὰν ἤρχοντο ἰλαδόν. πρὸςτοῦτο γὰρ καὶ μόνον ἡ παραβολὴ τῷ ποιητῇ καὶ οὐ πρὸς

ὅλον τὸ πρᾶγμα. οὐ γὰρ 1.272 ἡ παραβολὴ ὅλη τῷ πράγματι ὅλῳ προσαρμόζειν ἐνταῦθα

δύναται. καὶ γὰρ τὰμὲν ἔθνη τῶν μελισσῶν ἐκ μιᾶς πέτρας ἐξερχόμενα σκεδάζονται ἐν

τοῖς ἄνθεσιν·οἱ δὲ Ἕλληνες τοὐναντίον ἀπὸ πολλῶν σκηνῶν καὶ νηῶν ἐξερχόμενοι εἰς

ἕνατόπον τὸν τῆς ἀγορᾶς εἶχον τὴν ὁδόν, ὥστε κατὰ τοῦτο ἐναντία ἐστὶ καὶἀνομοία ἡ

παραβολὴ τῷ πράγματι. πρὸς ἓν γοῦν καὶ μόνον παρέλαβεν ὁ ποιητὴςἐνταῦθα τὴν

παραβολήν, ἵνα δείξῃ ὅτι, ὥσπερ αἱ μέλισσαι πολλαὶ καὶ βοτρυδόν,οὕτως οἱ Ἕλληνες

πολλοὶ καὶ ἰλαδόν. ἐὰν δὲ ἐκ πέτρας αἱ μέλισσαι, ἀπὸ δὲ τῶνσκηνῶν οἱ Ἕλληνες, τοῦτο

ὁ ποιητὴς οὐ προσλογίζεται. δεῖ γὰρ εἰδέναι ὅτι οὐσυχναὶ παρ' αὐτῷ εὑρεθήσονται

παραβολαὶ ὅλαι διόλου συμβιβαζόμεναι τοῖςὑποκειμένοις πράγμασιν, ὡς ἐπὶ πολὺ δὲ τὸ

μὲν πλεῖον μέρος τῆς παραβολικῆςδιασκευῆς ἄχρηστον τῷ ποιητῇ· ἔστι δ' ὅτε καὶ

ἐναντίον πρὸς τὸ πρᾶγμα εὑρίσκεται, ὀλίγον δέ τι μέρος ἐκ τῆς παραβολῆς τῷ πράγματι

συμβιβάζεται. ἔστιγὰρ ἡ μέθοδος τοιαύτη τις τῷ ποιητῇ ἐν ταῖς παραβολαῖς. τῶν

παραβολῶν τὰςμὲν πάνυ συντομώτατα καὶ ἀπερίττως ἐξάγει, οἷον ὡς ὅτε εἴπῃ, ὅτι ἡ

Θέτιςἀνέδυ τῆς θαλάττης «ἠΰτ' ὀμίχλη». παραβολὴ γὰρ τὸ καθὰ ὀμίχλη. τοιοῦτονκαὶ τὸ

«ὄρνιθες ὥς» καὶ «οἳ δὲ λύκοι ὣς ἐπόρουσαν». τὰς δὲ εἰς πλάτος μὲνἐνδιασκεύως

ἐκφέρει ἀφηγουμένας ἀπαραλείπτως χάριν ἱστορίας ἅπαν τὸπρᾶγμα, ὡς εἴωθεν αὐτὸ

γίνεσθαι, ἀφίησι δὲ τῷ ἀκροατῇ ἐπιλέγεσθαι τῆςπαραβολῆς τὰ τῷ πράγματι χρήσιμα, τὰ

δὲ λοιπὰ ἐᾶν κεῖσθαι εἰς ἐντέλειανπαραβολικῆς ἀφηγήσεως. οὕτω τοίνυν καὶ ἐνταῦθα

τῆς παραβολῆς ἐχούσης,ὅτι αἱ μέλισσαι ἐκ πέτρας ἔρχονται καὶ ὅτι πέτονται καὶ ὅτι ἐπὶ

ἄνθεσιν ἐαρινοῖςκαὶ ὅτι αἱ μὲν ἐνταῦθα, αἱ δὲ ἐνταῦθα, καὶ ὅτι βοτρυδὸν πέτονται,

τοῦτο καὶμόνον ἐκ τῆς παραβολῆς χρήσιμον πρὸς τὸ πρᾶγμα. ὡς γὰρ αὐταὶ

βοτρυδόν,οὕτως οἱ Ἕλληνες ἰλαδόν, ὡς ταὐτὸν ὂν τὸ βοτρυδὸν συνῆχθαι τὰς

μελίσσαςκαὶ ἰλαδὸν ἵεσθαι τοὺς Ἕλληνας, ὅ ἐστι φαλαγγηδὸν καὶ κατὰ ἴλας.

συστροφὴνγὰρ πλήθους δηλοῖ καὶ τὸ βοτρυδόν καὶ τὸ ἰλαδόν καὶ ποιότητος

ἀμφότεράεἰσιν ἐπιρρήματα. τάχα δὲ καὶ τὸ ἅλις αὐτὰς πέτεσθαι, ἤγουν

ἠθροισμένως,χρήσιμον εἰς τὴν παραβολήν· τὸ γὰρ ἅλις πέτεσθαι ὅμοιόν ἐστι πρὸς τὸ

βοτρυδόνκαὶ ἰλαδόν. τὰ δὲ ἄλλα πάντα τῆς παραβολῆς πρὸς μὲν τὴν ἱστορίαν

τῶνμελισσῶν καλῶς ἔχει καὶ ἐντελῶς, πρὸς δὲ τὸ πρᾶγμα πάντῃ ἔχει ἀργῶς. οὔτεγὰρ ἐκ

πέτρας οἱ Ἕλληνες οὔτε πέτονται οὔτε ἐπὶ ἄνθη, οὔτε οἱ μὲν ὧδε, οἱδὲ ἐκεῖ. ταύτην δὴ

τὴν παρατήρησιν φυλακτέον καὶ ἐπὶ τῶν ἐφεξῆς πλατειῶνπαραβολῶν. ὀλιγάκις γάρ, ὡς

εἴρηται, παραβολὴ ὅλη διόλου ἐφαρμόζει τῷπράγματι. καὶ ταῦτα μὲν οὕτω. Τὰ δὲ κατὰ

μέρος τῆς ῥηθείσης παραβολῆςτοιαῦτα. [(ῃ. 87) Τὸ μὲν ἠΰτε παραβολικὸν ἐπίρρημά

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

173

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!