18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καὶ ὁ Ἀχιλλεύς, ὅτε πολλὸν ἄριστον αὐτὸν ἐν τῷστρατῷ εἶπεν εἶναι· ἀλλ' ἐκεῖνο ἀπ'

ἐναντίας τε ἦν διαθέσεως καὶ οὐκ ἐνδιάθετον[καὶ οὐδ' εἰς ταὐτὸν ἥκει τῷ τοῦ Νέστορος.

οὐ γὰρ οὕτω πάνυ σεμνὸν ἀορίστωςλεχθὲν τὸ πολλὸν ἄριστος, ὡς τὸ μέγα ἄριστος]. (ῃ.

81) Τὸ δὲ φαῖμεν ἀπὸτοῦ φαίημεν συνεκόπη, ἐξ οὗ φαῖεν τὸ τρίτον. ὅμοια δὲ τούτῳ καὶ

τὸ δοῖμενδοῖεν καὶ τὸ σταῖεν καὶ τὸ τυφθεῖεν καὶ ὅσα τοιαῦτα, [ἐν οἷς καὶ τὸ

«ξυγγνοῖμενἡμαρτηκότες», οὗ πάντως τὸ τρίτον ξυγγνοῖεν, ὡς καὶ τοῦ εἰδεῖμεν τὸ

εἰδεῖεν.(ῃ. 84) Ὅτι ἀρχικὸν τὸ «ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι» ἤγουνἀρχὴν

αὐτὸς ἐνέδωκε τοῖς βουλευταῖς προϊέναι εἰς ἀγοράν.] (ῃ. 85) Ὅτι τὸἐπανέστησαν, ὡς καὶ

προείρηται, παρὰ μὲν τοῖς ὕστερον ἔριδός ἐστι δηλωτικόν,ὡς ὅτε ὁ ὄχλος ἐπαναστῆναι

τῷ ἄρχοντι λέγεται. ὁ μέντοι ποιητὴς ἐπαναστῆναικαὶ νῦν λέγει τὸ καθήμενόν τινα εἶτα

εἰς τιμήν τινος ἀναστῆναι, οἷον «οἳ δ'ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν». τινὲς

μέντοι πανέστησαν γράφουσινἤτοι πάντες ὀρθοὶ ἔστησαν, ὡς καὶ πρὸ τούτου «πάντες

ἀνέσταν» καὶ «ἀντίοιἔσταν ἅπαντες». δῆλον δὲ ὅτι, καθὰ καὶ Ἡρόδοτος δηλοῖ, τιμὴ τοῖς

ἀγαθοῖς ἦντὸ ἐπιοῦσιν ἐκ τῆς ἕδρης τοὺς καθημένους ἀνίστασθαι (ῃ. 87–90). Ὅτι

πολλοῖςἡδύσμασι παραρτύων ὁ ποιητὴς τὴν ἑαυτοῦ ποίησιν ἕν τι τῶν τοιούτων

ἀγαθῶνἔχει καὶ τὴν παραβολήν, δι' ἧς πολλά τινα ἐξανύει καλά. δι' αὐτῆς γὰρ

πολλαχοῦκαὶ ζῴων ἰδιότητας καὶ φυσικὴν ἱστορίαν ποικίλην ἐκτίθεται, ὡς ἐν τοῖς

ἑξῆςδηλωθήσεται. καὶ ὅλως οὐ μόνον φιλόσοφόν τι πρᾶγμα ἡ παραβολὴ παρὰ

τῷποιητῇ, ἀλλὰ καὶ πραγμάτων τῶν ὁσημέραι γινομένων διδασκαλία καὶ

ἐναργείαςποιητικὴ καὶ πολυπειρίας περιποιητική. ἔργον δὲ αὐτῆς καὶ τὸ

διδάσκεινἀριδήλως τὰ ὑποκείμενα πράγματα, ὧν χάριν παρείληπται. ὁ γὰρ ἀκούων ὅτι

ὁἝκτωρ μάλα προθύμως εἶχεν ἀντιστῆναι τῷ Ἀχιλλεῖ, εἶτα τοῦ ποιητοῦ εἰπόντος

ἀκούσας, ὅτι ὥσπερ δράκων ὀρέστερος βεβρωκὼς κακὰ φάρμακαμένει ἄνδρα, ἔδυ δέ μιν

χόλος αἰνός, οὕτως ὁ Ἕκτωρ ἄσβεστον ἔχων μένοςοὐχ' ὑπεχώρει, ἐδιδάχθη πάντως σὺν

τῇ περὶ τοῦ δράκοντος ἱστορίᾳ καὶ τὴνπολλὴν προθυμίαν τοῦ Ἕκτορος. Ἔστιν οὖν

παραβολὴ νόημα πιστούμενον ἐκ1.271 τῶν καθεκάστην γινομένων τὰ λεγόμενα ἢ

λόγος διδάσκων καὶ πιστούμενος τὸὑποκείμενον ἐκ τῶν εἰωθότων ἀεὶ γίνεσθαι. λέγεται

δὲ παραβολή, διότι τοῖςλεγομένοις παραβάλλει, τουτέστι συγκρίνει καὶ παρατίθησι

πρᾶγμά τι γνώριμονεἰωθὸς ἀεὶ γίνεσθαι, ὅπερ ὀφείλει πάντως γνωριμώτερον εἶναι τοῦ

δι' ὃ παρείληπται. κακία γὰρ παραβολῆς τὸ ἄγνωστον καὶ ἀσύνηθες, εἰς ὃ αἱ τοῦ

Χοιρίλουκακίζονται παραβολαί, διότι οὐδὲ διδασκαλικὴ ἡ τοιαύτη ἐστὶ

παραβολή.λαμβάνεται δὲ ἀπὸ πάντων, λογικῶν τε καὶ ἀλόγων, ἐμψύχων τε

καὶἀψύχων, ὡς μυριαχοῦ δειχθήσεται. χαρακτηρίζεται δὲ ὡς ἐπὶ πολὺ διὰ

τῶνπαρακειμένων αὐτοῖς παραβολικῶν ἐπιρρημάτων· ὧν τὰ μέν εἰσι κοινά, οἷοντὸ ὡς,

τὸ ὥσπερ, τὸ καθάπερ, τὰ δὲ ποιητικά, οἷον τὸ εὖτε, ἠΰ, ἠΰτε, ἅτινα καὶαὐτὰ τὸ καθά

δηλοῦσι. ∆ύναται δέ ποτε καὶ δίχα τούτων εἶναι παραβολή,οἷον ὡς εἴ τις μονομαχίαν

φράζων, εἶτα θέλων παραβολὴν εἰπεῖν, ἐρεῖ οὕτως·οὕτω καὶ θῆρες μάχονται, λέων

τυχὸν καὶ κάπρος τάδε καὶ τάδε ποιοῦντες· ἢ καὶἄλλως, ὅτι λόγος ἔχει καὶ λέοντα καὶ

κάπρον ἀλλήλοις μαχομένους τὰ καὶ τὰποιεῖν. ἢ ὅτι εἶδον ἐγώ ποτε καὶ λέοντα καὶ

κάπρον τὰ καὶ τὰ ποιοῦντα ἢ ὅτιοὐδὲ λέων οὐδὲ κάπρος τοιάνδε μάχην συστήσουσι τὰ

καὶ τὰ ποιοῦντες. καὶ τοιαῦτα μέν, ὡς ἐπιτόμως εἰπεῖν, τὰ τῆς παραβολῆς, περὶ ἧς

πολλαχοῦ καὶ ἐνἄλλοις τὰ δέοντα λαληθήσεται. Ἰστέον δὲ καὶ ὅτι ὡς ἐπὶ πολὺ μὲν

προηγεῖταιἡ παραβολὴ τῆς ἀνταποδόσεως, οἷον· ὡς τόδε γίνεται, οὕτω τόδε. ποτὲ δὲ

καὶἀνάπαλιν, οἷον· οὕτω διεπράχθη τόδε τι, ὡς ὅτε τόδε τι γένηται. καὶ ὅτι

τῶνπαραβολῶν αἱ μέν εἰσιν ἀναπόδοτοι, ὡς ὅτε τις εἴποι, ὅτι ἐμάχοντό τινες ὡςθῆρες

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

172

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!