18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

βασιλεῖς. δηλοῦται δὲ διὰ μὲν τοῦ ἡγήτορες τὸ τῶνβασιλέων ἡγεμονικόν, διὰ δὲ τοῦ

μέδοντες τὸ βουλευτικὸν ἀπὸ τοῦ μήδω, τὸβουλεύομαι. οὐ γὰρ μόνον ἡγεῖσθαι τὸν

ἄρχοντα χρὴ ἀλλὰ καὶ πρόβουλονεἶναι. (ῃ. 81) Ὅτι νοσφίζεσθαι παρὰ μὲν τῷ ποιητῇ τὸ

νόσφι καὶ χωρὶς γίνεσθαι 1.269 καὶ ἀφίστασθαι ἢ ἐνεργητικῶς τὸ χωρίζειν καὶ νόσφι καὶ

πόρρω ποιεῖν. παρὰμέντοι τοῖς ὕστερον τὸ ἰδιοποιεῖσθαι νοσφίζεσθαι λέγεται, τὸ δ' αὐτὸ

καὶσφετερίζεσθαι. [Καὶ ἄλλως δὲ φράσαι, πάλαι μὲν νοσφίζεσθαι τινας ἦν τὸ νόσφιτινὸς

ἑαυτὸν ἀπάγειν καὶ οὕτω χωρίζειν, εἴτε λόγος ἦν ἐκεῖνο εἴτε πρᾶγμα·νῦν δὲ νοσφίζεταί

τις εἰς ἑαυτὸν ἐπισπώμενος τὸ ἀλλότριον καὶ νόσφι τοῦ ἔχοντοςποιῶν αὐτό. ὅτι δὲ τὸ

νόσφι ἐκ τοῦ ἴς ἰνός γίνεται ἴνοσφι, καὶ ἀφαιρέσει καὶσυγκοπῇ νόσφι, δηλοῦσιν οἱ

παλαιοί]. (ῃ. 80–2) Ἰστέον δὲ ὅτι Νέστορος εἰπόντος,ὡς «εἰ μέν τις ἄλλος τῶν Ἀχαιῶν

εἶπε τὸν ῥηθέντα ὄνειρον, ψεῦδος ἂν φαῖμεν»,τουτέστιν ἔφημεν, «καὶ νοσφιζοίμεθα

μᾶλλον», τουτέστι χωριζοίμεθα, πόρρωγενοίμεθα, ὡς προδεδήλωται, «νῦν δὲ ἴδεν ὃς

μέγ' ἄριστος ἐν στρατῷ εὔχεταιεἶναι», δοξάζειν φαίνεται ὁ ποιητὴς τοὺς τῶν σπουδαίων

ἀνδρῶν ὀνείρουςὡς ἐπὶ πολὺ ἀληθεῖς εἶναι, ὥσπερ δὴ καὶ ἐνταῦθα. εἰ μὲν γὰρ ὁ τυχών,

φησίν,ἄνθρωπος ἔφη τὸν ὄνειρον, τάχ' ἂν ἐνομίσθη ψεύδεσθαι· ἐπεὶ δὲ Ἀγαμέμνωνὁ

διοτρεφὴς καὶ διογενὴς εἶδεν αὐτόν, οὐκ ἀπεικὸς τῷ τοιούτῳ ἀληθῆ ∆ιὸςἄγγελον

ὄνειρον ὡς ἀγχιθέῳ καταπεμφθῆναι. καίτοι τινὲς ἄλλως εὐήθη τὸνλόγον εἶπον εἶναι

τοῦ Νέστορος ἢ κολακευτικὸν λέγοντες, ὡς οὐ κατὰ διαφορὰν οἱ δυνατώτεροι τοὺς

ἀληθεῖς ὀνείρους ὁρῶσιν. ἔτι δὲ καὶ ἄλλον τρόπονοἱ παλαιοί φασιν ἀληθεύειν ἂν τὸν

τοῦ βασιλέως ἐπὶ τοιούτοις ὄνειρον. οἷς γάρ,φασίν, οἰκεῖον τὸ μεριμνᾶν, τούτοις

ἀληθεῖς αἱ θεόθεν ἐμφάσεις. τοῖς δ' αὐτοῖςοἰκεῖον καὶ τὸ ἀληθεύειν ἐπὶ τῇ αὐτῶν

ἀφηγήσει. οἷς γὰρ ἡ ἀποτυχία κίνδυνονφέρει, οὐκ ἂν οἱ τοιοῦτοι ψεύσωνται. διόπερ οὐκ

ἂν ὁ Ἀγαμέμνων, ἐφ' οἷςἰδεῖν λέγει, ψεύσεται. καὶ μὴν καὶ ἄλλως εἰπεῖν, οὐ ψευδεῖς

τοὺς τῶν ἄλλωνὀνείρους ὁ Νέστωρ λέγει οἷα μόνων τῶν βασιλικῶν ἀληθευομένων,

ἀλλ'ἐκείνους μὲν ὑπόπτους εἶναι καὶ μᾶλλόν φησι νοσφιζομένους ἤτοι

χωριζομένουςπίστεως, τοὺς δὲ βασιλικοὺς οὐ τοιούτους εἶναι. τίνι γὰρ ἂν χαριζόμενος

ὁβασιλεὺς μείζονι ψεύσηται; ἔτι δὲ οὐδὲ εἶπεν ὁ γέρων ὅτι, ἐὰν ἄλλος εἶπε,ψευδὴς ἦν ὁ

ὄνειρος· ἀλλ' ἐκεῖνος ἂν ὁ εἰπὼν ἰδεῖν ἐψεύσατο τὸ ἰδεῖν. ὁ δὲἈγαμέμνων οὐ ψεύδεται

τὸ ἰδεῖν· οὐ γὰρ ἂν ἑαυτὸν ἀπατῴη. ὅτι δὲ καὶ ἀληθεύει ὁ ὄνειρος τοῦ βασιλέως, οὐδ'

αὐτὸ εἶπεν ὁ Νέστωρ σαφῶς, ἀλλ' ἔστιναὐτῷ τοιοῦτος ὁ λόγος· «εἰ μέν τις ἄλλος εἶπεν

ἰδεῖν», δηλονότι τὸν ὄνειρον,»τυχὸν ἂν ἔδοξε ψεύδεσθαι, ἐπεὶ δὲ ὁ βασιλεὺς ἰδεῖν

φησιν», ὁ ἐν τῷ στρατῷμέγα ἄριστος, «ἴδεν ἄρα». οὔκουν λέγει ὅτι ἀληθὴς ὁ ὄνειρος,

ἀλλ' ὅτι ἀληθῶςἴδεν αὐτὸν ὁ βασιλεύς. ὅρα δὲ ὅτι καὶ τὸν σοφώτατον Νέστορα ἡ

λοξότης τοῦὀνείρου ἔλαθε καὶ τοὺς ἄλλους δὲ πάντας διὰ τὸ πεπρωμένον, ὡς ἂν εἴποι

τις.ἔνθα καὶ ἔστιν εἰπεῖν, ὡς ἐὰν ὁ Ἀγαμέμνων, ὡς προεγράφη, νήπιος παρὰτῷ ποιητῇ,

ὡς μὴ ἐπιστήσας τῷ τοῦ ὀνείρου σκοπῷ, διὰ τί μὴ καὶ οἱ ἄλλοινήπιοι οἱ συναγνοήσαντες

μηδὲ βασανίσαντες; καὶ τάχα λύει τὸ τοιοῦτον ἄπορονἡ τοῦ Ζηνοδότου γραφή· ἐκεῖνος

γάρ, ὡς πρὸ ὀλίγου ἐρρέθη, οὐ γράφει τὸνβασιλέα ἐξηγησάμενον τὸν ὄνειρον, ὡς ἐκ τοῦ

∆ιὸς ἐμηνύθη, ἀλλὰ συνέτεμε 1.270 τὴν φράσιν. διὸ οἱ βουλευταὶ ὡς μὴ ἀκούσαντες

οὐδὲ ἐνόησαν· ὅθεν οὐδὲ νήπιοίεἰσιν. ἀλλὰ τοῦτο μὲν οὐκ ἔξω πιθανότητος·

χαριέστερον δέ ἐστιν εἰπεῖν ὅτιφαίνεται διὰ τοῦ Ὀδυσσέως μὴ νοηθῆναι καὶ ὑπὸ τῶν

γερόντων τὸν ὄνειρονὁμοίως τῷ βασιλεῖ περὶ τοῦ αὐθημερὸν τελεσθῆναι τὸ πᾶν, ὡς

δηλώσει ἐντοῖς ἑξῆς αὐτὸς ἐκεῖνος ἐν τῷ λέγειν ἀορίστως· «μείνατ' ἐπὶ χρόνον»

καὶ»νῦν δὴ πάντα τελεῖται». οὔκουν νήπιος οὔτ' αὐτὸς οὔθ' οἱ κατ' αὐτόν, ὡςεἰκός. Ὅρα

δὲ καὶ ὅπως φιλοβασιλεὺς ὁ Νέστωρ μέγα ἄριστον αὐτὸν λέγων.καὶ εἶπε μέν τι τοιοῦτον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

171

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!